Τετάρτη 18 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (322-361)

ΧΡ. «χαίρειν» μὲν ὑμᾶς ἐστιν, ὦνδρες δημόται,
ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·
«ἀσπάζομαι» δ᾽ ὁτιὴ προθύμως ἥκετε
325 καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
ΧΟ. θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μ᾽ Ἄρη.
δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
330 ὠστιζόμεσθ᾽ ἑκάστοτ᾽ ἐν τἠκκλησίᾳ,
αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
ΧΡ. καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
προσιόντα· δῆλος δ᾽ ἐστὶν ὅτι τοῦ πράγματος
ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
ΒΛΕΨΙΔΗΜΟΣ
335 τί ἂν οὖν τὸ πρᾶγμ᾽ εἴη; πόθεν καὶ τίνι τρόπῳ
Χρεμύλος πεπλούτηκ᾽ ἐξαπίνης; οὐ πείθομαι.
καίτοι λόγος γ᾽ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
ὡς ἐξαπίνης ἁνὴρ γεγένηται πλούσιος.
340 ἔστιν δέ μοι τοῦτ᾽ αὐτὸ θαυμάσιον, ὅπως
χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
οὔκουν ἐπιχώριόν γε πρᾶγμ᾽ ἐργάζεται.
ΧΡ. ἀλλ᾽ οὐδὲν ἀποκρύψας ἐρῶ μὰ τοὺς θεούς.
ὦ Βλεψίδημ᾽, ἄμεινον ἢ χθὲς πράττομεν,
345 ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.
ΒΛ. γέγονας δ᾽ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
ΧΡ. ἔσομαι μὲν οὖν αὐτίκα μάλ᾽, ἢν θεὸς θέλῃ.
ἔνι γάρ τις, ἔνι κίνδυνος ἐν τῷ πράγματι.
ΒΛ. ποῖός τις; ΧΡ. οἷος— ΒΛ. λέγ᾽ ἁνύσας ὅ τι φῄς ποτε.
350 ΧΡ. ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
ΒΛ. τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
καί μ᾽ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
οὕτως ὑπερπλουτεῖν τό τ᾽ αὖ δεδοικέναι
355 πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ᾽ εἰργασμένου.
ΧΡ. πῶς οὐδὲν ὑγιές; ΒΛ. εἴ τι κεκλοφὼς νὴ Δία
ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
παρὰ τοῦ θεοῦ, κἄπειτ᾽ ἴσως σοι μεταμέλει.
ΧΡ. Ἄπολλον ἀποτρόπαιε, μὰ Δί᾽ ἐγὼ μὲν οὔ.
360 ΒΛ. παῦσαι φλυαρῶν, ὦγάθ᾽· οἶδα γὰρ σαφῶς.
ΧΡ. σὺ μηδὲν εἰς ἔμ᾽ ὑπονόει τοιουτονί.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου