Τρίτη 25 Ιανουαρίου 2022

ΟΜΗΡΟΣ: Ἰλιάς (13.155-13.230)

155 Ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
Δηΐφοβος δ᾽ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
Πριαμίδης, πρόσθεν δ᾽ ἔχεν ἀσπίδα πάντοσ᾽ ἐΐσην,
κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
Μηριόνης δ᾽ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
160 καὶ βάλεν, οὐδ᾽ ἀφάμαρτε, κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
ταυρείην· τῆς δ᾽ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
ἀσπίδα ταυρείην σχέθ᾽ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γ᾽ ἥρως
165 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ᾽ αἰνῶς
ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
Οἱ δ᾽ ἄλλοι μάρναντο, βοὴ δ᾽ ἄσβεστος ὀρώρει.
170 Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα,
Ἴμβριον αἰχμητήν, πολυΐππου Μέντορος υἱόν·
ναῖε δὲ Πήδαιον, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
175 ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
ναῖε δὲ πὰρ Πριάμῳ· ὁ δέ μιν τίεν ἶσα τέκεσσι.
τόν ῥ᾽ υἱὸς Τελαμῶνος ὑπ᾽ οὔατος ἔγχεϊ μακρῷ
νύξ᾽, ἐκ δ᾽ ἔσπασεν ἔγχος· ὁ δ᾽ αὖτ᾽ ἔπεσεν μελίη ὥς,
ἥ τ᾽ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
180 χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
Τεῦκρος δ᾽ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
Ἕκτωρ δ᾽ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
185 τυτθόν· ὁ δ᾽ Ἀμφίμαχον, Κτεάτου υἷ᾽ Ἀκτορίωνος,
νισόμενον πόλεμόνδε κατὰ στῆθος βάλε δουρί·
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Ἕκτωρ δ᾽ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
190 Αἴας δ᾽ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
Ἕκτορος· ἀλλ᾽ οὔ πῃ χροὸς εἴσατο, πᾶς δ᾽ ἄρα χαλκῷ
σμερδαλέῳ κεκάλυφθ᾽· ὁ δ᾽ ἄρ᾽ ἀσπίδος ὀμφαλὸν οὖτα,
ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὁ δὲ χάσσατ᾽ ὀπίσσω
νεκρῶν ἀμφοτέρων, τοὺς δ᾽ ἐξείρυσσαν Ἀχαιοί.
195 Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεύς,
ἀρχοὶ Ἀθηναίων, κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
Ἴμβριον αὖτ᾽ Αἴαντε, μεμαότε θούριδος ἀλκῆς,
ὥς τε δύ᾽ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνά,
200 ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
τεύχεα συλήτην· κεφαλὴν δ᾽ ἁπαλῆς ἀπὸ δειρῆς
κόψεν Ὀϊλιάδης, κεχολωμένος Ἀμφιμάχοιο,
ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι᾽ ὁμίλου·
205 Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
Καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδε᾽ ἔτευχεν.
210 Ἰδομενεὺς δ᾽ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν,
ἐρχόμενος παρ᾽ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
ἦλθε κατ᾽ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
τὸν μὲν ἑταῖροι ἔνεικαν, ὁ δ᾽ ἰητροῖς ἐπιτείλας
ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
215 ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων,
εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι,
ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ᾽ ὣς τίετο δήμῳ·
«Ἰδομενεῦ, Κρητῶν βουληφόρε, ποῦ τοι ἀπειλαὶ
220 οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;»
Τὸν δ᾽ αὖτ᾽ Ἰδομενεύς, Κρητῶν ἀγός, ἀντίον ηὔδα·
«ὦ Θόαν, οὔ τις ἀνὴρ νῦν γ᾽ αἴτιος, ὅσσον ἔγωγε
γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
οὔτε τινὰ δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνῳ
225 εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι,
νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς.
ἀλλά, Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
ὀτρύνεις δὲ καὶ ἄλλον, ὅθι μεθιέντα ἴδηαι·
230 τῶ νῦν μήτ᾽ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.»

***
155 Είπε, και εις όλους άναψε το θάρρος της ανδρείας.
Και μεταξύ τους μ᾽ έπαρσιν προχώρει ο Πριαμίδης
Δηίφοβος την κυκλωτήν προβάλλοντας ασπίδα
και διασκελούσεν ελαφρά μ᾽ εκείνην σκεπασμένος.
Με ακόντι τον σημάδευσεν αντίκρυ ο Μηριόνης·
160 δεν έσφαλεν, αλλ᾽ έβρηκε την ταύρινην ασπίδα
και δεν την διεπέρασε και το μακρύ κοντάρι
κάτω απ᾽ την λόγχην κόπηκε· κι εκείνος την ασπίδα
εμάκρυνε απ᾽ το σώμα του, του ανδρείου Μηριόνη
το λόγχισμα φοβούμενος· και τότ᾽ εσύρθ᾽ ο ήρως
165 στον λόχον των συντρόφων του, κι εχόλωσε η ψυχή του
ότι την νίκην έχασε και το κοντάρι εκόπη.
Κι εχύθη ευθύς διαβαίνοντας των Αχαιών τα πλοία
απ᾽ την σκηνήν άλλο μακρύ κοντάρι να σηκώσει.
Κι οι άλλοι μ᾽ ατελεύτητην βοήν επολεμούσαν,
170 πρώτος ο Τεύκρος φόνευσε τον Ίμβριον, που ήταν γόνος
του πολυΐππου Μέντορος και αυτός πριν του πολέμου
έμενεν εις το Πήδαιον, και την Μηδεσικάστην,
την κόρην είχε νυμφευθεί την νόθην του Πριάμου.
Και ότ᾽ έφθασαν των Δαναών τα ισόπλευρα καράβια
175 στην Ίλιον ήλθε κι έλαμπε με τους καλούς των Τρώων,
και ο Πρίαμος στο σπίτι του τον έβλεπε ως υιόν του.
Κάτω απ᾽ τ᾽ αυτί τον τρύπησεν ο Τεύκρος με την λόγχην
και οπίσω την ανέσπασεν· και ως μέλεγος, που σ᾽ άκρην
όρους μακρόθεν φανερού χαλκός τον ξεριζώνει,
180 σμίγει με την γην κλίνοντας τα τρυφερά του φύλλα,
έπεσε αυτός κι εβρόντησαν επάνω τ᾽ άρματά του.
Κι επάνω του ως εχύνονταν να τον γυμνώσει ο Τεύκρος,
ο Έκτωρ τον ακόντισε· τον είδ᾽ αυτός και μόλις
εξέφυγε τον χάλκινο κοντάρι· τότ᾽ ο Έκτωρ
185 το τέκνον του Ακτορίωνος Κτεάτου μες στο στήθος
λόγχισε, τον Αμφίμαχον, που ορμούσεν εις την μάχην
και κάτω εβρόντησε νεκρός και ηχούσαν τ᾽ άρματά του.
Τον Έκτορα, ως εχύνετο το κράνος ν᾽ αφαιρέσει
του Αμφιμάχου, ελόγχισεν ο Τελαμωνιάδης·
190 στην σάρκα όμως δεν έφθασεν. Ως τρομερά τον ζώναν
όλον τα χάλκιν᾽ άρματα· μόνον μες στης ασπίδος
τον ομφαλόν τον κτύπησε, με δύναμιν μεγάλην
τον έσπρωξε, ώστ᾽ εσύρθη αυτός των δυο νεκρών οπίσω,
και οι Δαναοί τους έσυραν· ο Μενεσθεύς ο θείος
195 με τον Στιχίον, αρχηγοί κι οι δυο των Αθηναίων,
έφεραν εις τους Αχαιούς το σώμα του Αμφιμάχου.
Τον Ίμβριον οι Αίαντες, ως αίγα δυο λεοντάρια,
που από τους σκύλους άρπαξαν, την φέρουν στα σιαγόνια
κρατώντας την ψηλά απ᾽ την γην ανάμεσα στα δάση,
200 ομοίως τότ᾽ οι Αίαντες εκείνον εκρατούσαν
ψηλά· και τον εγύμνωναν, και ο ήρως Οϊλιάδης
έκοψε από τον απαλόν λαιμόν του το κεφάλι,
τόσον πολύ τον χόλωσεν ο φόνος του Αντιμάχου,
και ως σφαίραν το εσφενδόνισεν ανάμεσα στα πλήθη.
205 Κι έπεσ᾽ εμπρός στου Έκτορος τα πόδια μες στο χώμα.
Και τότε οργήν αισθάνθηκεν ο Ποσειδών και πόνον
που ο ποθητός του ανεψιός φονεύθη στον αγώνα·
κι εγύριζε των Αχαιών ανάμεσα στα πλοία
να τους θαρρύνει και όλεθρον των Τρώων να γεννήσει.
210 Ο δοξαστός Ιδομενεύς εκεί τον απαντούσε,
που ερχόταν από σύντροφον μ᾽ ακόντι λαβωμένον
στο γόνα και τον έφεραν οι σύντροφοι απ᾽ την μάχην.
Τον σύστησε στους ιατρούς και αυτός εις την σκηνήν του
επήγαινε ολοπρόθυμος να πολεμήσει ακόμη.
215 Εις αυτόν είπε ο Ποσειδών με την φωνήν που επήρε
του Ανδραιμονίδη Θόαντος, οπού στην Καλυδώνα
βασίλευε των Αιτωλών και στην Πλευρώνα όλων,
και τον τιμούσαν ως θεόν: «Ειπέ μου, Ιδομενέα,
ω βουληφόρε των Κρητών, οι τρομεροί τι εγίναν
220 φοβερισμοί που οι Δαναοί φοβέριζαν τους Τρώας;»
Και των Κρητών ο αρχηγός, ο Ιδομενεύς αντείπεν:
«Θνητός δεν πταίει, Θόαντα, κανείς, όσο γνωρίζω
εγώ, και όλ᾽ ηξεύρομεν το έργον του πολέμου·
κανείς δεν ολιγοψυχεί, κανένας από φόβον
225 να ξετινάξει δεν ζητεί το βάρος του πολέμου·
πλην θέλει ο μεγαδύναμος, ως φαίνεται, ο Κρονίδης
μακράν απ᾽ τ᾽ Άργος όλοι εδώ αδόξως να χαθούμε.
Αλλά συ, Θόαντ᾽, άφοβος πολεμιστής ως πρώτα
που και άλλους, αν τους έβλεπες οκνούς, παρακινούσες,
230 σήκωνε τώρα την φωνήν τους άνδρες να εμψυχώσεις».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου