Κυριακή 15 Σεπτεμβρίου 2019

ΔΡΑΜΑΤΙΚΗ ΠΟΙΗΣΗ: ΑΡΙΣΤΟΦΑΝΗΣ - Πλοῦτος (211-252)

ΠΛ. πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;
ΧΡ. ἔχω τιν᾽ ἀγαθὴν ἐλπίδ᾽ ἐξ ὧν εἶπέ μοι
ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.
ΠΛ. κἀκεῖνος οὖν ξύνοιδε ταῦτα; ΧΡ. φήμ᾽ ἐγώ.
215 ΠΛ. ὁρᾶτε— ΧΡ. μὴ φρόντιζε μηδέν, ὦγαθέ.
ἐγὼ γάρ, εὖ τοῦτ᾽ ἴσθι, κἂν δῇ μ᾽ ἀποθανεῖν,
αὐτὸς διαπράξω ταῦτα. ΚΑ. κἂν βούλῃ γ᾽, ἐγώ.
ΧΡ. πολλοὶ δ᾽ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.
220 ΠΛ. παπαῖ, πονηρούς γ᾽ εἶπας ἡμῖν ξυμμάχους.
ΧΡ. οὔκ, ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
ἀλλ᾽ ἴθι σὺ μὲν ταχέως δραμών— ΚΑ. τί δρῶ; λέγε.
ΧΡ. τοὺς ξυγγεώργους κάλεσον, —εὑρήσεις δ᾽ ἴσως
ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,—
225 ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.
ΚΑ. καὶ δὴ βαδίζω. τουτοδὲ τὸ κρεᾴδιον
τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
ΧΡ. ἐμοὶ μελήσει τοῦτό γ᾽· ἀλλ᾽ ἁνύσας τρέχε.
230 σὺ δ᾽, ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων,
εἴσω μετ᾽ ἐμοῦ δεῦρ᾽ εἴσιθ᾽· ἡ γὰρ οἰκία
αὕτη ᾽στὶν ἣν δεῖ χρημάτων σε τήμερον
μεστὴν ποῆσαι καὶ δικαίως κἀδίκως.
ΠΛ. ἀλλ᾽ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
235 εἰς οἰκίαν ἑκάστοτ᾽ ἀλλοτρίαν πάνυ·
ἀγαθὸν γὰρ ἀπέλαυσ᾽ οὐδὲν αὐτοῦ πώποτε.
ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·
κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
240 αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,
ἔξαρνός ἐστι μηδ᾽ ἰδεῖν με πώποτε.
ἢν δ᾽ ὡς παραπλῆγ᾽ ἄνθρωπον εἰσελθὼν τύχω,
πόρναισι καὶ κύβοισι παραβεβλημένος
γυμνὸς θύραζ᾽ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
245 ΧΡ. μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ᾽ ἀεί·
χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
πάλιν τ᾽ ἀναλῶν, ἡνίκ᾽ ἂν τούτου δέῃ.
ἀλλ᾽ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
250 καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
ὃν ἐγὼ φιλῶ μάλιστα μετὰ σέ. ΠΛ. πείθομαι.
ΧΡ. τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου