ΚΑ. ἄγε δή, σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.
ΠΛΟΥΤΟΣ
ἐγὼ μὲν οἰμώζειν λέγω σοι. ΚΑ. μανθάνεις
ὅς φησιν εἶναι; ΧΡ. σοὶ λέγει τοῦτ᾽, οὐκ ἐμοί·
60 σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
ἀλλ᾽ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
ἐμοὶ φράσον. ΠΛ. κλάειν ἔγωγέ σοι λέγω.
ΚΑ. δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
ΧΡ. οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
65 ΚΑ. εἰ μὴ φράσεις γάρ, ἀπό σ᾽ ὀλῶ κακὸν κακῶς.
ΠΛ. ὦ τᾶν, ἀπαλλάχθητον ἀπ᾽ ἐμοῦ. ΧΡ. πώμαλα.
ΚΑ. καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστ᾽, ὦ δέσποτα.
Ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν᾽ αὐτὸν καταλιπὼν
70 ἄπειμ᾽, ἵν᾽ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
ΧΡ. ἀλλ᾽ αἶρε ταχέως. ΠΛ. μηδαμῶς. ΧΡ. οὔκουν ἐρεῖς;
ΠΛ. ἀλλ᾽ ἢν πύθησθέ μ᾽ ὅστις εἴμ᾽, εὖ οἶδ᾽ ὅτι
κακόν τί μ᾽ ἐργάσεσθε κοὐκ ἀφήσετον.
ΧΡ. νὴ τοὺς θεοὺς ἡμεῖς γ᾽, ἐὰν βούλῃ γε σύ.
75 ΠΛ. μέθεσθέ νύν μου πρῶτον. ΧΡ. ἤν, μεθίεμεν.
ΠΛ. ἀκούετον δή· δεῖ γάρ, ὡς ἔοικέ, με
λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.
ἐγὼ γάρ εἰμι Πλοῦτος. ΚΑ. ὦ μιαρώτατε
ἀνδρῶν ἁπάντων, εἶτ᾽ ἐσίγας Πλοῦτος ὤν;
80 ΧΡ. σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
ὦ Φοῖβ᾽ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ; ΠΛ. ναί.
ΧΡ. ἐκεῖνος αὐτός; ΠΛ. αὐτότατος. ΧΡ. πόθεν οὖν, φράσον,
αὐχμῶν βαδίζεις; ΠΛ. ἐκ Πατροκλέους ἔρχομαι,
85 ὃς οὐκ ἐλούσατ᾽ ἐξ ὅτουπερ ἐγένετο.
ΧΡ. τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
ΠΛ. ὁ Ζεύς με ταῦτ᾽ ἔδρασεν ἀνθρώποις φθονῶν.
ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησ᾽ ὅτι
ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
90 μόνους βαδιοίμην· ὁ δέ μ᾽ ἐποίησεν τυφλόν,
ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου