ΚΑ. ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
255 ἴτ᾽, ἐγκονεῖτε, σπεύδεθ᾽, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,
ἀλλ᾽ ἔστ᾽ ἐπ᾽ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντ᾽ ἀμύνειν.
ΧΟΡΟΣ
οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
σὺ δ᾽ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
260 ὅτου χάριν μ᾽ ὁ δεσπότης ὁ σὸς κέκληκε δεῦρο.
ΚΑ. οὔκουν πάλαι δήπου λέγω; σὺ δ᾽ αὐτὸς οὐκ ἀκούεις.
ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.
ΧΟ. ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ᾽ ὅ φησιν;
265 ΚΑ. ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν᾽, ὦ πόνηροι,
ῥυπῶντα, κυφόν, ἄθλιον, ῥυσόν, μαδῶντα, νωδόν·
οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.
ΧΟ. ὦ χρυσὸν ἀγγείλας ἐπῶν, πῶς φῄς; πάλιν φράσον μοι.
δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.
270 ΚΑ. πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ᾽ ἔχοντα σωρόν.
ΧΟ. μῶν ἀξιοῖς φενακίσας ἔπειτ᾽ ἀπαλλαγῆναι
ἀζήμιος, καὶ ταῦτ᾽ ἐμοῦ βακτηρίαν ἔχοντος;
ΚΑ. πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον εἰς τὰ πάντα
ἡγεῖσθέ μ᾽ εἶναι κοὐδὲν ἂν νομίζεθ᾽ ὑγιὲς εἰπεῖν;
275 ΧΟ. ὡς σεμνὸς οὑπίτριπτος. αἱ κνῆμαι δέ σου βοῶσιν
ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
ΚΑ. ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
σὺ δ᾽ οὐ βαδίζεις; ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.
ΧΟ. διαρραγείης. ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
280 ὅστις φενακίζεις, φράσαι δ᾽ οὔπω τέτληκας ἡμῖν,
οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
δεῦρ᾽ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.
ΚΑ. ἀλλ᾽ οὐκέτ᾽ ἂν κρύψαιμι. τὸν Πλοῦτον γάρ, ὦνδρες, ἥκει
285 ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποήσει.
ΧΟ. ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;
ΚΑ. νὴ τοὺς θεούς, Μίδας μὲν οὖν, ἢν ὦτ᾽ ὄνου λάβητε.
ΧΟ. ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
ὑφ᾽ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ᾽ ἀληθῆ.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου