χωρήσαντες ἔλυσαν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,
245 ἐς δ᾽ ἀγορὴν ἀγέροντο, πάρος δόρποιο μέδεσθαι.
ὀρθῶν δ᾽ ἑσταότων ἀγορὴ γένετ᾽, οὐδέ τις ἔτλη
ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκ᾽ Ἀχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς.
τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ᾽ ἀγορεύειν
250 Πανθοΐδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
Ἕκτορι δ᾽ ἦεν ἑταῖρος, ἰῇ δ᾽ ἐν νυκτὶ γένοντο,
ἀλλ᾽ ὁ μὲν ἂρ μύθοισιν, ὁ δ᾽ ἔγχεϊ πολλὸν ἐνίκα·
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
«ἀμφὶ μάλα φράζεσθε, φίλοι· κέλομαι γὰρ ἔγωγε
255 ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν
ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δ᾽ ἀπὸ τείχεός εἰμεν.
ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ,
τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·
χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων
260 ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.
νῦν δ᾽ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·
οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει
μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ
ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,
265 ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
ἀλλ᾽ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·
νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
ἀμβροσίη· εἰ δ᾽ ἄμμε κιχήσεται ἐνθάδ᾽ ἐόντας
αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν
270 γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν
ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
Τρώων· αἲ γὰρ δή μοι ἀπ᾽ οὔατος ὧδε γένοιτο.
εἰ δ᾽ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,
νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι
275 ὑψηλαί τε πύλαι σανίδες τ᾽ ἐπὶ τῇς ἀραρυῖαι
μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·
πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
στησόμεθ᾽ ἂμ πύργους· τῷ δ᾽ ἄλγιον, αἴ κ᾽ ἐθέλῃσιν
ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
280 ἂψ πάλιν εἶσ᾽ ἐπὶ νῆας, ἐπεί κ᾽ ἐριαύχενας ἵππους
παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·
εἴσω δ᾽ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,
οὐδέ ποτ᾽ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.»
Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
285 «Πουλυδάμα, σὺ μὲν οὐκέτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις,
ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;
πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι
πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·
290 νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,
πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν
κτήματα περνάμεν᾽ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
νῦν δ᾽ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω
κῦδος ἀρέσθ᾽ ἐπὶ νηυσί, θαλάσσῃ τ᾽ ἔλσαι Ἀχαιούς,
295 νήπιε, μηκέτι ταῦτα νοήματα φαῖν᾽ ἐνὶ δήμῳ·
οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,
καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·
300 Τρώων δ᾽ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,
συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·
τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.
πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
305 εἰ δ᾽ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,
ἄλγιον, αἴ κ᾽ ἐθέλῃσι, τῷ ἔσσεται· οὔ μιν ἔγωγε
φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ᾽ ἄντην
στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.
ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.»

***
Και απ᾽ τ᾽ άλλο μέρος άφησαν τον φονικόν αγώνακαι οι Τρώες, και απ᾽ τες άμαξες εξέζεψαν τους ίππους,
245 και εις σύνοδον συνάχθηκαν, για δείπνο πριν φροντίσουν,
όλοι ορθοί, μηδέ κανείς τολμούσε να καθίσει·
τρόμος τους πήρε απ᾽ την στιγμήν που εφάνηκε ο Πηλείδης,
που έλειπε απ᾽ τον πόλεμον τόσον καιρόν στα πλοία.
Ο Πολυδάμας άρχισε να λέγει ο Πανθοΐδης
250 που μόνος έβλεπε τα εμπρός και τα κατόπι, ο φίλος
του Έκτορος, στην ίδιαν την νύκτα γεννημένοι·
ο ένας στ᾽ άρματα καλός, ο άλλος εις τον λόγον.
Εκείνος τότε ομίλησε με καλήν γνώμην κι είπε:
«Καλά σκεφθείτε αγαπητοί· κι εγώ σας συμβουλεύω
255 στην πόλιν να γυρίσομεν, η αυγή να μη μας έβρει
εδώ σιμά στα πλοία τους μακράν από τα τείχη.
Ενόσω εθύμωνεν αυτός προς τον θεϊκόν Ατρείδην
ο αγώνας με τους Αχαιούς τόσον δεν είχε κόπον·
τότ᾽ εκοιμόμουν ήσυχα κι εγώ σιμά στα πλοία
260 καθώς να τα πατήσομε με ζέσταιν᾽ η ελπίδα.
Τώρα φοβούμαι τρομερά τον θείον Αχιλλέα·
ως έχει ακράτητην ψυχήν, να μείνει στην πεδιάδα
δεν θα θελήσει, όπου Αχαιοί μοιράζονται και Τρώες
του Άρη όλην την δύναμιν, αλλά θα πολεμήσει
265 σ᾽ αγώνα για την πόλιν μας και για τα θηλυκά μας.
Στα τείχη μας ας γύρομε, και ακούσετε τον λόγον·
η θεία νύκτα απόκοψε τον τρομερόν Πηλείδην
τώρα· αλλ᾽ αν αύριο μας εβρεί στον τόπον, θέλει ορμήσει
με τ᾽ άρματά του και καθείς ποιος είν᾽ αυτός θα μάθει.
270 Χαρά σ᾽ αυτόν που φεύγοντας θα φθάσει στην Τρωάδα
ότι σκυλιά και κόρακες πολλούς θενά σπαράξουν
των Τρώων· τέτοιαν συμφοράν τ᾽ αυτιά μου μην ακούσουν.
Κι εάν, με πόνον της ψυχής, δεχθούμε αυτό που λέγω,
την νύκτα μες στην αγοράν την δύναμιν κρατούμεν,
275 πύργοι και πύλες υψηλές με μακριές σανίδες
καλόξυστες, συναρμοστές την πόλιν περιφράζουν·
και το ταχύ με τ᾽ άρματα στους πύργους θα στηθούμε.
Και αν θέλει απ᾽ τα καράβια του στο τείχος ας ορμήσει,
τόσο χειρότερο γι᾽ αυτόν, ότι θα γύρει οπίσω,
280 αφού τ᾽ άγρια πουλάρια του θα κουρασθεί να τρέχει
εδώ κ᾽ εκεί, δεξιά ζερβιά, στην πόλιν αποκάτω.
Μέσα στο τείχος να χυθεί ποτέ δεν θα τολμήσει·
πριν το πατήσει, σπάραγμα θα γίνει αυτός των σκύλων».
Μ᾽ άγριο βλέμμα του απάντησεν ο λοφοσείστης Έκτωρ:
285 «Δεν μου αρέσει παντελώς ό,τ᾽ είπες, Πολυδάμα·
μας λέγεις να γυρίσομε στην πόλιν να κλεισθούμε·
ακόμη δεν χορτάσατε κλεισμένοι μες στα τείχη;
Έλεγαν πριν όλ᾽ οι θνητοί την πόλιν του Πριάμου
πολύχαλκην, πολύχρυσην, τώρα εχαθήκαν τόσοι
290 από τα σπίτια θησαυροί, κι επήγαν πουλημένα,
στην Μαιονίαν την τερπνήν, και στην Φρυγίαν άλλα
αφότου μας εμίσησεν ο ύψιστος Κρονίδης.
Και τώρα οπού μας έδωκεν εις τα καράβια νίκην,
να σπρώξουμε τους Αχαιούς στην θάλασσαν, μη βγάζεις
295 τέτοιους στα πλήθη στοχασμούς, ω συ ξεμωραμένε·
δεν θα σ᾽ αφοκρασθεί κανείς, ενόσω ζω και πνέω.
Αλλ᾽ ό,τι τώρα εγώ ειπώ να το δεχθούμεν όλοι.
Εις τον στρατόν δειπνήσετε στο τάγμα του καθένας
και όλοι βάλετ᾽ άγρυπνον στην φύλαξιν τον νουν σας.
300 Κι εκείνος που περήφανα βαρύνεται τα πλούτη,
ας τα σωρεύσει χάρισμα τα πλήθη να τα φάγουν·
καλύτερα παρ᾽ οι Αχαιοί να τα χαρούν εκείνοι.
Και θα χυθούμε το ταχύ με τ᾽ άρματά μας όλοι
ν᾽ ανάψομε τον πόλεμον εμπρός στα κοίλα πλοία.
305 Κι εάν ο θείος Αχιλλεύς σηκώθη από τα πλοία,
τόσο χειρότερα γι᾽ αυτόν· δεν φεύγω από την μάχην
εγώ κι εμπρός του να στηθώ, να πάρει αυτός της νίκης
την δόξαν ή να πάρω εγώ· είναι κοινός ο Άρης,
και παίρνει την ζωήν ανδρός κει που θα εφόνευ᾽ άλλον».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου