πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
Μούλιον αἰχμητήν· γαμβρὸς δ᾽ ἦν Αὐγείαο,
740 πρεσβυτάτην δὲ θύγατρ᾽ εἶχε ξανθὴν Ἀγαμήδην,
ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
ἤριπε δ᾽ ἐν κονίῃσιν· ἐγὼ δ᾽ ἐς δίφρον ὀρούσας
στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
745 ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
ἡγεμόν᾽ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
πεντήκοντα δ᾽ ἕλον δίφρους, δύο δ᾽ ἀμφὶς ἕκαστον
φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
750 καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ᾽ ἀλάπαξα,
εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
ἐκ πολέμου ἐσάωσε, καλύψας ἠέρι πολλῇ.
ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο,
755 κτείνοντές τ᾽ αὐτοὺς ἀνά τ᾽ ἔντεα καλὰ λέγοντες,
ὄφρ᾽ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
πέτρης τ᾽ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
ἔνθ᾽ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
760 ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ᾽ ἔχον ὠκέας ἵππους,
πάντες δ᾽ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ᾽ ἀνδρῶν.
ὣς ἔον, εἴ ποτ᾽ ἔον γε, μετ᾽ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
πολλὰ μετακλαύσεσθαι, ἐπεί κ᾽ ἀπὸ λαὸς ὄληται.
765 ὦ πέπον, ἦ μὲν σοί γε Μενοίτιος ὧδ᾽ ἐπέτελλεν
ἤματι τῷ ὅτε σ᾽ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε.
νῶϊ δέ τ᾽ ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς,
πάντα μάλ᾽ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
Πηλῆος δ᾽ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
770 λαὸν ἀγείροντες κατ᾽ Ἀχαιΐδα πουλυβότειραν.
ἔνθα δ᾽ ἔπειθ᾽ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
ἠδὲ σέ, πὰρ δ᾽ Ἀχιλῆα· γέρων δ᾽ ἱππηλάτα Πηλεὺς
πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον,
775σπένδων αἴθοπα οἶνον ἐπ᾽ αἰθομένοις ἱεροῖσι.
σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ᾽ ἔπειτα
στῆμεν ἐνὶ προθύροισι· ταφὼν δ᾽ ἀνόρουσεν Ἀχιλλεύς,
ἐς δ᾽ ἄγε χειρὸς ἑλών, κατὰ δ᾽ ἑδριάασθαι ἄνωγε,
ξείνιά τ᾽ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
780 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
ἦρχον ἐγὼ μύθοιο, κελεύων ὔμμ᾽ ἅμ᾽ ἕπεσθαι·
σφὼ δὲ μάλ᾽ ἠθέλετον, τὼ δ᾽ ἄμφω πόλλ᾽ ἐπέτελλον.
Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ᾽ Ἀχιλῆϊ
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
785 σοὶ δ᾽ αὖθ᾽ ὧδ᾽ ἐπέτελλε Μενοίτιος, Ἄκτορος υἱός·
“τέκνον ἐμόν, γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δ᾽ ὅ γε πολλὸν ἀμείνων.
ἀλλ᾽ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ᾽ ὑποθέσθαι
καί οἱ σημαίνειν· ὁ δὲ πείσεται εἰς ἀγαθόν περ.”
790 ὣς ἐπέτελλ᾽ ὁ γέρων, σὺ δὲ λήθεαι· ἀλλ᾽ ἔτι καὶ νῦν
ταῦτ᾽ εἴποις Ἀχιλῆϊ δαΐφρονι, αἴ κε πίθηται.
τίς δ᾽ οἶδ᾽ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
795 καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
ἀλλὰ σέ περ προέτω, ἅμα δ᾽ ἄλλος λαὸς ἑπέσθω
Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
καί τοι τεύχεα καλὰ δότω πόλεμόνδε φέρεσθαι,
αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
800 Τρῶες, ἀναπνεύσωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν
τειρόμενοι· ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.
ῥεῖα δέ κ᾽ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.»

***
Αλλ᾽ όταν Πύλιοι κι Επειοί πιασθήκαν εις την μάχην,τον Μούλιον πολεμιστήν εφόνευσα εγώ πρώτος
κι επήρα και τους ίππους του· κι είχεν αυτός την πρώτην
740 του Αυγείου κόρην την ξανθήν, που ελέγετο Αγαμήδη,
κι εγνώριζ᾽ όσα βότανα της γης το πλάτος τρέφει.
Ως έρχονταν τον κτύπησα μ᾽ ακόντι και στο χώμα
έπεσε κι εγώ πήδησα στ᾽ αμάξι, και στους πρώτους
πολεμιστάς εστήθηκα· κι ευθύς εσκορπισθήκαν
745 οι μεγαλόψυχοι Επειοί καθώς έπεσ᾽ εκείνος
που των ιππέων αρχηγός επρώτευε στην μάχην.
Και όρμησα επάνω τους ευθύς, ως μαύρη ανεμοζάλη,
πενήντα επήρ᾽ αμάξια τους και από καθένα δύο
άνδρες έκαμε η λόγχη μου το χώμα να δαγκάσουν.
750 Και ακόμα τους Μολίονας θα εφόνευ᾽ αλλ᾽ ο μέγας
ο Ποσειδών πατέρας των τους έσκεπε με ομίχλην.
Νίκην τότ᾽ έδωκεν ο Ζευς μεγάλην των Πυλίων·
ότι τους κυνηγούσαμε, φονεύαμε τους άνδρες,
τα όπλα τους επαίρναμε, μέσ᾽ από την πεδιάδα,
755 όσον οπού ανεβήκαμεν εις τα Βουπράσια μέρη
εις τον Ωλένιον κρημνόν, στον λόφον του Αλεισίου·
εκείθεν γύρισ᾽ η Αθηνά τα πλήθη κι έναν άνδρα
ύστερον άφησα νεκρόν· τότ᾽ οι Αχαιοί τους ίππους
απ᾽ τον Βουπράσιον αγρόν εστρέψαν προς την Πύλον,
760 και μ᾽ ένα στόμα ολόκληρος λαός υμνολογούσε
τον Νέστορα από τους θνητούς και απ᾽ τους θεούς τον Δία.
Ιδού πώς ανδραγάθιζα με τους ανδρειωμένους.
Αλλ᾽ ο Αχιλλεύς θα χαίρεται την αρετήν του μόνος·
αχ! όταν ο λαός χαθεί πολύ και αργά θα κλαύσει.
765 Θυμήσου ό,τι ο Μενοίτιος σου πρόσταξε, ω γλυκέ μου,
όταν στον Αγαμέμνονα σε έστελνε απ᾽ την Φθίαν.
Και όλα τ᾽ ακούσαμεν εγώ και ο θείος Οδυσσέας,
στο δώμα οπότ᾽ εφθάσαμε το μέγα του Πηλέως,
ενώ της Αχαιίδος γης συνάζαμεν τα πλήθη.
770 Κει εβρήκαμε τον ήρωα Μενοίτιον και σένα·
σιμά σας ήτ᾽ ο Αχιλλεύς· και ο γέρος ο Πηλέας
του μόσχου τα παχιά μεριά στον βροντητήν Κρονίδην
έκαιε μέσα εις την αυλήν, και με χρυσό ποτήρι
σπόνδιζε το γλυκό κρασί στες προσφορές που εκαίαν.
775 Κι ενώ εσυγυρίζατε τα κρέατα, μας είδεν
ο Αχιλλέας στα πρόθυρα· μας πήρε από το χέρι,
μας είπε να καθίσουμε κι έβαλε αυτός εμπρός μας
το φίλεμα που δίδεται του ξένου, ως θέλ᾽ η τάξις.
Και την τροφήν και το πιοτόν άμ᾽ εχαρήκαμ΄ όλοι,
780 τον λόγον πρώτος άρχισα και σας παρακινούσα
να μας ακολουθήσετε· και πρόθυμοι σεις ήσθε,
και τότε οι δυο πατέρες σας πολλά σας συμβουλεύαν.
Και του Αχιλλέως σύσταινεν ο γέροντας Πηλέας
πάντοτε μέγας να φανεί και των Αργείων πρώτος·
785 κι εσένα ιδού τι σύσταινεν ο γέρος σου πατέρας:
«Παιδί μου, αν ο Αχιλλεύς στο γένος σε υπερβαίνει,
και στην ανδρείαν, είσαι συ στα χρόνια ανώτερός του.
Αλλ᾽ ό,τι χρήσιμον σκεφθείς, συ βάλε το στον νουν του,
εύμορφα και προς το καλόν τους λόγους σου θα στέργει».
790 Τούτα, και συ τα λησμονείς, που σύσταινεν ο γέρος.
Με τούτα τώρα πάσχισε να πείσεις τον Πηλείδην.
Ποιος ξέρει μην ο λόγος σου, μ᾽ ενός θεού την χάριν,
του συγκινήσει την ψυχήν; Καλός του φίλου ο λόγος.
Κι εάν στον νουν του έχει χρησμόν που να τον εμποδίζει,
795 οπού η μητέρα του η θεά του ανάφερε απ᾽ τον Δία,
ας ξαναστείλει καν εσέ και οι Μυρμιδόνες όλοι
ας έλθουν, ώστε φως εσύ των Δαναών να γίνεις.
Και να σου δώσει να φορείς στην μάχην τ᾽ άρματά του,
ίσως φανείς πως είσαι αυτός και αποσυρθούν οι Τρώες,
800 απ᾽ τον αγών᾽ ανασασμόν οι Δαναοί να λάβουν
κι είναι τ᾽ ανάσαμα καλόν όσον μικρόν και αν είναι.
Κι εύκολα σεις ακούραστοι τα κουρασμένα πλήθη
θα διώξτε προς την πόλιν τους απ᾽ τα γοργά καράβια».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου