Σάββατο 12 Φεβρουαρίου 2022

ΟΜΗΡΟΣ: Ἰλιάς (14.458-14.522)

Ὣς ἔφατ᾽, Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο·
Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε,
460 τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
καρπαλίμως δ᾽ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.
Πουλυδάμας δ᾽ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
λικριφὶς ἀΐξας, κόμισεν δ᾽ Ἀντήνορος υἱὸς
Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
465 τόν ῥ᾽ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,
νείατον ἀστράγαλον, ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε·
τοῦ δὲ πολὺ πρότερον κεφαλὴ στόμα τε ῥῖνές τε
οὔδει πλῆντ᾽ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
Αἴας δ᾽ αὖτ᾽ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·
470 «φράζεο Πουλυδάμα, καί μοι νημερτὲς ἐνίσπες,
ἦ ῥ᾽ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,
ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο,
ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.»
475 Ἦ ῥ᾽ εὖ γιγνώσκων, Τρῶας δ᾽ ἄχος ἔλλαβε θυμόν.
ἔνθ᾽ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρί,
ἀμφὶ κασιγνήτῳ βεβαώς· ὁ δ᾽ ὕφελκε ποδοῖιν.
τῷ δ᾽ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
«Ἀργεῖοι ἰόμωροι, ἀπειλάων ἀκόρητοι,
480 οὔ θην οἴοισίν γε πόνος τ᾽ ἔσεται καὶ ὀϊζὺς
ἡμῖν, ἀλλά ποθ᾽ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
φράζεσθ᾽ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
δηρὸν ἄτιτος ἔῃ· τῶ καί τίς τ᾽ εὔχεται ἀνὴρ
485 γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.»
Ὣς ἔφατ᾽, Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο·
Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
ὡρμήθη δ᾽ Ἀκάμαντος· ὁ δ᾽ οὐχ ὑπέμεινεν ἐρωὴν
Πηνελέωο ἄνακτος· ὁ δ᾽ οὔτασεν Ἰλιονῆα,
490 υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
τῷ δ᾽ ἄρ᾽ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
τὸν τόθ᾽ ὑπ᾽ ὀφρύος οὖτα κατ᾽ ὀφθαλμοῖο θέμεθλα,
ἐκ δ᾽ ὦσε γλήνην· δόρυ δ᾽ ὀφθαλμοῖο διαπρὸ
495 καὶ διὰ ἰνίου ἦλθεν, ὁ δ᾽ ἕζετο χεῖρε πετάσσας
ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
αὐτῇ σὺν πήληκι κάρη· ἔτι δ᾽ ὄβριμον ἔγχος
ἦεν ἐν ὀφθαλμῷ· ὁ δὲ φὴ κώδειαν ἀνασχὼν
500 πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·
«εἰπέμεναί μοι, Τρῶες, ἀγαυοῦ Ἰλιονῆος
πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·
οὐδὲ γὰρ ἡ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
505 ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.»
Ὣς φάτο, τοὺς δ᾽ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
Ἔσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι,
ὅς τις δὴ πρῶτος βροτόεντ᾽ ἀνδράγρι᾽ Ἀχαιῶν
510 ἤρατ᾽, ἐπεί ῥ᾽ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
Γυρτιάδην, Μυσῶν ἡγήτορα καρτεροθύμων·
Φάλκην δ᾽ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·
Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,
515 Τεῦκρος δὲ Προθόωνά τ᾽ ἐνήρατο καὶ Περιφήτην·
Ἀτρεΐδης δ᾽ ἄρ᾽ ἔπειθ᾽ Ὑπερήνορα, ποιμένα λαῶν,
οὖτα κατὰ λαπάρην, διὰ δ᾽ ἔντερα χαλκὸς ἄφυσσε
δῃώσας· ψυχὴ δὲ κατ᾽ οὐταμένην ὠτειλὴν
ἔσσυτ᾽ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
520 πλείστους δ᾽ Αἴας εἷλεν, Ὀϊλῆος ταχὺς υἱός·
οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.

***
Το καύχημά του επλήγωσε τα στήθη των Αργείων
και μάλιστα του Αίαντος του Τελαμωνιάδη
460 που εγγύς του έπεσε ο νεκρός· κι ευθύς την λόγχην ρίχνει
του Πολυδάμαντος εκεί που έφευγε, κι εκείνος
δίπλα πηδώντας ξέφυγε τον θάνατον και η λόγχη
επήρε τον Αρχέλοχον, του Αντήνορος αγόρι,
ότ᾽ οι θεοί τον όλεθρον εκείνου αποφασίσαν.
465 Τον κτύπησ᾽ όπου δένεται με το κεφάλι ο σβέρκος
μες στο σφονδύλι κι έκοψε και τα δυο νεύρα η λόγχη
και ως έπεσ᾽ εύρηκαν την γην καύκαλο, μύτη, στόμα,
πρώτα πολύ πριν σωριαστούν τα γόνατα και οι κνήμες.
Και ο Αίας τότ᾽ εφώναξε: «Μέτρα το, Πολυδάμα,
470 και την αλήθειαν λέγε μου· άνδρας δεν ήταν τούτος
άξιος του Προθοήνορος αντίτιμος να πέσει;
Αχρείος δεν μου φαίνεται μήτε από αχρείον γένος·
θα είν᾽ αγόρ᾽ ή αδελφός του Αντήνορος του ανδρείου.
Ότι πολύ την γενεάν εκείνου προσομοιάζει».
475 Και ό,τ᾽ είπ᾽ εγνώριζε καλά, κι επλήγωσε τους Τρώας·
κει τον Βοιώτιον πρόμαχον ελόγχισ᾽ ο Ακάμας
προστάτης του νεκρού αδελφού που εκείνος ποδοσέρνει.
Κι έσυρ᾽ ο Ακάμας κραυγητό, μεγάλως εκαυχήθη:
«Στα βέλη Αργείοι δοξαστοί, γενναίοι στες φοβέρες,
480 στο εξής δεν θα ᾽χουμεν εμείς τον μόχθον και τον θρήνον
μόνοι, αλλ᾽ ως έπεσεν αυτός, θα βρει και σας ο φόνος.
Σας έστρωσα τον Πρόμαχον στον ύπνον του θανάτου,
ογρήγορα να εκδικηθώ τον φόνον του αδελφού μου.
Για τούτο καθείς εύχεται, κάποιος ν᾽ απομείνει
485 αυτάδελφος, εκδικητής, αν συμφορά τον έβρει».
Το καύχημά του επλήγωσε στα σπλάχνα τους Αργείους,
μάλιστα τον Πηνέλαον· πετάχθη ο πολεμάρχος
εις τον Ακάμαντα, και αφού δεν δέχθη την ορμήν του,
τον Ιλιονέα κτύπησεν, αγόρι αγαπημένο
490 του πολυάρνου Φόρβαντος, που από τους Τρώας όλους
υπεραγάπησ᾽ ο Ερμής, και επλούτισε περίσσα.
Τον Ιλιονέα μόνο υιόν τού γέννησε η μητέρα·
κείνον κτυπά μες στου οφθαλμού τες ρίζες και το δόρυ
την κόρην βγάζει, του τρυπά τον οφθαλμόν και φθάνει
495 στο ζνίχι· κι έπεσεν αυτός με πετακτές αγκάλες.
Κι ευθύς σύρει ο Πηνέλαος το ακονισμένον ξίφος·
στην μέσην κόφτει τον λαιμόν και χάμω με το κράνος
κατρακυλά την κεφαλήν· κι ήταν στο μάτι ακόμα
η λόγχη· και το καύκαλο σηκώνει, ως παπαρούνα,
500 ψηλά των Τρώων δείχνει το και υπερηφάνως είπε:
«Να ειπείτε, ω Τρώες, χάριν μου, των ποθητών γονέων
του Ιλιονέως του λαμπρού στο σπίτι να τον κλάψουν·
και του Προμάχου ως και η γυνή του Αλεγηνορίδου
δεν θα δεχθεί περίχαρη τον ποθητόν της άνδρα,
505 όταν θα κάμουμε πανιά να φύγουμε απ᾽ την Τροίαν».
Είπε, και όλων έπιασε τα γόνατα τρομάρα,
και από τον όλεθρον καθείς πώς να ξεφύγει εκοίτα.
Μούσες, του Ολύμπου κάτοικες, διδάξετέ με τώρα,
ποιος πρώτος απ᾽ τους Αχαιούς με λάφυρα εδοξάσθη
510 αφού την μάχην έκλινεν σ᾽ αυτούς ο κοσμοσείστης.
Πρώτος τον Ύρτιον κτύπησεν ο Τελαμώνιος Αίας,
τον Γυρτιάδην των Μυσών των ανδρειωμένων άρχον·
τον Μέρμερον ο Αντίλοχος φονεύει και τον Φάλκην·
τον Μόρυν και Ιπποτίωνα βροντά ο Μηριόνης
515 και ο Τεύκρος τον Προθόωνα και ομού τον Περιφήτην,
Τον άρχον Υπερήνορα εκτύπησεν ο Ατρείδης
εις την λαπάραν κι έφαγε τα σπλάχνα μέσα η λόγχη·
και από την ανοικτήν πληγήν επέταξε η ψυχή του
με ορμήν πολλήν, κι εσκέπασε τους οφθαλμούς του σκότος·
520 πολλούς ακόμη έστρωσεν ο γρήγορος Οϊλείδης,
ο μόνος με τα πόδια του καλός να καταφθάσει
τους άνδρες, όταν στην ψυχήν τρόμον τους βάλει ο Δίας.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου