Σάββατο 4 Δεκεμβρίου 2021

ΟΜΗΡΟΣ: Ἰλιάς (7.244-7.302)

Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
245 καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ᾽ αὐτῷ.
ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
ἐν τῇ δ᾽ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
250 καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην.
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος· ὁ δ᾽ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
255 τὼ δ᾽ ἐκσπασσαμένω δολίχ᾽ ἔγχεα χερσὶν ἅμ᾽ ἄμφω
σύν ῥ᾽ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν,
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
οὐδ᾽ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
260 Αἴας δ᾽ ἀσπίδα νύξεν ἐπάλμενος· ἡ δὲ διαπρὸ
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
τμήδην δ᾽ αὐχέν᾽ ἐπῆλθε, μέλαν δ᾽ ἀνεκήκιεν αἷμα.
ἀλλ᾽ οὐδ᾽ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
ἀλλ᾽ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
265 κείμενον ἐν πεδίῳ, μέλανα, τρηχύν τε μέγαν τε·
τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
μέσσον ἐπομφάλιον· περιήχησεν δ᾽ ἄρα χαλκός.
δεύτερος αὖτ᾽ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
ἧκ᾽ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν᾽ ἀπέλεθρον,
270 εἴσω δ᾽ ἀσπίδ᾽ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
βλάψε δέ οἱ φίλα γούναθ᾽· ὁ δ᾽ ὕπτιος ἐξετανύσθη
ἀσπίδι ἐγχριμφθείς· τὸν δ᾽ αἶψ᾽ ὤρθωσεν Ἀπόλλων.
καί νύ κε δὴ ξιφέεσσ᾽ αὐτοσχεδὸν οὐτάζοντο,
εἰ μὴ κήρυκες, Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
275 ἦλθον, ὁ μὲν Τρώων, ὁ δ᾽ Ἀχαιῶν χαλκοχιτώνων,
Ταλθύβιός τε καὶ Ἰδαῖος, πεπνυμένω ἄμφω·
μέσσῳ δ᾽ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
κῆρυξ Ἰδαῖος, πεπνυμένα μήδεα εἰδώς·
«μηκέτι, παῖδε φίλω, πολεμίζετε μηδὲ μάχεσθον·
280 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
ἄμφω δ᾽ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
νὺξ δ᾽ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
«Ἰδαῖ᾽, Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
285 αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.»
Τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
Αἶαν, ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
καὶ πινυτήν, περὶ δ᾽ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
290 νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
σήμερον· ὕστερον αὖτε μαχησόμεθ᾽, εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ᾽ ἑτέροισί γε νίκην.
νὺξ δ᾽ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
ὡς σύ τ᾽ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
295 σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
δῶρα δ᾽ ἄγ᾽ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
300 ὄφρα τις ὧδ᾽ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
“ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
ἠδ᾽ αὖτ᾽ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.”»

***
Είπε και το μακρόσκιον ετίναξε κοντάρι.
245 Και την φρικτήν του Αίαντος εκτύπησεν ασπίδα
και τον χαλκόν που όγδοος επτά σκεπάζει δίπλες·
τες έξι δίπλες έσχισε κι εστάθη στην εβδόμην
της λόγχης ο σκληρός χαλκός· και δεύτερος ο Αίας
ο θείος το μακρόσκιον ετίναξε κοντάρι,
250 κι εκτύπησε την στρογγυλήν του Έκτορος ασπίδα.
Τρύπησ᾽ η λόγχ᾽ η δυνατή την φωτεινήν ασπίδα,
και στον ωραίον θώρακα εμπήχθη πέρα πέρα,
και στο λαγγόνι του αντικρύ του σχίζει τον χιτώνα.
Έσκυψε και τον θάνατον απόφυγεν εκείνος.
255 Και απ᾽ τες ασπίδες έσυραν τες λόγχες των και οι δύο·
με ορμήν επέσαν και όμοιαζαν λεόντων ωμοφάγων,
ή αγριοχοίρων φοβερών που δύσκολα νικούνται·
και ο Έκτωρ πρώτος έκρουσε στην μέσην την ασπίδα,
και η λόγχη δεν την έσπασε, ώστ᾽ εκυρτώθ᾽ η άκρη·
260 τότε πηδώντας έμπηξε την λόγχην στην ασπίδα
του Έκτορος και απ᾽ την ορμήν τον έκοψεν ο Αίας,
και τον λαιμόν του λάβωσεν η λόγχη κι έσταξ᾽ αίμα.
Και όμως ο Έκτωρ μ᾽ όλ᾽ αυτά την μάχην δεν αφήνει.
Τραβιέται οπίσω κι απ᾽ την γην με το τρανό του χέρι
265 πέτραν σηκώνει ολόμαυρην, μεγάλην και τραχείαν·
του Αίαντος την φοβερήν επτάδιπλην ασπίδα
μ᾽ αυτήν κτυπά στον ομφαλόν κι εβρόντησε ο χαλκός της.
Βράχον πολύ τρανότερον εσήκωσεν ο Αίας·
σφενδονιστά τον έριξε μ᾽ αμέτρητην ανδρείαν
270 κι έσπασεν η μυλόπετρα στα βάθη την ασπίδα·
ετρέκλισε και ανάσκελα ξαπλώθηκε από κάτω
εις την ασπίδα· κι έξαφνα τον όρθωσεν ο Φοίβος.
Και με τα ξίφη αντίστηθα να κτυπηθούν θα ορμούσαν,
αν του Διός οι μηνυταί και των θνητών ανθρώπων,
275 οι κήρυκες που έστελναν και Αχαιοί και Τρώες
ο Ιδαίος και Ταλθύβιος, άνδρες σοφοί και οι δύο
δεν πρόφθαναν στο μέσον των τα σκήπτρα των ν᾽ απλώσουν·
ο Ιδαίος τότε ομίλησε που νουν και γνώσες είχε:
«Την μάχην πλέον παύσετε, τον πόλεμον, παιδιά μου,
280 διότι ο Ζευς σας αγαπά παρόμοια και τους δύο,
είσθε κι οι δυο πολεμισταί· κι αυτό το βλέπομ᾽ όλοι.
Κι ενύκτωσεν, είναι καλό στην νύκτα να υπακούμε».
Σ᾽ αυτόν τότε αποκρίθηκεν ο Τελαμώνιος Αίας:
«Του Έκτορος αυτά να ειπείς να τα ζητήσ᾽ Ιδαίε,
285 αφού προκάλεσεν αυτός τους πολεμάρχους όλους
ας αρχινίσει· και ό,τ᾽ ειπεί θέλει κι εγώ το στέρξω».
Και ο μέγας τότε απάντησεν ο λοφοσείστης Έκτωρ:
«Ω Αία, σου ᾽δωσε ο θεός και ανάστημα και ανδρείαν
και γνώσιν και των Αχαιών πρώτος στην λόγχην είσαι.
290 Ας παύσομε δια σήμερα της μάχης τον αγώνα
κι ύστερ᾽ ας πολεμήσομεν, ωσότου μας χωρίσει
θεός και εις έναν των λαών χαρίσει αυτός την νίκην.
Κι ενύκτωσεν· είναι καλό στην νύκτα να υπακούμε.
Κι οι Αχαιοί στα πλοία σας να σε χαρούν, γενναίε,
295 και μάλιστα οι συντρόφοι σου κι οι φίλοι, όσους κι αν έχεις,
και στου Πριάμου την λαμπρήν μεγάλην πολιτείαν
εμένα οι Τρώες να χαρούν κι οι σεβαστές μητέρες
συναθροισμένες να ευχηθούν στον αγιασμένον τόπον·
και δώρ᾽ ας αντιδώσομεν εξαίσια μεταξύ μας,
300 ώστε να ειπεί των Αχαιών κανένας και των Τρώων:
Στης διχονοίας πιάσθηκαν τον φονικόν αγώνα
και πάλιν ομογνώμησαν και ως φίλοι εχωρισθήκαν».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου