Τρίτη 10 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (26-55)

ΧΡ. ἀλλ᾽ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν
πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
κακῶς ἔπραττον καὶ πένης ἦν. ΚΑ. οἶδά τοι.
30 ΧΡ. ἕτεροι δ᾽ ἐπλούτουν. ἱερόσυλοι, ῥήτορες
καὶ συκοφάνται καὶ πονηροί. ΚΑ. πείθομαι.
ΧΡ. ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
35 τὸν δ᾽ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
ὡς τῷ βίῳ τοῦτ᾽ αὐτὸ νομίσας ξυμφέρειν.
ΚΑ. «τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;»
40 ΧΡ. πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι ταδί·
ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
ἐκέλευε τούτου μὴ μεθίεσθαί μ᾽ ἔτι,
πείθειν δ᾽ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
ΚΑ. καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ; ΧΡ. τουτῳί.
45 ΚΑ. εἶτ᾽ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
φράζουσαν, ὦ σκαιότατέ, σοι σαφέστατα
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
ΧΡ. τῷ τοῦτο κρίνεις; ΚΑ. δῆλον ὁτιὴ καὶ τυφλῷ
γνῶναι δοκεῖ τοῦθ᾽, ὡς σφόδρ᾽ ἐστὶ συμφέρον
50 τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν γένει.
ΧΡ. οὐκ ἔσθ᾽ ὅπως ὁ χρησμὸς εἰς τοῦτο ῥέπει,
ἀλλ᾽ εἰς ἕτερόν τι μεῖζον. ἢν δ᾽ ἡμῖν φράσῃ
ὅστις ποτ᾽ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
55 πυθοίμεθ᾽ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου