«ὦ φίλ᾽, ἐπεί μ᾽ ἔμνησας ὀϊζύος, ἣν ἐν ἐκείνῳ
δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
105 ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ᾽ ἠεροειδέα πόντον
πλαζόμενοι κατὰ ληΐδ᾽, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
ἠδ᾽ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
μαρνάμεθ᾽· ἔνθα δ᾽ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ᾽ Ἀχιλλεύς,
110 ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
ἔνθα δ᾽ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
Ἀντίλοχος, περὶ μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
ἄλλα τε πόλλ᾽ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
115 οὐδ᾽ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
παντοίοισι δόλοισι, μόγις δ᾽ ἐτέλεσσε Κρονίων.
120 ἔνθ᾽ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
ἤθελ᾽, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
κείνου ἔκγονός ἐσσι· σέβας μ᾽ ἔχει εἰσορόωντα.
ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
125 ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
ἔνθ᾽ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
οὔτε ποτ᾽ εἰν ἀγορῇ δίχα βάζομεν οὔτ᾽ ἐνὶ βουλῇ,
ἀλλ᾽ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
φραζόμεθ᾽ Ἀργείοισιν ὅπως ὄχ᾽ ἄριστα γένοιτο.
130 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
βῆμεν δ᾽ ἐν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς,
καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
135 μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης,
ἥ τ᾽ ἔριν Ἀτρεΐδῃσι μετ᾽ ἀμφοτέροισιν ἔθηκε.
τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
οἱ δ᾽ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
140 μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
ἔνθ᾽ ἦ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
νόστου μιμνήσκεσθαι ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,
οὐδ᾽ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
λαὸν ἐρυκακέειν ῥέξαι θ᾽ ἱερὰς ἑκατόμβας,
145 ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
οὐ γάρ τ᾽ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
ἕστασαν· οἱ δ᾽ ἀνόρουσαν ἐϋκνήμιδες Ἀχαιοὶ
150 ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἅνδανε βουλή.
νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
ἠῶθεν δ᾽ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
κτήματά τ᾽ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
155 ἡμίσεες δ᾽ ἄρα λαοὶ ἐρητύοντο μένοντες
αὖθι παρ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
ἡμίσεες δ᾽ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλ᾽ ὦκα
ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
ἐς Τένεδον δ᾽ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
160 οἴκαδε ἱέμενοι· Ζεὺς δ᾽ οὔ πω μήδετο νόστον,
σχέτλιος, ὅς ῥ᾽ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
ἀμφ᾽ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
αὖτις ἐπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
165 αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἔποντο,
φεῦγον, ἐπεὶ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων.
φεῦγε δὲ Τυδέος υἱὸς Ἀρήϊος, ὦρσε δ᾽ ἑταίρους.
ὀψὲ δὲ δὴ μετὰ νῶϊ κίε ξανθὸς Μενέλαος,
ἐν Λέσβῳ δ᾽ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
170 ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπ᾽ ἀριστέρ᾽ ἔχοντες,
ἦ ὑπένερθε Χίοιο, παρ᾽ ἠνεμόεντα Μίμαντα.
ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γ᾽ ἡμῖν
δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
175 τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
ὦρτο δ᾽ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλ᾽ ὦκα
ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
πόλλ᾽ ἐπὶ μῆρ᾽ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες·
180τέτρατον ἦμαρ ἔην, ὅτ᾽ ἐν Ἄργεϊ νῆας ἐΐσας
Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
ἔστασαν· αὐτὰρ ἐγώ γε Πύλονδ᾽ ἔχον, οὐδέ ποτ᾽ ἔσβη
οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
185 κείνων, οἵ τ᾽ ἐσάωθεν Ἀχαιῶν οἵ τ᾽ ἀπόλοντο.
ὅσσα δ᾽ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
εὖ μὲν Μυρμιδόνας φάσ᾽ ἐλθέμεν ἐγχεσιμώρους,
οὓς ἄγ᾽ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
190 εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
πάντας δ᾽ Ἰδομενεὺς Κρήτην εἰσήγαγ᾽ ἑταίρους,
οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν᾽ ἀπηύρα.
Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε νόσφιν ἐόντες,
ὥς τ᾽ ἦλθ᾽ ὥς τ᾽ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
195 ἀλλ᾽ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν,
ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
καὶ σύ, φίλος, μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε,
200 ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε καὶ ὀψιγόνων ἐῢ εἴπῃ.»

***
Τότε του ανταποκρίθηκε ο ιππικός Γερήνιος Νέστωρ:«Ω φίλε, αφού τη συμφορά μού θύμισες, ό,τι υποφέραμε
στη χώρα εκείνη εμείς οι αλύγιστοι βλαστοί των Αχαιών·
αλλά και τ᾽ άλλα πάθη πάνω στα καράβια, μες στην ομίχλη του πελάγου,
όταν, τη λεία γυρεύοντας, πηγαίναμε όπου ο Αχιλλέας μάς έσερνε·
κι ακόμη τους σκληρούς αγώνες μας μπροστά στο μέγα κάστρο
του βασιλιά Πριάμου, όπου κι οι πιο γενναίοι έπεσαν νεκροί —
εκεί φιλόνικος ο Αίας κείται, ο Αχιλλέας εκεί,
110 ο Πάτροκλος εκεί, φίλος θεόμορφος και σύμβουλος,
εκεί κι ο ακριβός μου γιος, τίμιο παλληκάρι,
ο Αντίλοχος, ασυναγώνιστος στο τρέξιμο, σπουδαίος μαχητής.
Τόσα και άλλα τόσα πάθη που μας βρήκαν, ποιος θα μπορούσε αλήθεια
συνηθισμένος άνθρωπος θνητός ένα προς ένα να ιστορήσει;
Μήτε κι αν έμενες εδώ πέντε ή κι έξι χρόνους,
κι όλο ρωτούσες το κακό που υπέμειναν οι θεϊκοί Αχαιοί,
δεν θα το άντεχες και πάλι· πιο πριν, βαρύς και κορεσμένος
θα γυρνούσες πίσω στην πατρίδα.
Γιατί, εννέα χρόνια ολόκληρα μηχανευόμαστε τη συμφορά τους,
με δόλους και με δόλους, ώσπου ο Κρονίδης μετά βίας
δέχτηκε το τέλος.
120 Εκεί λοιπόν, στην πανουργία του μυαλού άλλος κανείς
δεν μπόρεσε να παραβγεί μαζί του, αφού ο θείος Οδυσσέας
κατά πολύ τους νίκησε όλους με δόλους
που δεν τους βάζει ανθρώπου νους. Για τον πατέρα σου μιλώ, αν πράγματι είσαι
δικός του γιος. Ώρα σε βλέπω τώρα, και μένω εκστατικός·
μοιάζουν πολύ τα λόγια σας· και ποιος θα το ᾽λεγε
πως ένα τόσο νέο παλληκάρι θα μπορούσε τα πρέποντα
και τα σωστά να ομολογεί.
Εκεί λοιπόν, τόσον καιρό, ο θείος Οδυσσέας κι εγώ
ποτέ δεν βγήκαμε αντιμέτωποι, ούτε στην ανοιχτή συνέλευση
ούτε και στα κλειστά συμβούλια· πάντα στη σκέψη ομόθυμοι
και στη στοχαστική μας συμβουλή, οι δυο μαζί εξηγούσαμε
πώς θα πετύχουν το καλύτερο οι Αργείοι.
130 Αλλ᾽ όταν κάποτε πατήσαμε το απάτητο φρούριο του Πριάμου,
όταν βρεθήκαμε στα πλοία (ένας θεός μάς σκόρπισε),
ο Δίας διαλογίστηκε στον νου του νόστο βαρύ
για τους Αργείους. Γιατί αποδείχτηκε ότι δεν ήσαν όλοι
μήτε νοήμονες μήτε και δίκαιοι· γι᾽ αυτό τους βρήκε τους πολλούς
άθλιο τέλος, απ᾽ την ολέθρια οργή της θυγατέρας κραταιού πατέρα,
θεάς γλαυκόματης, που σήκωσε διχόνοια στους Ατρείδες.
Όταν οι δυο τους σε συνέλευση όλους τους Αχαιούς συγκάλεσαν,
απρογραμμάτιστα όμως, δίχως τάξη, την ώρα που έγερνε στη δύση ο ήλιος·
κι οι Αχαιοί προσήλθαν ζαλισμένοι, με το κεφάλι τους βαρύ
απ᾽ το κρασί, όπου οι Ατρείδες πήραν να εξηγούν
140 τον λόγο που το πλήθος συναθροίστηκε.
Κι ενώ ο Μενέλαος, φωνάζοντας, όλους τούς εξωθούσε
πως πρέπει τώρα να σκεφτούν οι Αχαιοί τον γυρισμό τους,
αμέσως ν᾽ ανοιχτούν στης θάλασσας τα πλάτη, στον Αγαμέμνονα
δεν άρεσε καθόλου η γνώμη αυτή· ήθελε να κρατήσει τον στρατό,
να θυσιάσουν ιερή εκατόμβη, να μαλακώσουν
τον σκληρό χόλο της Αθηνάς· μωρός, που δεν στοχάστηκε
πως η θεά δεν έμελλε να τον ακούσει —
όχι, δεν μεταστρέφεται εύκολα των αθανάτων η βουλή.
Όρθιοι λοιπόν εκείνοι κι αντιμέτωποι, αντάλλαξαν
λόγια βαριά, ώσπου πετάχτηκαν κι οι Αχαιοί οπλισμένοι
150 μ᾽ αλαλητόν ανήκουστο — η γνώμη τους τότε διχάστηκε.
Τη νύχτα εκείνη την περάσαμε στριφογυρίζοντας στον νου μας
άσχημες σκέψεις ο ένας για τον άλλον — ο Δίας μελετούσε ολέθριο κακό.
Μόλις λοιπόν ξημέρωσε, εμείς οι άλλοι σύραμε αμέσως
τα καράβια στο θείο νερό της θάλασσας, βάζοντας μέσα θησαυρούς
και τις βαθύζωνες γυναίκες.
Όμως οι υπόλοιποι μισοί μείναν εκεί προσηλωμένοι
στον Ατρείδη, τον στρατηλάτη Αγαμέμνονα.
Μόνο οι μισοί πηδήσαμε στα πλοία κι ανοιχτήκαμε,
που αρμένιζαν καλά και γρήγορα, γιατί ο θεός
έστρωνε ακύμαντο το άπατο πέλαγος.
Και μόλις προσαράξαμε στην Τένεδο, θυσίες στους θεούς προσφέραμε,
ποθώντας ο καθένας να γυρίσει σπίτι του. Ο Δίας όμως άσπλαχνος
160 δεν είχε ακόμη αποφασίσει για τον νόστο μας· άναψε τώρα
δεύτερη φιλονικία κακή.
Κάποιοι, τη γνώμη αλλάζοντας, μπήκαν στα αμφίκυρτά τους πλοία
και πήραν να γυρίζουν πίσω· τον Οδυσσέα ακολουθώντας,
έμπειρον αρχηγό και πολυμήχανο, θέλοντας να φανούν ευχάριστοι
στον Αγαμέμνονα, τον γιο του Ατρέα.
Όσο για μένα, με τα καράβια μου συγκεντρωμένα, όσα που είχα εξαρχής,
κίνησα κι έφευγα, γιατί το γνώριζα πως ένας δαίμονας κακός
κακό μάς μελετούσε.
Έφευγε αψίκορος και του Τυδέα ο γιος με τους συντρόφους του,
που τους ξεσήκωσε.
Κάπως αργότερα μας ακολούθησε κινώντας ο ξανθός Μενέλαος,
που μας απάντησε στη Λέσβο, την ώρα που μας παίδευε το μακρινό ταξίδι:
170 ή πάνω από τη Χίο να πλεύσουμε, γεμάτη βράχια, προς το νησί
Ψυρία, ώστε να το ᾽χουμε μετά στ᾽ αριστερά μας· ή κάτω απ᾽ τη Χίο
να παραπλεύσουμε, πλάι στον Μίμαντα που οι άνεμοι τον δέρνουν.
Κι όπως παρακαλούσαμε σημάδι να μας δείξει ο θεός, εκείνος
το φανέρωσε· μας οδηγούσε να σχίσουμε το πέλαγο στη μέση,
βάζοντας πλώρη προς την Εύβοια, για ν᾽ αποφύγουμε
χειρότερο κακό.
Κι όπως σηκώθηκε φυσώντας πρίμο αγέρι κι έτρεχαν τα καράβια
γρήγορα τον δρόμο της ψαρίσιας θάλασσας, μέσα στη νύχτα
αράξαμε στη Γεραιστό· όπου και κάψαμε πολλά μεριά ταυρίσια
στον Ποσειδώνα, που περάσαμε μετρώντας το μεγάλο πέλαγος.
180 Ήτανε πια η τετάρτη ημέρα, όταν οι εταίροι του ιππόδαμου
Τυδείδη, του Διομήδη, στο Άργος έδεσαν τα ισόβαρά τους πλοία.
Όσο για μένα, αρμένιζα γραμμή στην Πύλο,
κι ο ούριος άνεμος δεν έπεσε στιγμή, αφότου ένας θεός τον έστειλε
πίσω μας να φυσά.
Αλλά, καλό παιδί μου, γύρισα τελικώς απληροφόρητος, δεν ξέρω
τίποτε για κείνους, πόσοι Αχαιοί έχουν σωθεί,
πόσοι στο μεταξύ αφανίστηκαν.
Ωστόσο όσα μαθαίνω, καθισμένος στο παλάτι, αυτά,
όπως το θέλει και το δίκιο, τα δικαιούσαι να τα μάθεις —
δεν πρόκειται να τ᾽ αποκρύψω.
Λένε λοιπόν πως έχουν επιστρέψει οι δορυφόροι Μυρμιδόνες,
που τους οδήγησε λαμπρός του γενναιόψυχου Αχιλλέα ο γιος·
19 0πως έφτασε καλά κι ο Φιλοκτήτης, ένδοξος γιος του Ποία αυτός·
πως όλους τους συντρόφους του σώους τους έφερε ο Ιδομενέας
στην Κρήτη, όσοι του γλίτωσαν από τον πόλεμο —
η θάλασσα βαθιά κανένα δεν του πήρε.
Για τον Ατρείδη ακούσατε κι εσείς, ας είναι ο τόπος σας μακριά·
πώς έφτασε και πώς ο Αίγισθος μελέτησε τον άθλιο όλεθρό του —
αλλά κι εκείνος πλήρωσε το κρίμα του βαρύ.
Ω ναι, είναι καλό ν᾽ αφήνει κάποιος γιο πεθαίνοντας·
έτσι κι αυτός το αίμα πήρε πίσω από τον δόλιο, πατροκτόνο
Αίγισθο, που του κατέλυσε πατέρα φημισμένο.
Αλλά κι εσύ, καλέ μου φίλε (σε βλέπω ωραίο και δυνατό),
δείξε την αντρική σου αλκή, να σε δοξάσουνε κι εσένα
200 οι μέλλουσες γενιές.»