Ὁ μὲν γὰρ Χριστιανισμὸς, ὅτε κατεστάθη, οὐκ ἐῶν τὰς παλαιὰς θρησκείας συνυπάρχειν, ἀλλὰ βίᾳ καὶ ἀνάγκῃ κατέλυσε τὰ πρότερον νομιζόμενα καὶ τὴν ἰδίαν δόξαν ἐπικρατῆ ποιήσας.
Περὶ δὲ τῶν Ἑλλήνων ἀναγκαῖον πρῶτον διασαφῆσαι τινά. Ἐπειδὴ γὰρ ἡ τῶν προγόνων παράδοσις βιαίως ἐξερριζώθη καὶ τὰ πάτρια ἔθη διελύθη, οὐκ ἀλόγως ἄν τις νομίσειε τοὺς ἐπιχειροῦντας τὰ πάτρια πάλιν ἀνακαλεῖσθαι. Δεῖ μέντοι σκοπεῖν μὴ μόνον τί λέγουσιν ἐπανιστάναι, ἀλλὰ καὶ εἰ δυνατόν ἐστιν ἀληθῶς τοῦτο ποιεῖν.
Ἐγὼ μὲν γὰρ οἶμαι μὴ ἀναβίωσιν γίγνεσθαι τῆς ἀρχαίας θρησκείας, ἀλλὰ μᾶλλον καινὴν τινὰ κατασκευὴν θρησκείας, ἥτις τὰ μὲν παλαιὰ μιμεῖται, τῇ δὲ φύσει νεωτέρα τυγχάνει.
Οὐ γὰρ μόνον χρόνῳ πολὺ διέστηκεν ἡμῶν ἡ ἀρχαιότης, ἀλλὰ καὶ τρόπῳ καὶ διανοίᾳ. Ἐν γὰρ τοσούτοις χρόνοις πολλαὶ μεταβολαὶ γεγόνασιν, ὥστε τὴν μὲν πρὸς τὴν φύσιν οἰκειότητα, ἥπερ ἦν μέγιστον μέρος τῆς παλαιᾶς λατρείας, ἀπολωλέναι, τὰ δὲ πάτρια ἔθη λήθῃ καὶ χρόνῳ φθαρέντα εἶναι.
Διὸ καὶ τὰ νῦν γιγνόμενα μᾶλλον ἀρχαΐζειν δοκεῖ ἢ τὴν ἀρχαίαν θρησκείαν ἀληθῶς ἀναλαμβάνειν· καὶ πολλάκις ἐν αὐτοῖς ἔνι τι καὶ τῶν νεωτέρων δογμάτων.
Οὐ γὰρ οὕτως ἦν ἡ τῶν προγόνων λατρεία. Οὐ γὰρ λόγοι καὶ ἀπαγγελίαι τὸ πρᾶγμα ἦγον, ἀλλὰ θυσίαι καὶ προσφοραὶ καὶ τελεταί. Ἦσαν δὲ καὶ μυστήρια καὶ μαντεῖα, δι’ ὧν ἐνόμιζον οἱ ἄνθρωποι τὴν τῶν θεῶν βούλησιν γιγνώσκειν.
Ἔτι δὲ μέγιστον μέρος τῆς λατρείας ἐν τοῖς ἱεροῖς τόποις ἦν. Ἕκαστος γὰρ τόπος καὶ τὸ ἱερὸν αὐτοῦ ἰδίαν τινὰ δύναμιν ἐνόμιζον ἔχειν.
Νῦν δὲ τὰ μὲν πλεῖστα τῶν ἱερῶν κατεστράφη, τὰ δὲ εἰς ἑτέρας λατρείας μετεβλήθη. Οἱ γὰρ καταλύσαντες τὰ πάτρια ᾔδεσαν ὅτι οὐκ ἀρκεῖ τοὺς νόμους μεταβαλεῖν, ἀλλὰ καὶ τοὺς τόπους αὐτοὺς ἀφανίσαι.
Διὸ πολλὰ μὲν ἱερὰ κατεδαφίσθη, πολλὰ δὲ ἐρήμωσεν ὁ χρόνος. Ἔνια δὲ τῶν μεγίστων ἱερῶν παντελῶς ἠφανίσθη, οἷον ὁ μέγας ναὸς τῆς Ἀρτέμιδος ἐν Ἐφέσῳ. Ἄλλα δὲ, ὥσπερ ὁ Παρθενών, εἰς ἑτέραν χρείαν μετεποιήθη.
Τὰ δὲ νῦν ἀνασκαπτόμενα ὑπὸ τῶν φιλοπόνων τῆς ἀρχαιολογίας μνημεῖα μᾶλλον ἢ τόποι λατρείας νομίζεται.
Καὶ μὴν οὐδὲ ῥᾴδιον εἰπεῖν τίς ἂν δίκαιος εἴη τούτων τῶν τόπων χρῆσθαι ὡς ἱεροῖς. Οὐδεὶς γὰρ δύναται λέγειν ὅτι τῆς παλαιᾶς λατρείας ἀκριβὴς συνεχιστής ἐστιν.
Διὸ εἴπερ τινὲς βούλονται τοιαύτην τινὰ λατρείαν καθιστάναι, ἴσως δεήσει καὶ νέους τόπους ἱεροὺς ὁρίζειν καὶ νέους ναοὺς ἱδρύεσθαι.
Πολλὰ γὰρ τῶν νῦν λεγομένων ἀναβιώσεων οὐδὲν κοινὸν ἔχει πρὸς τὰ πάτρια, ἀλλὰ νεώτερα ἐπινοήματα τυγχάνει.
Διὸ δεῖ σωφρόνως σκοπεῖν καὶ μὴ ῥᾳδίως πιστεύειν τοῖς λεγομένοις. Τοὺς γὰρ Ἕλληνας προσήκει μὴ γελοίους φαίνεσθαι μηδὲ τὴν ἀρχαιότητα πρόφασιν ποιεῖσθαι ἀπάτης ἢ κέρδους.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου