χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικός,
430 τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς
ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
οἱ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
ἱστία μὲν στείλαντο, θέσαν δ᾽ ἐν νηῒ μελαίνῃ,
ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
435 καρπαλίμως, τὴν δ᾽ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
ἐκ δ᾽ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι᾽ ἔδησαν·
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
ἐκ δ᾽ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·
ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
440 τὴν μὲν ἔπειτ᾽ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
πατρὶ φίλῳ ἐν χερσὶ τίθει, καί μιν προσέειπεν·
«ὦ Χρύση, πρό μ᾽ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ᾽ ἱερὴν ἑκατόμβην
ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ᾽ ἱλασόμεσθα ἄνακτα,
445 ὃς νῦν Ἀργείοισι πολύστονα κήδε᾽ ἐφῆκεν.»
Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δὲ δέξατο χαίρων
παῖδα φίλην· τοὶ δ᾽ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
χερνίψαντο δ᾽ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
450 τοῖσιν δὲ Χρύσης μεγάλ᾽ εὔχετο χεῖρας ἀνασχών·
«κλῦθί μευ, ἀργυρότοξ᾽, ὃς Χρύσην ἀμφιβέβηκας
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
ἠμὲν δή ποτ᾽ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
τίμησας μὲν ἐμέ, μέγα δ᾽ ἴψαο λαὸν Ἀχαιῶν·
455ἠδ᾽ ἔτι καὶ νῦν μοι τόδ᾽ ἐπικρήηνον ἐέλδωρ·
ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.»
Ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων.
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
460 μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν·
καῖε δ᾽ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ᾽ αἴθοπα οἶνον
λεῖβε· νέοι δὲ παρ᾽ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
465 μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
470 κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν,
μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετ᾽ ἀκούων.
475 Ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότ᾽ ἔπειτ᾽ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
480 οἱ δ᾽ ἱστὸν στήσαντ᾽ ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν,
ἐν δ᾽ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
στείρῃ πορφύρεον μεγάλ᾽ ἴαχε νηὸς ἰούσης·
ἡ δ᾽ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
485 νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν·
αὐτοὶ δὲ σκίδναντο κατὰ κλισίας τε νέας τε.

***
Είπε κι εκεί, τον άφησε περίσσια χολωμένον,οπού την ομορφόζωνην του επήραν κορασίδα
430 δυναστικώς. Αλλ᾽ έφθανεν ο ισόθεος Οδυσσέας
στην Χρύσην όπου έφερνε την θείαν εκατόμβην·
κι όταν εμπήκε στο βαθύ λιμάνι το καράβι,
μάζωξαν όλα τα πανιά και τ᾽ αποθέσαν κάτω,
τα ξάρτια λύσαν κι έβαλαν στην θήκην το κατάρτι,
435 έφεραν μέσα στ᾽ άρασμα με τα κουπιά το πλοίον,
και τα πρυμνόσχοιν᾽ έδεσαν κι ερίξαν τες αγκύρες,
και εβγήκαν έξω στην στεριά και μέσ᾽ απ᾽ το καράβι,
την εκατόμβην έβγαλαν του μακροβόλου Φοίβου,
και απ᾽ όλους βγήκεν ύστερη του Χρύση η θυγατέρα.
440 Την κόρην ο πολύγνωμος οδήγησε Οδυσσέας
εις τον βωμόν και του πατρός την έδωσε και του ᾽πε:
«Ω Χρύση, ο μέγας μ᾽ έστειλεν Ατρείδης Αγαμέμνων
την κόρην να σου φέρω εδώ και θείαν εκατόμβην,
να τον εξιλεώσομε, του Φοίβου να προσφέρω,
445 πόβαλε εις πολυστένακτες οδύνες τους Αργείους».
Είπε και του την έδωσε την ακριβή του κόρην·
εδέχθη αυτός και χάρηκε· κι ευθύς την εκατόμβην
εις τον καλόκτιστον βωμόν ολόγυρ᾽ αραδιάσαν
και αφού εχερονίφθηκαν κι επήραν το κριθάρι,
450 ψηλά τα χέρια σήκωσεν ο Χρύσης κι εδεήθη:
«Άκουσέ με αργυρότοξε, της Χρύσης και της θείας
Κίλλας υπέρμαχε θεέ, ω κύριε της Τενέδου,
ως έδωκες ακρόασιν εις τες ευχές μου πρώτα,
κι επλήγωσες τους Αχαιούς κι ετίμησες εμένα,
455 αυτή μου πάλι ευδόκησε να γίν᾽ η επιθυμία,
απ᾽ το κακό θανατικό τους Δαναούς ω σώσε!»
Είπε, και ο Φοίβος άκουσε, κι εδέχθη την ευχή του.
Τότε αφού κάμαν τες ευχές κι ερίξαν το κριθάρι,
των σφακτών στρέψαν τους λαιμούς, τα έσφαξαν, τα γδάραν,
460 τα μεριά κόψαν, με διπλό κνισάρι τα σκεπάσαν
κι επάνω τους ωμά ᾽βαλαν κομμάτια και στες σχίζες
λαμπρό κρασί τα εράντιζε και τα ᾽καιεν ο γέρος
και τα πεντόσουβλα σιμά τ᾽ αγόρια τού κρατούσαν·
και αφού καήκαν τα μεριά κι εγεύθηκαν τα σπλάχνα,
465 ελιάνισαν τα επίλοιπα τα πέρασαν στες σούβλες,
και αφού με τέχνην τα ᾽ψησαν, απ᾽ την φωτιά τα επήραν
και άμ᾽ απ᾽ τον κόπον έπαυσαν κι ετοίμασαν το γεύμα,
ετρώγαν κι όλ᾽ ισόμοιρα χαρήκαν το τραπέζι·
και άμα εφάγαν κι έπϊαν όσ᾽ ήθελε η ψυχή τους,
470 ξέχειλο εβάλαν το κρασί τ᾽ αγόρια στους κρατήρες
κι έδωκαν σ᾽ όλους απαρχές στα ολόγεμα ποτήρια,
κι εξιλεώναν τους θεούς με άσματα ολημέρα
καλόν παιάνα ψάλλοντας των Αχαιών τ᾽ αγόρια
και ο μακροβόλος άκουε κι ευφραίνετο η ψυχή του·
475 και ο ήλιος άμα εβύθισε και ήλθε το σκοτάδι,
στου πλοίου τα πρυμνόσχοινα κοιμήθηκαν πλησίον·
και άμα ερόδιζ᾽ η αυγή, αφήκαν το λιμάνι
στων Αχαιών το απέραντο στρατόπεδο να γύρουν·
και πρίμον τους απόστειλε ο μακροβόλος Φοίβος·
480 τότ᾽ άπλωσαν τα κάτασπρα πανιά τους στο κατάρτι,
κι ο άνεμος τα φούσκωνε, κι ως πήγαινε το πλοίον,
εις την καρίνα ολόγυρα το μαύρο κύμα ηχούσε
κι έκοβε δρόμον γρήγορο στο κύμα το καράβι·
στων Αχαιών το απέραντο στρατόπεδο άμα εφθάσαν
485 ετράβηξαν εις την στεριά τ᾽ ολόμαυρο καράβι
ψηλά στην άμμον κι έβαλαν στυλώματα αποκάτω
και στες σκηνές εσκόρπισαν εκείθε και στες πρύμνες.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου