Πέμπτη 28 Απριλίου 2022

Ανθολόγιο Αττικής Πεζογραφίας

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ

ΑΡΙΣΤ ΗΝικ 1166a1–1168a27

Παράγοντες που ευνοούν μια αληθινή φιλική σχέση

Εξετάζοντας τη φιλία στα ευρύτερα πλαίσια της κοινωνικής ζωής, ο Αριστοτέλης προχωρά στις ακόλουθες παρατηρήσεις:

[1166a] Τὰ φιλικὰ δὲ τὰ πρὸς τοὺς πέλας, καὶ οἷς αἱ φιλίαι
ὁρίζονται, ἔοικεν ἐκ τῶν πρὸς ἑαυτὸν ἐληλυθέναι. τι-
θέασι γὰρ φίλον τὸν βουλόμενον καὶ πράττοντα τἀγαθὰ
ἢ τὰ φαινόμενα ἐκείνου ἕνεκα, ἢ τὸν βουλόμενον εἶναι καὶ
(5) ζῆν τὸν φίλον αὐτοῦ χάριν· ὅπερ αἱ μητέρες πρὸς τὰ τέκ-
να πεπόνθασι, καὶ τῶν φίλων οἱ προσκεκρουκότες. οἳ δὲ
τὸν συνδιάγοντα καὶ ταὐτὰ αἱρούμενον, ἢ τὸν συναλγοῦντα
καὶ συγχαίροντα τῷ φίλῳ· μάλιστα δὲ καὶ τοῦτο περὶ
τὰς μητέρας συμβαίνει. τούτων δέ τινι καὶ τὴν φιλίαν
(10) ὁρίζονται. πρὸς ἑαυτὸν δὲ τούτων ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρ-
χει (τοῖς δὲ λοιποῖς, ᾗ τοιοῦτοι ὑπολαμβάνουσιν εἶναι·
ἔοικε δέ, καθάπερ εἴρηται, μέτρον ἑκάστων ἡ ἀρετὴ καὶ
ὁ σπουδαῖος εἶναι)· οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ, καὶ τῶν
αὐτῶν ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν· καὶ βούλεται
(15) δὴ ἑαυτῷ τἀγαθὰ καὶ τὰ φαινόμενα καὶ πράττει (τοῦ
γὰρ ἀγαθοῦ τἀγαθὸν διαπονεῖν) καὶ ἑαυτοῦ ἕνεκα (τοῦ
γὰρ διανοητικοῦ χάριν, ὅπερ ἕκαστος εἶναι δοκεῖ)· καὶ ζῆν
δὲ βούλεται ἑαυτὸν καὶ σῴζεσθαι, καὶ μάλιστα τοῦτο ᾧ
φρονεῖ. ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι, ἕκαστος δ’
(20) ἑαυτῷ βούλεται τἀγαθά, γενόμενος δ’ ἄλλος αἱρεῖται οὐ-
δεὶς πάντ’ ἔχειν [ἐκεῖνο τὸ γενόμενον] (ἔχει γὰρ καὶ νῦν ὁ
θεὸς τἀγαθόν) ἀλλ’ ὢν ὅ τι ποτ’ ἐστίν· δόξειε δ’ ἂν τὸ νοοῦν
ἕκαστος εἶναι ἢ μάλιστα. συνδιάγειν τε ὁ τοιοῦτος ἑαυτῷ
βούλεται· ἡδέως γὰρ αὐτὸ ποιεῖ· τῶν τε γὰρ πεπραγμέ-
(25) νων ἐπιτερπεῖς αἱ μνῆμαι, καὶ τῶν μελλόντων ἐλπίδες
ἀγαθαί, αἱ τοιαῦται δ’ ἡδεῖαι. καὶ θεωρημάτων δ’ εὐπορεῖ
τῇ διανοίᾳ. συναλγεῖ τε καὶ συνήδεται μάλισθ’ ἑαυτῷ·
πάντοτε γάρ ἐστι τὸ αὐτὸ λυπηρόν τε καὶ ἡδύ, καὶ οὐκ
ἄλλοτ’ ἄλλο· ἀμεταμέλητος γὰρ ὡς εἰπεῖν. τῷ δὴ πρὸς
(30) αὑτὸν ἕκαστα τούτων ὑπάρχειν τῷ ἐπιεικεῖ, πρὸς δὲ
τὸν φίλον ἔχειν ὥσπερ πρὸς αὑτόν (ἔστι γὰρ ὁ φίλος
ἄλλος αὐτός), καὶ ἡ φιλία τούτων εἶναί τι δοκεῖ, καὶ
φίλοι οἷς ταῦθ’ ὑπάρχει. πρὸς αὑτὸν δὲ πότερον ἔστιν ἢ
οὐκ ἔστι φιλία, ἀφείσθω ἐπὶ τοῦ παρόντος· δόξειε δ’ ἂν
(35) ταύτῃ εἶναι φιλία, ᾗ ἐστὶ δύο ἢ πλείω, ἐκ τῶν εἰρημέ-
[1166b] νων, καὶ ὅτι ἡ ὑπερβολὴ τῆς φιλίας τῇ πρὸς αὑτὸν ὁμοιοῦ-
ται. φαίνεται δὲ τὰ εἰρημένα καὶ τοῖς πολλοῖς ὑπάρχειν,
καίπερ οὖσι φαύλοις. ἆρ’ οὖν ᾗ τ’ ἀρέσκουσιν ἑαυτοῖς καὶ
ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, ταύτῃ μετέχουσιν αὐτῶν;
(5) ἐπεὶ τῶν γε κομιδῇ φαύλων καὶ ἀνοσιουργῶν οὐδενὶ ταῦθ’
ὑπάρχει, ἀλλ’ οὐδὲ φαίνεται. σχεδὸν δὲ οὐδὲ τοῖς φαύ-
λοις· διαφέρονται γὰρ ἑαυτοῖς, καὶ ἑτέρων μὲν ἐπιθυμοῦ-
σιν ἄλλα δὲ βούλονται, οἷον οἱ ἀκρατεῖς· αἱροῦνται γὰρ
ἀντὶ τῶν δοκούντων ἑαυτοῖς ἀγαθῶν εἶναι τὰ ἡδέα βλα-
(10) βερὰ ὄντα· οἳ δ’ αὖ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται
τοῦ πράττειν ἃ οἴονται ἑαυτοῖς βέλτιστα εἶναι. οἷς δὲ πολλὰ
καὶ δεινὰ πέπρακται καὶ διὰ τὴν μοχθηρίαν μισοῦνται, καὶ
φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτούς. ζητοῦσί τε οἱ
μοχθηροὶ μεθ’ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν·
(15) ἀναμιμνήσκονται γὰρ πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦθ’
ἕτερα ἐλπίζουσι, καθ’ ἑαυτοὺς ὄντες, μεθ’ ἑτέρων δ’ ὄντες
ἐπιλανθάνονται. οὐδέν τε φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν
πάσχουσι πρὸς ἑαυτούς. οὐδὲ δὴ συγχαίρουσιν οὐδὲ συναλ-
γοῦσιν οἱ τοιοῦτοι ἑαυτοῖς· στασιάζει γὰρ αὐτῶν ἡ ψυχή,
(20) καὶ τὸ μὲν διὰ μοχθηρίαν ἀλγεῖ ἀπεχόμενόν τινων, τὸ
δ’ ἥδεται, καὶ τὸ μὲν δεῦρο τὸ δ’ ἐκεῖσε ἕλκει ὥσπερ δια-
σπῶντα. εἰ δὲ μὴ οἷόν τε ἅμα λυπεῖσθαι καὶ ἥδεσθαι,
ἀλλὰ μετὰ μικρόν γε λυπεῖται ὅτι ἥσθη, καὶ οὐκ ἂν
ἐβούλετο ἡδέα ταῦτα γενέσθαι αὑτῷ· μεταμελείας γὰρ
(25) οἱ φαῦλοι γέμουσιν. οὐ δὴ φαίνεται ὁ φαῦλος οὐδὲ πρὸς
ἑαυτὸν φιλικῶς διακεῖσθαι διὰ τὸ μηδὲν ἔχειν φιλητόν. εἰ
δὴ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μοχθη-
ρίαν διατεταμένως καὶ πειρατέον ἐπιεικῆ εἶναι· οὕτω γὰρ
καὶ πρὸς ἑαυτὸν φιλικῶς ἂν ἔχοι καὶ ἑτέρῳ φίλος γένοιτο.
(30) Ἡ δ’ εὔνοια φιλικῷ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία·
γίνεται γὰρ εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα, φι-
λία δ’ οὔ. καὶ πρότερον δὲ ταῦτ’ εἴρηται. ἀλλ’ οὐδὲ φί-
λησίς ἐστιν. οὐ γὰρ ἔχει διάτασιν οὐδ’ ὄρεξιν, τῇ φιλήσει
δὲ ταῦτ’ ἀκολουθεῖ· καὶ ἡ μὲν φίλησις μετὰ συνηθείας, ἡ
(35) δ’ εὔνοια καὶ ἐκ προσπαίου, οἷον καὶ περὶ τοὺς ἀγωνιστὰς
[1167a] συμβαίνει· εὖνοι γὰρ αὐτοῖς γίνονται καὶ συνθέλουσιν, συμ-
πράξαιεν δ’ ἂν οὐδέν· ὅπερ γὰρ εἴπομεν, προσπαίως εὖνοι
γίνονται καὶ ἐπιπολαίως στέργουσιν. ἔοικε δὴ ἀρχὴ φιλίας
εἶναι, ὥσπερ τοῦ ἐρᾶν ἡ διὰ τῆς ὄψεως ἡδονή· μὴ γὰρ
(5) προησθεὶς τῇ ἰδέᾳ οὐδεὶς ἐρᾷ, ὁ δὲ χαίρων τῷ εἴδει οὐδὲν
μᾶλλον ἐρᾷ, ἀλλ’ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρου-
σίας ἐπιθυμῇ· οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τ’ εἶναι μὴ
εὔνους γενομένους, οἱ δ’ εὖνοι οὐδὲν μᾶλλον φιλοῦσιν· βού-
λονται γὰρ μόνον τἀγαθὰ οἷς εἰσὶν εὖνοι, συμπράξαιεν δ’
(10) ἂν οὐδέν, οὐδ’ ὀχληθεῖεν ὑπὲρ αὐτῶν. διὸ μεταφέρων φαίη
τις ἂν αὐτὴν ἀργὴν εἶναι φιλίαν, χρονιζομένην δὲ καὶ εἰς
συνήθειαν ἀφικνουμένην γίνεσθαι φιλίαν, οὐ τὴν διὰ τὸ
χρήσιμον οὐδὲ τὴν διὰ τὸ ἡδύ· οὐδὲ γὰρ εὔνοια ἐπὶ τού-
τοις γίνεται. ὁ μὲν γὰρ εὐεργετηθεὶς ἀνθ’ ὧν πέπονθεν
(15) ἀπονέμει τὴν εὔνοιαν, τὰ δίκαια δρῶν· ὁ δὲ βουλόμενός
τιν’ εὐπραγεῖν, ἐλπίδα ἔχων εὐπορίας δι’ ἐκείνου, οὐκ ἔοικ’
εὔνους ἐκείνῳ εἶναι, ἀλλὰ μᾶλλον ἑαυτῷ, καθάπερ οὐδὲ
φίλος, εἰ θεραπεύει αὐτὸν διά τινα χρῆσιν. ὅλως δ’ εὔ-
νοια δι’ ἀρετὴν καὶ ἐπιείκειάν τινα γίνεται, ὅταν τῳ φανῇ
(20) καλός τις ἢ ἀνδρεῖος ἤ τι τοιοῦτον, καθάπερ καὶ ἐπὶ τῶν
ἀγωνιστῶν εἴπομεν.

Φιλικὸν δὲ καὶ ἡ ὁμόνοια φαίνεται. διόπερ οὐκ ἔστιν
ὁμοδοξία· τοῦτο μὲν γὰρ καὶ ἀγνοοῦσιν ἀλλήλους ὑπάρξειεν
ἄν· οὐδὲ τοὺς περὶ ὁτουοῦν ὁμογνωμονοῦντας ὁμονοεῖν φα-
(25) σίν, οἷον τοὺς περὶ τῶν οὐρανίων (οὐ γὰρ φιλικὸν τὸ περὶ
τούτων ὁμονοεῖν), ἀλλὰ τὰς πόλεις ὁμονοεῖν φασίν, ὅταν
περὶ τῶν συμφερόντων ὁμογνωμονῶσι καὶ ταὐτὰ προαι-
ρῶνται καὶ πράττωσι τὰ κοινῇ δόξαντα. περὶ τὰ πρακτὰ
δὴ ὁμονοοῦσιν, καὶ τούτων περὶ τὰ ἐν μεγέθει καὶ ἐνδε-
(30) χόμενα ἀμφοῖν ὑπάρχειν ἢ πᾶσιν, οἷον αἱ πόλεις, ὅταν
πᾶσι δοκῇ τὰς ἀρχὰς αἱρετὰς εἶναι, ἢ συμμαχεῖν Λακε-
δαιμονίοις, ἢ ἄρχειν Πιττακὸν ὅτε καὶ αὐτὸς ἤθελεν. ὅταν
δ’ ἑκάτερος ἑαυτὸν βούληται, ὥσπερ οἱ ἐν ταῖς Φοινίσσαις,
στασιάζουσιν· οὐ γάρ ἐστιν ὁμονοεῖν τὸ αὐτὸ ἑκάτερον ἐννοεῖν
(35) ὁδήποτε, ἀλλὰ τὸ ἐν τῷ αὐτῷ, οἷον ὅταν καὶ ὁ δῆμος
[1167b] καὶ οἱ ἐπιεικεῖς τοὺς ἀρίστους ἄρχειν· οὕτω γὰρ πᾶσι γί-
νεται οὗ ἐφίενται. πολιτικὴ δὴ φιλία φαίνεται ἡ ὁμό-
νοια, καθάπερ καὶ λέγεται· περὶ τὰ συμφέροντα γάρ ἐστι
καὶ τὰ εἰς τὸν βίον ἥκοντα. ἔστι δ’ ἡ τοιαύτη ὁμόνοια
(5) ἐν τοῖς ἐπιεικέσιν· οὗτοι γὰρ καὶ ἑαυτοῖς ὁμονοοῦσι καὶ
ἀλλήλοις, ἐπὶ τῶν αὐτῶν ὄντες ὡς εἰπεῖν (τῶν τοιούτων
γὰρ μένει τὰ βουλήματα καὶ οὐ μεταρρεῖ ὥσπερ εὔριπος),
βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ
καὶ κοινῇ ἐφίενται. τοὺς δὲ φαύλους οὐχ οἷόν τε ὁμονοεῖν
(10) πλὴν ἐπὶ μικρόν, καθάπερ καὶ φίλους εἶναι, πλεονεξίας
ἐφιεμένους ἐν τοῖς ὠφελίμοις, ἐν δὲ τοῖς πόνοις καὶ ταῖς
λειτουργίαις ἐλλείποντας· ἑαυτῷ δ’ ἕκαστος βουλόμενος ταῦτα
τὸν πέλας ἐξετάζει καὶ κωλύει· μὴ γὰρ τηρούντων τὸ κοι-
νὸν ἀπόλλυται. συμβαίνει οὖν αὐτοῖς στασιάζειν, ἀλλήλους
(15) μὲν ἐπαναγκάζοντας, αὐτοὺς δὲ μὴ βουλομένους τὰ δίκαια
ποιεῖν.

Οἱ δ’ εὐεργέται τοὺς εὐεργετηθέντας δοκοῦσι μᾶλλον
φιλεῖν ἢ οἱ εὖ παθόντες τοὺς δράσαντας, καὶ ὡς παρὰ
λόγον γινόμενον ἐπιζητεῖται. τοῖς μὲν οὖν πλείστοις φαί-
(20) νεται ὅτι οἳ μὲν ὀφείλουσι τοῖς δὲ ὀφείλεται· καθάπερ οὖν
ἐπὶ τῶν δανείων οἱ μὲν ὀφείλοντες βούλονται μὴ εἶναι οἷς
ὀφείλουσιν, οἱ δὲ δανείσαντες καὶ ἐπιμελοῦνται τῆς τῶν
ὀφειλόντων σωτηρίας, οὕτω καὶ τοὺς εὐεργετήσαντας βού-
λεσθαι εἶναι τοὺς παθόντας ὡς κομιουμένους τὰς χάριτας,
(25) τοῖς δ’ οὐκ εἶναι ἐπιμελὲς τὸ ἀνταποδοῦναι. Ἐπίχαρμος
μὲν οὖν τάχ’ ἂν φαίη ταῦτα λέγειν αὐτοὺς ἐκ πονηροῦ
θεωμένους, ἔοικε δ’ ἀνθρωπικῷ· ἀμνήμονες γὰρ οἱ πολλοί,
καὶ μᾶλλον εὖ πάσχειν ἢ ποιεῖν ἐφίενται. δόξειε δ’ ἂν
φυσικώτερον εἶναι τὸ αἴτιον, καὶ οὐδ’ ὅμοιον τὸ περὶ τοὺς
(30) δανείσαντας· οὐ γάρ ἐστι φίλησις περὶ ἐκείνους, ἀλλὰ τοῦ
σῴζεσθαι βούλησις τῆς κομιδῆς ἕνεκα· οἱ δ’ εὖ πεποιηκότες
φιλοῦσι καὶ ἀγαπῶσι τοὺς πεπονθότας κἂν μηδὲν ὦσι
χρήσιμοι μηδ’ εἰς ὕστερον γένοιντ’ ἄν. ὅπερ καὶ ἐπὶ τῶν
τεχνιτῶν συμβέβηκεν· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ
(35) μᾶλλον ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου·
[1168a] μάλιστα δ’ ἴσως τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπερ-
αγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα, στέργοντες ὥσπερ
τέκνα. τοιούτῳ δὴ ἔοικε καὶ τὸ τῶν εὐεργετῶν· τὸ γὰρ εὖ
πεπονθὸς ἔργον ἐστὶν αὐτῶν· τοῦτο δὴ ἀγαπῶσι μᾶλλον ἢ
(5) τὸ ἔργον τὸν ποιήσαντα. τούτου δ’ αἴτιον ὅτι τὸ εἶναι πᾶσιν
αἱρετὸν καὶ φιλητόν, ἐσμὲν δ’ ἐνεργείᾳ (τῷ ζῆν γὰρ καὶ
πράττειν), ἐνεργείᾳ δὲ ὁ ποιήσας τὸ ἔργον ἔστι πως· στέργει
δὴ τὸ ἔργον, διότι καὶ τὸ εἶναι. τοῦτο δὲ φυσικόν· ὃ γάρ
ἐστι δυνάμει, τοῦτο ἐνεργείᾳ τὸ ἔργον μηνύει. ἅμα δὲ καὶ
(10) τῷ μὲν εὐεργέτῃ καλὸν τὸ κατὰ τὴν πρᾶξιν, ὥστε χαίρειν
ἐν ᾧ τοῦτο, τῷ δὲ παθόντι οὐδὲν καλὸν ἐν τῷ δράσαντι,
ἀλλ’ εἴπερ, συμφέρον· τοῦτο δ’ ἧττον ἡδὺ καὶ φιλητόν.
ἡδεῖα δ’ ἐστὶ τοῦ μὲν παρόντος ἡ ἐνέργεια, τοῦ δὲ μέλλοντος
ἡ ἐλπίς, τοῦ δὲ γεγενημένου ἡ μνήμη· ἥδιστον δὲ τὸ κατὰ
(15) τὴν ἐνέργειαν, καὶ φιλητὸν ὁμοίως. τῷ μὲν οὖν πεποιηκότι
μένει τὸ ἔργον (τὸ καλὸν γὰρ πολυχρόνιον), τῷ δὲ παθόντι
τὸ χρήσιμον παροίχεται. ἥ τε μνήμη τῶν μὲν καλῶν ἡδεῖα,
τῶν δὲ χρησίμων οὐ πάνυ ἢ ἧττον· ἡ προσδοκία δ’ ἀνάπα-
λιν ἔχειν ἔοικεν. καὶ ἡ μὲν φίλησις ποιήσει ἔοικεν, τὸ φι-
(20) λεῖσθαι δὲ τῷ πάσχειν· τοῖς ὑπερέχουσι δὲ περὶ τὴν πρᾶ-
ξιν ἕπεται τὸ φιλεῖν καὶ τὰ φιλικά. ἔτι δὲ τὰ ἐπιπό-
νως γενόμενα πάντες μᾶλλον στέργουσιν, οἷον καὶ τὰ χρή-
ματα οἱ κτησάμενοι τῶν παραλαβόντων· δοκεῖ δὲ τὸ μὲν
εὖ πάσχειν ἄπονον εἶναι, τὸ δ’ εὖ ποιεῖν ἐργῶδες. διὰ ταῦτα
(25) δὲ καὶ αἱ μητέρες φιλοτεκνότεραι· ἐπιπονωτέρα γὰρ ἡ γέν-
νησις, καὶ μᾶλλον ἴσασιν ὅτι αὑτῶν. δόξειε δ’ ἂν τοῦτο καὶ
τοῖς εὐεργέταις οἰκεῖον εἶναι.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου