Πέμπτη 3 Οκτωβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (926-958)

ΔΙ. κατάθου ταχέως θοἰμάτιον. ΚΑ. οὗτος, σοὶ λέγει.
ΔΙ. ἔπειθ᾽ ὑπόλυσαι. ΚΑ. πάντα ταῦτα σοὶ λέγει.
ΣΥ. καὶ μὴν προσελθέτω πρὸς ἔμ᾽ ὑμῶν ἐνθαδὶ
ὁ βουλόμενος. ΚΑ. οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ.
930 ΣΥ. οἴμοι τάλας, ἀποδύομαι μεθ᾽ ἡμέραν.
ΚΑ. σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν;
ΣΥ. ὁρᾷς ἃ ποιεῖ; ταῦτ᾽ ἐγὼ μαρτύρομαι.
ΔΙ. ἀλλ᾽ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.
ΣΥ. οἴμοι, περιείλημμαι μόνος. ΚΑ. νυνὶ βοᾷς;
935 ΣΥ. οἴμοι μάλ᾽ αὖθις. ΚΑ. δὸς σύ μοι τὸ τριβώνιον,
ἵν᾽ ἀμφιέσω τὸν συκοφάντην τουτονί.
ΔΙ. μὴ δῆθ᾽· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
ΚΑ. ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
940 Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.
ΔΙ. τοῖς δ᾽ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.
ΚΑ. καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
ΣΥ. ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
945 ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ
κἂν σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
ἐγὼ ποήσω τήμερον δοῦναι δίκην,
ὁτιὴ καταλύει περιφανῶς εἷς ὢν μόνος
τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
950 τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.
ΔΙ. καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
ἔχων βαδίζεις, εἰς τὸ βαλανεῖον τρέχε·
ἔπειτ᾽ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.
955 ΚΑ. ἀλλ᾽ ὁ βαλανεὺς ἕλξει θύραζ᾽ αὐτὸν λαβὼν
τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται
ὅτι ἔστ᾽ ἐκείνου τοῦ πονηροῦ κόμματος.
νὼ δ᾽ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου