τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός· 85
ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον
οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ᾽ ἐκορέσσατο χεῖρας
τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας, 90
κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ᾽ Ἀγαμέμνων
πρῶτος ὄρουσ᾽, ἕλε δ᾽ ἄνδρα Βιήνορα, ποιμένα λαῶν,
αὐτόν, ἔπειτα δ᾽ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
ἤτοι ὅ γ᾽ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
τὸν δ᾽ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ 95
νύξ᾽, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
ἀλλὰ δι᾽ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
100 στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
αὐτὰρ ὁ βῆ ῥ᾽ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων,
υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον, ἄμφω
εἰν ἑνὶ δίφρῳ ἐόντας· ὁ μὲν νόθος ἡνιόχευεν,
Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτ᾽ Ἀχιλλεὺς
105 Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
ποιμαίνοντ᾽ ἐπ᾽ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
δὴ τότε γ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ᾽ ἔβαλ᾽ ἵππων.
110 σπερχόμενος δ᾽ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλά,
γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
εἶδεν, ὅτ᾽ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
ῥηϊδίως συνέαξε, λαβὼν κρατεροῖσιν ὀδοῦσιν,
115 ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ᾽ ἦτορ ἀπηύρα·
ἡ δ᾽ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
καρπαλίμως δ᾽ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
σπεύδουσ᾽ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ᾽ ὁρμῆς·
120ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ᾽ Ἀργείοισι φέβοντο.
Αὐτὰρ ὁ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην,
υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα,
125 οὐκ εἴασχ᾽ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ᾽ ἔχον ὠκέας ἵππους·
ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
τὼ δὲ κυκηθήτην· ὁ δ᾽ ἐναντίον ὦρτο λέων ὣς
130 Ἀτρεΐδης· τὼ δ᾽ αὖτ᾽ ἐκ δίφρου γουναζέσθην·
«ζώγρει, Ἀτρέος υἱέ, σὺ δ᾽ ἄξια δέξαι ἄποινα·
πολλὰ δ᾽ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται,
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα,
135 εἰ νῶϊ ζωοὺς πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.»
Ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δ᾽ ὄπ᾽ ἄκουσαν·
«εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
ὅς ποτ᾽ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν,
140 ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ,
αὖθι κατακτεῖναι μηδ᾽ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τείσετε λώβην.»
Ἦ, καὶ Πείσανδρον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε
δουρὶ βαλὼν πρὸς στῆθος· ὁ δ᾽ ὕπτιος οὔδει ἐρείσθη.
145 Ἱππόλοχος δ᾽ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε,
χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ᾽ αὐχένα κόψας,
ὅλμον δ᾽ ὣς ἔσσευε κυλίνδεσθαι δι᾽ ὁμίλου.
τοὺς μὲν ἔασ᾽· ὁ δ᾽ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
τῇ ῥ᾽ ἐνόρουσ᾽, ἅμα δ᾽ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
150 πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
ἱππεῖς δ᾽ ἱππῆας —ὑπὸ δέ σφισιν ὦρτο κονίη
ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων—
χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
αἰὲν ἀποκτείνων ἕπετ᾽ Ἀργείοισι κελεύων.
155 ὡς δ᾽ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
πάντῃ τ᾽ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
ὣς ἄρ᾽ ὑπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
Τρώων φευγόντων, πολλοὶ δ᾽ ἐριαύχενες ἵπποι
160 κείν᾽ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας,
ἡνιόχους ποθέοντες ἀμύμονας· οἱ δ᾽ ἐπὶ γαίῃ
κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.

***
Και όσο ήτο αυγή και τ᾽ άγιο φως αύξαινε της ημέρας,85 έπεφταν και των δυο στρατών άνδρες πολλοί στην μάχην·
αλλ᾽ όταν ετοιμάζεται να φάγει ο ξυλοκόπος
στα όρη αφού δείλιασαν τα χέρια του να σχίζουν
δένδρα μεγάλα κι έφθασεν εις την ψυχήν του ο κόρος,
κι η όρεξις της ποθητής τροφής τον κυριεύει,
90 τότ᾽ οι ανδρειωμένοι Δαναοί τες φάλαγγες εσπάσαν
αντιπαρακινούμενοι. Πρώτος τον πολεμάρχον
εφόνευσε Βιάνορα ο Ατρείδης και κατόπιν
τον Οϊλέα σύντροφον εκείνου κυβερνήτην,
που επήδησ᾽ απ᾽ την άμαξαν κι ίσια του επάνω ορμούσε,
95 στο μέτωπο τον κτύπησε με ακονητό κοντάρι·
την λόγχην δεν σταμάτησε τ᾽ ολόχαλκο στεφάνι
ώστ᾽ ήβρε αυτή το κόκαλο, κι εγέμισ᾽ όλος αίμα
ο εγκέφαλος· κι έπεσε αυτός, μ᾽ όσην ορμήν και αν είχε.
Αυτού τα λαμπρά στήθη των τους άφησε να δείχνουν
100 αφού τους απογύμνωσε· κι ευθύς εχύθη επάνω
στον Ίσον και τον Άντιφον, δυο τέκνα του Πριάμου,
νόθον και νόμιμον ομού, τα δύο σ᾽ έν᾽ αμάξι.
Ο Άντιφος εμάχονταν και ο νόθος κυβερνούσε·
αυτούς επήρεν άλλοτε με λυγαριές δεμένους
105 ενώ τ᾽ αρνιά τους έβοσκαν εις τες πλαγιές της Ίδης
ο Αχιλλεύς κι εξαγοράν εδέχθη να τους λύσει.
Και αυτών τον ένα κτύπησεν ο μέγας Αγαμέμνων
με λόγχην άνω του μαστού, τον Άντιφον με ξίφος,
σιμά στ᾽ αυτί κι έπεσε αυτός νεκρός από τ᾽ αμάξι.
110 Και θυμωμένος τ᾽ άρματα τα υπέρλαμπρα τους πήρε
ότι καλά τους γνώριζεν απ᾽ όταν εις τα πλοία
ο ανεμοπόδης Αχιλλεύς τούς έφερε απ᾽ την Ίδην.
Και όπως λεοντάρι αν έπεσε στην κοίτην ελαφίνας,
με τ᾽ ανδρειωμένα δόντια του συντρίβει τα μικρά της
115 εύκολα και τες απαλές ζωούλες αφανίζει·
και αυτή και αν τύχει αυτού σιμά να είναι, τόσος τρόμος
την πιάνει οπού δεν δύναται σ᾽ αυτά βοηθός να γίνει·
πετιέται, ιδρώνει τρέχοντας στα λογγωμένα δάση
κυνηγημένη απ᾽ την ορμήν του δυνατού θηρίου·
120 όμοια μ᾽ εκείνην την ζωήν δεν δύνανται να σώσουν
οι Τρώες, απ᾽ τους Αχαιούς και αυτοί κυνηγημένοι.
Τον Πείσανδρον και Ιππόλοχον, αγόρια του Αντιμάχου
του ανδρός που απ᾽ τον Αλέξανδρον περίσσια επήρε δώρα
χρυσάφι και δεν άφηνε, πρώτος αυτός, να δώσουν
125 εις τον ξανθόν Μενέλαον οπίσω την Ελένην,
επρόφθασεν ο κραταιός Ατρείδης και τους δύο
εις έν᾽ αμάξι, που ήθελαν τους ίππους να κρατήσουν·
ότι απ᾽ τα χέρια οι χαλινοί τούς φύγαν και άνω κάτω
ήσαν οι ίπποι· τότε αυτόν, που ωσάν λεοντάρι εχύθη,
130εκείνοι από την άμαξαν ικέτευαν: «Ατρείδη,
πάρε μας» είπαν «ζωντανούς και αντάξια λάβε δώρα·
περισσούς έχει θησαυρούς ο Αντίμαχος στο σπίτι,
έχει χρυσάφι, έχει χαλκόν και σίδερο εργασμένο
και απ᾽ όλα λύτρα περισσά θέλει σου δώσει, αν μάθει
135 που ζωντανοί κρατούμεθα στων Αχαιών τα πλοία».
Κλαίοντας γλυκομίλησαν αυτοί στον βασιλέα,
αλλά πικρήν αντάκουσαν αυτού την ομιλίαν.
«Αν του Αντιμάχου γέννημα σεις είσθε του ανδρειωμένου
που άλλοτ᾽ εσυμβούλευε στην σύνοδον των Τρώων
140 να σφάξουν τον Μενέλαον, που με τον Οδυσσέα
απεσταλμένος πήγε αυτού, σεις τώρα του πατρός σας
όλο θα μου πληρώσετε τ᾽ ονειδισμένο κρίμα».
Και με την λόγχην πλήγωσε τον Πείσανδρον στο στήθος
κι έπεσε από την άμαξαν τ᾽ ανάσκελα στο χώμα·
145 τον άλλον, που επετάχθηκε να φύγει, ρίχνει χάμου,
τα χέρια και την κεφαλήν τού κόφτει με το ξίφος
και τον αμπώθει ως κύλινδρον στο πλήθος να κυλάει.
Κι ευθύς, εκεί που φάλαγγες πυκνότερες κτυπιόνταν,
όρμησε μέσα και μ᾽ αυτόν άλλοι Αχαιοί γενναίοι.
150 Πεζοί φονεύαν τους πεζούς που βιασμένοι εφεύγαν,
ιππείς φονεύαν τους ιππείς, κι επλήθυνεν η σκόνη
που ο βροντερός εσήκωνε ποδόκτυπος των ίππων.
Κατόπι τους ο βασιλεύς ο μέγας απ᾽ τον φόνον
δεν παύει και τους Αχαιούς στην μάχην εμψυχώνει.
155 Και ως όταν φλόγα φθαρτική ξεσπάσ᾽ εις μέγα δάσος,
γύρω την στρέφ᾽ ο άνεμος και πανταχού την φέρνει
και απ᾽ την ορμήν της σύρριζα πέφτουν τα δένδρα κάτω,
τόσες επέφταν κεφαλές εις την φυγήν των Τρώων
από του Ατρείδη την ορμήν, κι ίπποι πολλοί κροτούσαν
160 άδεια τ᾽ αμάξια σέρνοντας στους δρόμους του πολέμου.
Και οι ποθητοί τους οδηγοί εκείτοντο στο χώμα
τα όρνεα να τους χαρούν και όχ᾽ οι ομόκλινές των.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου