«οὖτά με Τυδέος υἱός, ὑπέρθυμος Διομήδης,
οὕνεκ᾽ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο,
Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
380 ἀλλ᾽ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.»
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διώνη, δῖα θεάων·
«τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ᾽ ἔχοντες
ἐξ ἀνδρῶν, χαλέπ᾽ ἄλγε᾽ ἐπ᾽ ἀλλήλοισι τιθέντες.
385 τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ᾽ Ἐφιάλτης,
παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
χαλκέῳ δ᾽ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
εἰ μὴ μητρυιή, περικαλλὴς Ἠερίβοια,
390 Ἑρμέᾳ ἐξήγγειλεν· ὁ δ᾽ ἐξέκλεψεν Ἄρηα
ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
τλῆ δ᾽ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
395 τλῆ δ᾽ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
εὖτέ μιν ωὐτὸς ἀνήρ, υἱὸς Διὸς αἰγιόχοιο,
ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
αὐτὰρ ὁ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
400 ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
τῷ δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
ἠκέσατ᾽· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
σχέτλιος, ὀβριμοεργός, ὃς οὐκ ὄθετ᾽ αἴσυλα ῥέζων,
ὃς τόξοισιν ἔκηδε θεούς, οἳ Ὄλυμπον ἔχουσι.
405 σοὶ δ᾽ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱός,
ὅττι μάλ᾽ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
ἐλθόντ᾽ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
410 τῶ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
μὴ δὴν Αἰγιάλεια, περίφρων Ἀδρηστίνη,
ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ,
κουρίδιον ποθέουσα πόσιν, τὸν ἄριστον Ἀχαιῶν,
415 ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.»
Ἦ ῥα, καὶ ἀμφοτέρῃσιν ἀπ᾽ ἰχῶ χειρὸς ὀμόργνυ·
ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
αἱ δ᾽ αὖτ᾽ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
420 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
«Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω;
ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
425 πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.»
Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
«οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα,
ἀλλὰ σύ γ᾽ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
430 ταῦτα δ᾽ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.»
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Αἰνείᾳ δ᾽ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ᾽ αἰεὶ
435 Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ᾽ Ἀπόλλων·
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δεινὰ δ᾽ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
440 «φράζεο, Τυδεΐδη, καὶ χάζεο, μηδὲ θεοῖσιν
ἶσ᾽ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ᾽ ἀνθρώπων.»
Ὣς φάτο, Τυδεΐδης δ᾽ ἀνεχάζετο τυτθὸν ὀπίσσω,
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
445 Αἰνείαν δ᾽ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
αὐτὰρ ὁ εἴδωλον τεῦξ᾽ ἀργυρότοξος Ἀπόλλων
450 αὐτῷ τ᾽ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
ἀμφὶ δ᾽ ἄρ᾽ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
455 «Ἆρες Ἄρες βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα,
οὐκ ἂν δὴ τόνδ᾽ ἄνδρα μάχης ἐρύσαιο μετελθών,
Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῷ,
αὐτὰρ ἔπειτ᾽ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.»
«Εμένα ο μεγαλόψυχος ελάβωσε Τυδείδης,
διότι από τον πόλεμον έπαιρνα τον υιόν μου
Αινείαν, που υπεραγαπώ, καθώς κανέναν άλλον.
Διότι Τρώων και Αχαιών δεν είναι μάχη πλέον·
380 πολεμούν ήδ᾽ οι Δαναοί και με τους αθανάτους».
Και προς αυτήν απάντησεν η σεβαστή Διώνη:
«Με υπομονήν το πάθος σου, παιδί μου, να βαστάσεις·
απ᾽ τους ανθρώπους πάθαμε πολλοί των Ολυμπίων,
ως εμείς δίδομε αφορμήν κακών ανάμεσόν μας.
385 Βάσταξ᾽ ο Άρης π᾽ άλυτα τον έδεσεν ο Ώτος
και ο Εφιάλτης ο δεινός, τα τέκνα του Αλωέως·
κι έμεινε μήνες δεκατρείς στο χάλκινον αγγείον·
και τότε ο πολεμόδιψος ο Άρης θα εχανόνταν,
η μητρυιά του αν του Ερμή δεν το ᾽λεγεν, η ωραία
390 Ηεριβοίη· κι έκλεψεν αυτός τον Άρη, οπόταν
εκόντευε ο σκληρός δεσμός να πάρει την πνοήν του.
Βάσταξ᾽ η Ήρα, ότε ο δεινός Αμφιτρυωνιάδης,
μ᾽ ακόντι τρίγωνο έπληξε τον δεξιόν μαστόν της
και την θεάν αγιάτρευτος βασάνιζεν ο πόνος.
395 Βάσταξε και ο θεόρατος ο Άδης πικρό βέλος·
ο ίδιος άνδρας, ο υιός του αιγιδοφόρου Δία,
οδυνηρά τον πλήγωσε εις των νεκρών την πύλην·
κίνησε προς τον Όλυμπον στο δώμα του Κρονίδη
περίλυπος και στην καρδιά τον έπιαναν οι πόνοι,
400 ότι τον μέγαν ώμον του τ᾽ ακόντ᾽ είχε περάσει.
Με βότανα παυσίπονα, που του ᾽βαλε ο Παιήων,
τον γιάτρευσεν ότι θνητός δεν ήτο αυτός πλασμένος·
ο άθλιος, ο αυθαδέστατος εργάτης ασεβείας,
που τους θεούς που κατοικούν στον Όλυμπο κτυπούσε,
405και αυτόν τώρα εναντίον σου η Αθήνη τον Τυδείδην
έβαλε και δεν σκέπτεται ο μωρός που ολίγες έχει
ημέρες όποιος πόλεμον κινεί των αθανάτων,
και οπίσω από τον πόλεμον δεν θα ᾽λθει να του πέσουν
στα γόνατά του τα παιδιά, παπά να του ψελλίζουν.
410 Δια τούτο, αν κι έχει δύναμιν μεγάλην ο Τυδείδης,
ας συλλογιέται αντίμαχον μην έβρει ανώτερόν σου·
μην η Αιγιάλεια ποτέ, η φρόνιμη Αδρηστίνη,
ξυπνήσει τους ανθρώπους της θρηνώντας που της λείπει
ο νυμφευτός της σύντροφος των Αχαιών ο πρώτος,
415 του ιπποδάμου η θαυμαστή γυνή, του Διομήδη».
Είπε· και με τα χέρια της σφογγίζει τον ιχώρα
απ᾽ την παλάμην κι έκλεισ᾽ η πληγή κι οι πόνοι επαύσαν.
Κι απ᾽ τ᾽ άλλο μέρος η Αθηνά κι η Ήρα, ενώ τηράζουν,
με λόγια μετωριστικά κεντούσαν τον Κρονίδην.
420 Και πρώτη τότ᾽ ομίλησεν η γλαυκομάτ᾽ Αθήνη:
«Δία πατέρα, ότι θα ειπώ μη σε θυμώσει τάχα;
Άσφαλτα η Κύπρις ήθελε καμίαν Αχαιίδα
των Τρώων που υπεραγαπά να φέρει στες αγκάλες·
κι εκεί που την λαμπρόπεπλον εχάιδευεν ωραίαν,
425 χρυσή βελόνη εσκάρφισε το τρυφερό της χέρι».
Εις τούτο εγλυκογέλασεν ο ύψιστος πατέρας
και την χρυσήν προσκάλεσ᾽ Αφροδίτην και της είπε:
«Τα έργα τα πολεμικά, παιδί μου, δεν σου ανήκουν·
στου γάμου συ τες ζηλευτές φροντίδες καταγίνου
430 και τ᾽ άλλα έχ᾽ η Αθηνά και ο μανιωμένος Άρης».
Τους λόγους τούτους έλεγαν εκείνοι ανάμεσόν τους,
και στον Αινείαν όρμησεν ο ανδρείος Τυδεΐδης,
αν κι ήξευρε που σκέπει αυτόν του Απόλλωνος το χέρι·
αλλά και απέναντι θεού μεγάλου, θα φονεύσει
435 και απ᾽ τα λαμπρά του άρματα θα γδύσει τον Αινείαν.
Και τρεις εχύθηκε φορές με ορμήν να τον φονεύσει
και τρεις του ετίναξε ο θεός την φωτεινήν του ασπίδα·
αλλά την τέταρτην φοράν που ως δαίμων επετάχθη,
με φοβεράν κραυγήν φρικτά τον αποπήρε ο Φοίβος:
440 «Σκέψου Τυδείδη, στρέψε αυτού· και μη τον εαυτόν σου
ίσον νομίσεις των θεών, ότι πολύ διαφέρει
το γένος των θνητών της γης από τους αθανάτους».
Είπε· και οπίσω εσύρθηκεν ολίγον ο Τυδεΐδης,
ότι εφοβήθη την οργήν του μακροβόλου Φοίβου.
445 Και από το πλήθος έπαιρνεν ο Απόλλων τον Αινείαν
εις την αγίαν Πέργαμον, όπ᾽ είχε τον ναόν του.
Και η τοξοφόρα Άρτεμις με την Λητώ στα βάθη
του ιερού τον έγιαναν και λάμψιν του χαρίζαν.
Και ο Φοίβος ο αργυρότοξος εποίησ᾽ ένα πλάσμα
450 ολόμοιον εις το πρόσωπο και στ᾽ άρματα του Αινεία,
στο φάσμα εκείνο οι Αχαιοί και οι Τρώες εκτυπιόνταν
και δια να φθάσουν εις του εχθρού το στήθος πελεκούσαν
ασπίδες ολοστρόγγυλες και ελαφρά σκουτάρια.
Τότε τον άγριον φώναξε τον Άρην ο Απόλλων:
455 «Άρη, ω Άρη, φονικέ, άπονε, τειχοπλήκτη,
δεν σέρνεις απ᾽ τον πόλεμο εκείνον τον Τυδείδην,
που μάχην τώρα θα ᾽καμνε και στον πατέρα Δία;
Πρώτα την Κύπριν λάβωσε στο χέρι και κατόπιν
κι εμέ τον ίδιον χύθη αυτός ως δαίμων να κτυπήσει».

***
375 Σ᾽ εκείνην η φιλόγελη απάντησε Αφροδίτη:«Εμένα ο μεγαλόψυχος ελάβωσε Τυδείδης,

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου