τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
δούπησεν δὲ πεσών· ὁ δ᾽ ἐπεύξατο δῖος Ὀδυσσεύς·
450 «ὦ Σῶχ᾽, Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο,
φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ᾽ ὑπάλυξας.
ἆ δείλ᾽, οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ᾽ οἰωνοὶ
ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
455 αὐτὰρ ἔμ᾽, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.»
Ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ᾽ Ὀδυσῆος,
460 κεκλόμενοι καθ᾽ ὅμιλον ἐπ᾽ αὐτῷ πάντες ἔβησαν.
αὐτὰρ ὅ γ᾽ ἐξοπίσω ἀνεχάζετο, αὖε δ᾽ ἑταίρους.
τρὶς μὲν ἔπειτ᾽ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
τρὶς δ᾽ ἄϊεν ἰάχοντος ἀρηΐφιλος Μενέλαος.
αἶψα δ᾽ ἄρ᾽ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
465 «Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,
ἀμφί μ᾽ Ὀδυσσῆος ταλασίφρονος ἵκετ᾽ ἀϋτή,
τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
ἀλλ᾽ ἴομεν καθ᾽ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
470 δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθείς,
ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.»
Ὣς εἰπὼν ὁ μὲν ἦρχ᾽, ὁ δ᾽ ἅμ᾽ ἕσπετο ἰσόθεος φώς.
εὗρον ἔπειτ᾽ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτὸν
Τρῶες ἕπονθ᾽ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
475 ἀμφ᾽ ἔλαφον κεραὸν βεβλημένον, ὅν τ᾽ ἔβαλ᾽ ἀνὴρ
ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ᾽ ἤλυξε πόδεσσι
φεύγων, ὄφρ᾽ αἷμα λιαρὸν καὶ γούνατ᾽ ὀρώρῃ·
αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
480 ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὁ δάπτει·
ὥς ῥα τότ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ᾽ ἥρως
ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
485 Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ᾽ ὁμίλου
χειρὸς ἔχων, ἧος θεράπων σχεδὸν ἤλασεν ἵππους.
Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
490 Πριαμίδην, νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
ὡς δ᾽ ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισι
χειμάρρους κατ᾽ ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ,
πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
495 ἐσφέρεται, πολλὸν δέ τ᾽ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
πεύθετ᾽, ἐπεί ῥα μάχης ἐπ᾽ ἀριστερὰ μάρνατο πάσης,
ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
500 ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ᾽ ἄσβεστος ὀρώρει
Νέστορά τ᾽ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
ἔγχεΐ θ᾽ ἱπποσύνῃ τε, νέων δ᾽ ἀλάπαζε φάλαγγας·
οὐδ᾽ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί,
505 εἰ μὴ Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,
παῦσεν ἀριστεύοντα Μαχάονα, ποιμένα λαῶν,
ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοί,
μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
510 αὐτίκα δ᾽ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
«ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
ἄγρει, σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
βαινέτω, ἐς νῆας δὲ τάχιστ᾽ ἔχε μώνυχας ἵππους·
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
515 ἰούς τ᾽ ἐκτάμνειν ἐπί τ᾽ ἤπια φάρμακα πάσσειν.»

***
Είπε και όπως έστρεψεν ο Σώκος δια να φύγει,ο Οδυσσεύς του έμπηξε στην ράχην το κοντάρι·
κι η άκρη από τους ώμους του στο στήθος πέρα εβγήκε.
Κι επάνω του εκαυχήθηκεν ο θείος Οδυσσέας:
450 «Ω Σώκε, γόνε αγαπητέ του ιπποδάμου Ιππάσου,
σ᾽ εβρήκε, δεν το ξέφυγες, το τέλος του θανάτου.
Δεν θα σου κλείσουν, δύστυχε, τα βλέφαρα ο πατέρας
ούτ᾽ η μητέρ᾽, αλλ᾽ όρνεα πυκνά πτεροκοπώντας
θα σε σπαράξουν· αλλ᾽ εμέ στον θάνατόν μου, αν έλθει,
455 οι διογέννητοι Αχαιοί με τάφον θα τιμήσουν».
Είπε και μέσ᾽ απ᾽ το πλευρό και απ᾽ την λαμπρήν ασπίδα
την σκληρήν λόγχην τράβηξε που του ᾽χε ρίξει ο Σώκος.
Κι ευθύς το αίμ᾽ ανάβρυσε κι εδείλιασε η ψυχή του.
Το αίμα του άμα εννόησαν οι ανδρειωμένοι Τρώες
460 παρακινούντο με βοήν κι επάνω του εχυθήκαν.
Και υποχωρώντας έκραζεν εκείνος τους συντρόφους
και τρεις φορές τους έκραξε μ᾽ όσην πνοήν και αν είχε.
Και τρεις τον άκουσε φορές ο δεύτερος Ατρείδης
κι έλεγε προς τον Αίαντα, που ευρίσκετο σιμά του:
465 «Ω Αία διογέννητε, μεγάλε πολεμάρχε,
στ᾽ αυτιά μου έφθασ᾽ η φωνή του αδάμαστου Οδυσσέως,
που ομοιάζει, ως να τον έπνιγαν κατάμονον οι Τρώες
αφού στης μάχης την ορμήν τον έχουν αποκλείσει.
Αλλά βοηθοί ας δράμομεν, ως πρέπει, ότι φοβούμαι
470 μη πάθει, ως μόνος έμεινεν ανάμεσα εις τους Τρώας,
και θενά κλάψουν οι Αχαιοί μεγάλον πολεμάρχον».
Είπ᾽, εκινήθη και σ᾽ αυτόν κατόπι ο μέγας ήρως.
Κι έφθασαν όπου εκύκλωναν τον θείον Οδυσσέα
οι Τρώες ως ξανθότριχοι χρυσόλυκοι στα όρη
475 κερατοφόρο τριγυρνούν ελάφι λαβωμένο
που ξέφυγε του κυνηγού και τρέχει όσον ακόμη
το αίμα του είναι χλωρό κι έχει ελαφρά τα πόδια·
και όταν πέσει απ᾽ την πληγήν μες στην σκιάν του λόγγου
τα ωμοφάγ᾽ αγριόσκυλα το τρώγουν, αλλά η μοίρα
480 κακοποιό τούς στέρνει εκεί λιοντάρι και απ᾽ τον τρόμον
τ᾽ αγριόσκυλα σκορπίζονται και αυτό το κατατρώγει.
Ομοίως τον πολύβουλον ανδρείον Οδυσσέα
Τρώες πολλοί και ανδράγαθοι κτυπούσαν, και ο γενναίος
την λόγχην του έσειε μ᾽ ορμήν να σώσει την ζωήν του.
485 Σιμά του ο Τελαμώνιος, με την ασπίδα ως πύργον,
εστήθη, και όλοι εδώ κι εκεί σκορπίσθηκαν οι Τρώες.
Κι εκείνον ο Μενέλαος οδήγ᾽ από το χέρι
έξω απ᾽ το πλήθος κι έφερνεν ο ακόλουθος τους ίππους.
Όρμησε ο Τελαμώνιος και, νόθον Πριαμίδην,
490 τον Δόρυκλον εφόνευσε, τον Πάνδοκον κατόπιν,
τον Λύσανδρον, τον Πύρασον και ακόμη τον Πυλάρτην.
Και ως απ᾽ τα όρη ροβολά ποτάμι στην πεδιάδα,
χείμαρρος οπού του Διός νεροποντιά φουσκώνει
και ξερά δρυά σέρνουν πολλά και πεύκους τα νερά του
495 κι ύλην πολλήν στο πέλαγος· όμοια την πεδιάδα
κλονίζει και άνδρες και άλογα φονεύει ο λαμπρός Αίας.
Και ο Έκτωρ δεν το γνώριζεν ακόμα, επειδή πέρα,
στης μάχης το αριστερό πλευρόν επολεμούσε,
εκεί που εξόχως κεφαλές ανδρών πολλές επέφταν
500 στον Ξάνθον, όπου αλαλαγμός ασίγητος βροντούσε.
Σιμά στον μέγαν Νέστορα και τον Ιδομενέα
εκεί στην λόγχην τρομερός και την ιππομαχίαν
ο Έκτωρ θρήνον έκαμνε στες φάλαγγες των νέων·
και οι λαμπρογέννητοι Αχαιοί δεν θα οπισθοποδίζαν,
505 αλλά ο Πάρις, σύγκλινος της εύμορφης Ελένης,
έπαυσε τον ανδράγαθον Μαχάον᾽ απ᾽ την μάχην·
ότι με βέλος τρίγωνο τον λάβωσε στον ώμον.
Δια κείνον ελαχτάρισαν οι Αχαιοί γενναίοι,
μη πέσει, αν κλίνει ο πόλεμος, εις των εχθρών τα χέρια.
510 Και προς τον θείον Νέστορα τότ᾽ είπε ο Ιδομενέας:
«Στην άμαξάν σου ανέβα ευθύς, ω Νέστωρ Νηληιάδη,
και πάρε τον Μαχάονα, και κτύπα προς τα πλοία
τα δυνατά πουλάρια σου· πολλών αντάξιος άλλων
ανθρώπων είν᾽ ο ιατρός, που βέλη ν᾽ αποσπάσει
515 γνωρίζει και με βότανα λαβώματα να γιάνει».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου