ΓΥ. ὡς φιλόπολίς τίς ἐσθ᾽ ὁ δαίμων καὶ σοφός.
ΚΑ. μετὰ τοῦτο τῷ Πλούτῳ ᾽τι παρεκαθέζετο,
καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
730 τὰ βλέφαρα περιέψησεν. ἡ Πανάκεια δὲ
κατεπέτασ᾽ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
καὶ πᾶν τὸ πρόσωπον· εἶθ᾽ ὁ θεὸς ἐπόππυσεν.
ἐξῃξάτην οὖν δύο δράκοντ᾽ ἐκ τοῦ νεὼ
ὑπερφυεῖ τὸ μέγεθος. ΓΥ. ὦ φίλοι θεοί.
735 ΚΑ. τούτω δ᾽ ὑπὸ τὴν φοινικίδ᾽ ὑποδύνθ᾽ ἡσυχῇ
τὰ βλέφαρα περιέλειχον, ὥς γέ μοὐδόκει·
καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
ὁ Πλοῦτος, ὦ δέσποιν᾽, ἀνειστήκει βλέπων·
ἐγὼ δὲ τὼ χεῖρ᾽ ἀνεκρότησ᾽ ὑφ᾽ ἡδονῆς
740 τὸν δεσπότην τ᾽ ἤγειρον. ὁ θεὸς δ᾽ εὐθέως
ἠφάνισεν αὐτὸν οἵ τ᾽ ὄφεις εἰς τὸν νεών.
οἱ δ᾽ ἐγκατακείμενοι παρ᾽ αὐτῷ πῶς δοκεῖς
τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ᾽ ὅλην
ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
745 ἐγὼ δ᾽ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,
ὅτι βλέπειν ἐπόησε τὸν Πλοῦτον ταχύ,
τὸν δὲ Νεοκλείδην μᾶλλον ἐπόησεν τυφλόν.
ΓΥ. ὅσην ἔχεις τὴν δύναμιν, ὦναξ δέσποτα.
ἀτὰρ φράσον μοι, ποῦ ᾽σθ᾽ ὁ Πλοῦτος; ΚΑ. ἔρχεται.
750 ἀλλ᾽ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.
οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον
ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ
ἐδεξιοῦνθ᾽ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·
ὅσοι δ᾽ ἐπλούτουν οὐσίαν τ᾽ εἶχον συχνὴν
755 οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,
ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θ᾽ ἅμα.
οἱ δ᾽ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι
γελῶντες, εὐφημοῦντες· ἐκτυπεῖτο δὲ
ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
760 ἀλλ᾽ εἶ᾽, ἁπαξάπαντες ἐξ ἑνὸς λόγου
ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε·
οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,
ὡς ἄλφιτ᾽ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.
ΓΥ. νὴ τὴν Ἑκάτην, κἀγὼ δ᾽ ἀναδῆσαι βούλομαι
765 εὐαγγέλιά σε κριβανιτῶν ὁρμαθῷ
τοιαῦτ᾽ ἀπαγγείλαντα. ΚΑ. μή νυν μέλλ᾽ ἔτι,
ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.
ΓΥ. φέρε νυν, ἰοῦσ᾽ εἴσω κομίσω καταχύσματα
ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.
770 ΚΑ. ἐγὼ δ᾽ ἀπαντῆσαί γ᾽ ἐκείνοις βούλομαι.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου