ΑΝΔΟΚ 1.1–10
Προοίμιον: Επιζητώντας την εύνοια των δικαστών – Η πρόθεσις του λόγου
Σε αυτήν τη δίκη ο Ανδοκίδης επιχειρεί να αντικρούσει την ἔνδειξιν ἀσεβείας, δηλαδή την κατηγορία ότι παραβίασε το διάταγμα του Ισοτιμίδη, που απαγόρευε στους ασεβείς να εισέρχονται στα ιερά και να παρευρίσκονται στα Ελευσίνια Μυστήρια. Θυμίζουμε ότι ο ρήτορας είχε κατηγορηθεί για την υπόθεση της διακωμώδησης των μυστηρίων στην υπόθεση των Ερμοκοπιδών, που συγκλόνισε την Αθήνα κατά το 415 π.Χ., οπότε φυλακίστηκε και εξορίστηκε.
[1] Τὴν μὲν παρασκευήν, ὦ ἄνδρες, καὶ τὴν προθυμίαν
τῶν ἐχθρῶν τῶν ἐμῶν, ὥστ’ ἐμὲ κακῶς ποιεῖν ἐκ παντὸς
τρόπου, καὶ δικαίως καὶ ἀδίκως, ἐξ ἀρχῆς ἐπειδὴ τάχιστα
ἀφικόμην εἰς τὴν πόλιν ταυτηνί, σχεδόν τι πάντες ἐπίστα-
σθε, καὶ οὐδὲν δεῖ περὶ τούτων πολλοὺς λόγους ποιεῖσθαι·
ἐγὼ δέ, ὦ ἄνδρες, δεήσομαι ὑμῶν δίκαια καὶ ὑμῖν τε ῥᾴδια
χαρίζεσθαι καὶ ἐμοὶ ἄξια πολλοῦ τυχεῖν παρ’ ὑμῶν. [2] καὶ
πρῶτον μὲν ἐνθυμηθῆναι ὅτι νῦν ἐγὼ ἥκω οὐδεμιᾶς μοι
ἀνάγκης οὔσης παραμεῖναι, οὔτ’ ἐγγυητὰς καταστήσας
οὔθ’ ὑπὸ δεσμῶν ἀναγκασθείς, πιστεύσας δὲ μάλιστα μὲν
τῷ δικαίῳ, ἔπειτα δὲ καὶ ὑμῖν, γνώσεσθαι τὰ δίκαια καὶ
μὴ περιόψεσθαί με ἀδίκως ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν
διαφθαρέντα, ἀλλὰ πολὺ μᾶλλον σώσειν δικαίως κατά τε
τοὺς νόμους τοὺς ὑμετέρους καὶ τοὺς ὅρκους οὓς ὑμεῖς
ὀμόσαντες μέλλετε τὴν ψῆφον οἴσειν.
[3] Εἰκότως δ’ ἄν, ὦ ἄνδρες, τὴν αὐτὴν γνώμην ἔχοιτε περὶ
τῶν ἐθελοντῶν εἰς τοὺς κινδύνους καθισταμένων, ἥνπερ
αὐτοὶ περὶ αὑτῶν ἔχουσιν. ὁπόσοι μὲν γὰρ μὴ ἠθέλησαν
ὑπομεῖναι καταγνόντες αὑτῶν ἀδικίαν, εἰκότως τοι καὶ
ὑμεῖς τοιαῦτα περὶ αὐτῶν γιγνώσκετε οἷά περ καὶ αὐτοὶ
περὶ σφῶν αὐτῶν ἔγνωσαν· ὁπόσοι δὲ πιστεύσαντες
μηδὲν ἀδικεῖν ὑπέμειναν, δίκαιοί ἐστε καὶ ὑμεῖς περὶ
τούτων τοιαύτην ἔχειν τὴν γνώμην οἵαν περ καὶ αὐτοὶ
περὶ αὑτῶν ἔσχον, καὶ μὴ προκαταγιγνώσκειν ἀδικεῖν.
[4] αὐτίκα ἐγὼ πολλῶν μοι ἀπαγγελλόντων ὅτι λέγοιεν οἱ
ἐχθροὶ ὡς ἄρα ἐγὼ οὔτ’ ἂν ὑπομείναιμι οἰχήσομαί τε
φεύγων, —«τί γὰρ ἂν καὶ βουλόμενος Ἀνδοκίδης ἀγῶνα
τοσοῦτον ὑπομείνειεν, ᾧ ἔξεστι μὲν ἀπελθόντι ἐντεῦθεν
ἔχειν πάντα τὰ ἐπιτήδεια, ἔστι δὲ ἀποπλεύσαντι εἰς Κύπρον,
ὅθεν περ ἥκει, γῆ πολλὴ καὶ ἀγαθὴ διδομένη καὶ δωρεὰν
ὑπάρχουσα; οὗτος ἄρα βουλήσεται περὶ τοῦ σώματος τοῦ
ἑαυτοῦ κινδυνεῦσαι; εἰς τί ἀποβλέψας; οὐχ ὁρᾷ τὴν πόλιν
ἡμῶν ὡς διάκειται;» ἐγὼ δέ, ὦ ἄνδρες, πολὺ τὴν ἐναντίαν
τούτοις γνώμην ἔχω. [5] ἄλλοθί τε γὰρ ὢν πάντα τὰ ἀγαθὰ
ἔχειν στερόμενος τῆς πατρίδος οὐκ ἂν δεξαίμην· τῆς <τε>
πόλεως οὕτω διακειμένης ὥσπερ αὐτοὶ οἱ ἐχθροὶ λέγουσι,
πολύ γ’ ἂν αὐτῆς μᾶλλον ἐγὼ πολίτης δεξαίμην εἶναι ἢ
ἑτέρων πόλεων, αἳ ἴσως πάνυ μοι δοκοῦσιν ἐν τῷ παρόντι
εὐτυχεῖν, ἅπερ γιγνώσκων ἐπέτρεψα διαγνῶναι ὑμῖν περὶ
τοῦ σώματος τοῦ ἐμαυτοῦ.
[6] Αἰτοῦμαι οὖν ὑμᾶς, ὦ ἄνδρες, εὔνοιαν πλείω παρα-
σχέσθαι ἐμοὶ τῷ ἀπολογουμένῳ ἢ τοῖς κατηγόροις,
εἰδότας ὅτι κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἀνάγκη τὸν ἀπολο-
γούμενον ἔλαττον ἔχειν. οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου
ἐπιβουλεύσαντες καὶ συνθέντες, αὐτοὶ ἄνευ κινδύνων
ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο· ἐγὼ δὲ μετὰ δέους
καὶ κινδύνου καὶ διαβολῆς τῆς μεγίστης τὴν ἀπολογίαν
ποιοῦμαι. εἰκὸς οὖν ὑμᾶς ἐστιν εὔνοιαν πλείω παρασχέ-
σθαι ἐμοὶ ἢ τοῖς κατηγόροις.
[7] Ἔτι δὲ καὶ τόδε ἐνθυμητέον, ὅτι πολλοὶ ἤδη πολλὰ
καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν
ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑμᾶς πολὺ ἂν ἥδιον δίκην
λαβεῖν παρὰ τῶν κατηγόρων ἢ παρὰ τῶν κατηγορου-
μένων· οἱ δὲ αὖ, μαρτυρήσαντες τὰ ψευδῆ ἀδίκως ἀνθρώ-
πους ἀπολέσαντες, ἑάλωσαν παρ’ ὑμῖν ψευδομαρτυρίων,
ἡνίκ’ οὐδὲν ἦν ἔτι πλέον τοῖς πεπονθόσιν. ὁπότ’ οὖν ἤδη
πολλὰ τοιαῦτα γεγένηται, εἰκὸς ὑμᾶς ἐστι μήπω τοὺς
τῶν κατηγόρων λόγους πιστοὺς ἡγεῖσθαι. εἰ μὲν γὰρ δεινὰ
κατηγόρηται ἢ μή, οἷόν τε γνῶναι ἐκ τῶν τοῦ κατηγόρου
λόγων· εἰ δὲ ἀληθῆ ταῦτά ἐστιν ἢ ψευδῆ, οὐχ οἷόν τε ὑμᾶς
πρότερον εἰδέναι πρὶν ἂν καὶ ἐμοῦ ἀκούσητε ἀπολογουμένου.
[8] Σκοπῶ μὲν οὖν ἔγωγε, ὦ ἄνδρες, πόθεν χρὴ ἄρξασθαι
τῆς ἀπολογίας, πότερον ἐκ τῶν τελευταίων λόγων, ὡς
παρανόμως με ἐνέδειξαν, ἢ περὶ τοῦ ψηφίσματος τοῦ
Ἰσοτιμίδου, ὡς ἄκυρόν ἐστιν, ἢ περὶ τῶν νόμων καὶ τῶν
ὅρκων τῶν γεγενημένων, εἴτε καὶ ἐξ ἀρχῆς ὑμᾶς διδάξω
τὰ γεγενημένα. ὃ δέ με ποιεῖ μάλιστ’ ἀπορεῖν, ἐγὼ ὑμῖν
ἐρῶ, ὅτι οὐ πάντες ἴσως ἐπὶ πᾶσι τοῖς κατηγορουμένοις
ὁμοίως ὀργίζεσθε, ἀλλ’ ἕκαστός τι ὑμῶν ἔχει πρὸς ὃ βού-
λοιτο ἄν με πρῶτον ἀπολογεῖσθαι· ἅμα δὲ περὶ πάντων
εἰπεῖν ἀδύνατον. κράτιστον οὖν μοι εἶναι δοκεῖ ἐξ ἀρχῆς
ὑμᾶς διδάσκειν πάντα τὰ γενόμενα καὶ παραλείπειν μηδέν.
ἂν γὰρ ὀρθῶς μάθητε τὰ πραχθέντα, ῥᾳδίως γνώσεσθ’ ἅ
μου κατεψεύσαντο οἱ κατήγοροι.
[9] Τὰ μὲν οὖν δίκαια γιγνώσκειν ὑμᾶς ἡγοῦμαι καὶ αὐτοὺς
παρεσκευάσθαι, οἷσπερ ἐγὼ πιστεύσας ὑπέμεινα, ὁρῶν
ὑμᾶς καὶ ἐν τοῖς ἰδίοις καὶ ἐν τοῖς δημοσίοις περὶ πλείστου
τοῦτο ποιουμένους, ψηφίζεσθαι κατὰ τοὺς ὅρκους· ὅπερ καὶ
συνέχει μόνον τὴν πόλιν, ἀκόντων τῶν οὐ βουλομένων
ταῦτα οὕτως ἔχειν. τάδε δὲ ὑμῶν δέομαι, μετ’ εὐνοίας μου
τὴν ἀκρόασιν τῆς ἀπολογίας ποιήσασθαι, καὶ μήτ’ ἐμοὶ
ἀντιδίκους καταστῆναι μήτε ὑπονοεῖν τὰ λεγόμενα μήτε
ῥήματα θηρεύειν, ἀκροασαμένους δὲ διὰ τέλους τῆς ἀπο-
λογίας τότε ἤδη ψηφίζεσθαι τοῦτο ὅ τι ἂν ὑμῖν αὐτοῖς
ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι. [10] ὥσπερ δὲ καὶ
προεῖπον ὑμῖν, ὦ ἄνδρες, ἐξ ἀρχῆς περὶ πάντων ποιήσομαι
τὴν ἀπολογίαν, πρῶτον μὲν περὶ αὐτῆς τῆς αἰτίας ὅθεν περ
ἡ ἔνδειξις ἐγένετο, διόπερ εἰς τὸν ἀγῶνα τόνδε κατέστην,
περὶ τῶν μυστηρίων ὡς οὔτ’ ἐμοὶ ἠσέβηται οὐδὲν οὔτε
μεμήνυται οὔθ’ ὡμολόγηται, οὐδ’ οἶδα τοὺς μηνύσαντας
ὑμῖν περὶ αὐτῶν οὔτ’ εἰ ψευδῆ οὔτ’ εἰ ἀληθῆ ἐμήνυσαν·
ταῦθ’ ὑμᾶς διδάξω.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου