ΑΙΣΧΙΝ 1.192–195
Η σημασία της καταδικαστικής απόφασης – Η ηθική ποιότητα των υπερασπιστών του Τίμαιου
Στο τελευταίο τμήμα του λόγου αυτού ο Αισχίνης απευθύνθηκε στους συμπολίτες του και, μέσω ρητορικών ερωτήσεων ή της ανακεφαλαίωσης των κύριων επιχειρημάτων του, προσπάθησε να τους κατευθύνει σε καταδικαστική για τον Τίμαρχο απόφαση. Πριν από την επιλογική παράγραφο τονίζει:
[192] Εὖ δ’ ἐπίστασθε, καί μοι σφόδρα τὸ μέλλον ῥηθήσε-
σθαι διαμνημονεύετε, εἰ μὲν δώσει τῶν ἐπιτηδευμάτων
Τίμαρχος δίκην, ἀρχὴν εὐκοσμίας ἐν τῇ πόλει κατασκευά-
σετε· εἰ δ’ ἀποφεύξεται, κρείττων ἦν ὁ ἀγὼν μὴ γεγενη-
μένος. πρὶν μὲν γὰρ εἰς κρίσιν Τίμαρχον καταστῆναι,
φόβον τισὶ παρεῖχεν ὁ νόμος καὶ τὸ τῶν δικαστηρίων
ὄνομα· εἰ δ’ ὁ πρωτεύων βδελυρίᾳ καὶ γνωριμώτατος
εἰσελθὼν περιγενήσεται, πολλοὺς ἁμαρτάνειν ἐπαρεῖ, καὶ
τελευτῶν οὐχ ὁ λόγος, ἀλλ’ ὁ καιρὸς ὑμᾶς ἐξοργιεῖ. [193] μὴ οὖν
εἰς ἁθρόους, ἀλλ’ εἰς ἕνα ἀποσκήψατε, καὶ τὴν παρασκευὴν
καὶ τοὺς συνηγόρους αὐτῶν παρατηρεῖτε· ὧν οὐδενὸς ἐγὼ
ὀνομαστὶ μνησθήσομαι, ἵνα μὴ ταύτην ἀρχὴν τοῦ λόγου
ποιήσωνται, ὡς οὐκ ἂν παρῆλθον, εἰ μή τις αὐτῶν ὀνομαστὶ
ἐμνήσθη. ἀλλ’ ἐκεῖνο ποιήσω· ἀφελὼν τὰ ὀνόματα, διεξιὼν
δὲ τὰ ἐπιτηδεύματα, καὶ τὰ σώματα αὐτῶν γνώριμα κατα-
στήσω. ἔσται δ’ αὐτὸς ἑαυτῷ ἕκαστος αἴτιος, ἐὰν δεῦρο
ἀναβῇ καὶ ἀναισχυντῇ. [194] τούτῳ γὰρ παρίασιν ἐκ τριῶν εἰδῶν
συνήγοροι, οἱ μὲν ταῖς καθ’ ἡμέραν δαπάναις ἀνηλωκότες
τὰς πατρῴας οὐσίας, οἱ δὲ ταῖς ἡλικίαις καὶ τοῖς ἑαυτῶν
σώμασιν οὐ καλῶς κεχρημένοι, καὶ δεδιότες οὐ περὶ
Τιμάρχου, ἀλλὰ περὶ ἑαυτῶν καὶ τῶν ἐπιτηδευμάτων μή
ποτε εἰς κρίσιν καταστῶσιν· ἕτεροι δ’ ἐκ τῶν ἀκολάστων
καὶ τῶν τοῖς τοιούτοις κεχρημένων ἀφθόνως, ἵνα ταῖς
βοηθείαις αὐτῶν πιστεύοντες ῥᾷόν τινες ἐξαμαρτάνωσιν.
[195] ὧν πρὶν τῆς συνηγορίας ἀκοῦσαι τοὺς βίους ἀναμιμνῄσκε-
σθε, καὶ τοὺς μὲν εἰς τὰ σώματα ἡμαρτηκότας μὴ ὑμῖν
ἐνοχλεῖν, ἀλλὰ παύσασθαι δημηγοροῦντας κελεύετε· οὐδὲ
γὰρ ὁ νόμος τοὺς ἰδιωτεύοντας, ἀλλὰ τοὺς πολιτευομένους
ἐξετάζει· τοὺς δὲ τὰ πατρῷα κατεδηδοκότας ἐργάζεσθαι
καὶ ἑτέρωθεν κτᾶσθαι τὸν βίον κελεύετε· τοὺς δὲ τῶν νέων,
ὅσοι ῥᾳδίως ἁλίσκονται, θηρευτὰς ὄντας εἰς τοὺς ξένους
καὶ τοὺς μετοίκους τρέπεσθαι κελεύετε, ἵνα μήτ’ ἐκεῖνοι
τῆς προαιρέσεως ἀποστερῶνται μήθ’ ὑμεῖς βλάπτησθε.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου