ΠΕ. γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε,
455 ἐπ᾽ αὐτοφώρῳ δεινὰ δρῶντ᾽ εἰλημμένω;
ΧΡ. σὺ δ᾽, ὦ κάκιστ᾽ ἀπολουμένη, τί λοιδορεῖ
ἡμῖν προσελθοῦσ᾽ οὐδ᾽ ὁτιοῦν ἀδικουμένη;
ΠΕ. οὐδὲν γάρ, ὢ πρὸς τῶν θεῶν, νομίζετε
ἀδικεῖν με τὸν Πλοῦτον ποεῖν πειρωμένω
460 βλέψαι πάλιν; ΧΡ. τί οὖν ἀδικοῦμεν τοῦτό σε,
εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
ἀγαθόν; ΠΕ. τί δ᾽ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ᾽; ΧΡ. ὅ τι;
σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.
ΠΕ. ἔμ᾽ ἐκβαλόντες; καὶ τί ἂν νομίζετε
465 κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώποις; ΧΡ. ὅ τι;
εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.
ΠΕ. καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην
ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
470 ὑμῖν δι᾽ ἐμέ τε ζῶντας ὑμᾶς... — εἰ δὲ μή,
ποεῖτον ἤδη τοῦθ᾽ ὅ τι ἂν ὑμῖν δοκῇ.
ΧΡ. ταυτὶ σὺ τολμᾷς, ὦ μιαρωτάτη, λέγειν;
ΠΕ. καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως
ἅπανθ᾽ ἁμαρτάνοντά σ᾽ ἀποδείξειν ἐγώ,
475 εἰ τοὺς δικαίους φῂς ποήσειν πλουσίους.
ΧΡ. ὦ τύμπανα καὶ κύφωνες, οὐκ ἀρήξετε;
ΠΕ. οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
ΧΡ. καὶ τίς δύναιτ᾽ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ
τοιαῦτ᾽ ἀκούων; ΠΕ. ὅστις ἐστὶν εὖ φρονῶν.
480 ΧΡ. τί δῆτά σοι τίμημ᾽ ἐπιγράψω τῇ δίκῃ,
ἐὰν ἁλῷς; ΠΕ. ὅ τι σοι δοκεῖ. ΧΡ. καλῶς λέγεις.
ΠΕ. τὸ γὰρ αὔτ᾽, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.
ΧΡ. ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;
ΒΛ. ταύτῃ γε· νῷν δὲ δύ᾽ ἀποχρήσουσιν μόνω.
485 ΠΕ. οὐκ ἂν φθάνοιτε τοῦτο πράττοντες· τί γὰρ
ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου