ἤδη ᾽στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
965 ΝΕ. ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις
τοῦδ᾽ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
ΦΙ. ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς
σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.
ΝΕ. οἴμοι, τί δράσω; μή ποτ᾽ ὤφελον λιπεῖν
970 τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι.
ΦΙ. οὐκ εἶ κακὸς σύ· πρὸς κακῶν δ᾽ ἀνδρῶν μαθὼν
ἔοικας ἥκειν αἰσχρά. νῦν δ᾽ ἄλλοισι δοὺς
οἷ᾽ εἰκὸς ἔκπλει, τἄμ᾽ ἐμοὶ μεθεὶς ὅπλα.
ΝΕ. τί δρῶμεν, ἄνδρες; ΟΔ. ὦ κάκιστ᾽ ἀνδρῶν, τί δρᾷς;
975 οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτ᾽ ἐμοὶ πάλιν;
ΦΙ. οἴμοι, τίς ἁνήρ; ἆρ᾽ Ὀδυσσέως κλύω;
ΟΔ. Ὀδυσσέως, σάφ᾽ ἴσθ᾽, ἐμοῦ γ᾽, ὃν εἰσορᾶς.
ΦΙ. οἴμοι· πέπραμαι κἀπόλωλ᾽· ὅδ᾽ ἦν ἄρα
ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.
980 ΟΔ. ἐγώ, σάφ᾽ ἴσθ᾽, οὐκ ἄλλος· ὁμολογῶ τάδε.
ΦΙ. ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα. ΟΔ. τοῦτο μέν,
οὐδ᾽ ἢν θέλῃ, δράσει ποτ᾽· ἀλλὰ καὶ σὲ δεῖ
στείχειν ἅμ᾽ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
ΦΙ. ἔμ᾽, ὦ κακῶν κάκιστε καὶ τόλμης πέρα,
985 οἵδ᾽ ἐκ βίας ἄξουσιν; ΟΔ. ἢν μὴ ἕρπῃς ἑκών.
ΦΙ. ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
Ἡφαιστότευκτον, ταῦτα δῆτ᾽ ἀνασχετά,
εἴ μ᾽ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
ΟΔ. Ζεὺς ἔσθ᾽, ἵν᾽ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,
990 Ζεύς, ᾧ δέδοκται ταῦθ᾽· ὑπηρετῶ δ᾽ ἐγώ.
ΦΙ. ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·
θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
ΟΔ. οὔκ, ἀλλ᾽ ἀληθεῖς. ἡ δ᾽ ὁδὸς πορευτέα.
ΦΙ. οὔ φημ᾽. ΟΔ. ἐγὼ δέ φημι. πειστέον τάδε.
995 ΦΙ. οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶς
πατὴρ ἄρ᾽ ἐξέφυσεν οὐδ᾽ ἐλευθέρους.
ΟΔ. οὔκ, ἀλλ᾽ ὁμοίους τοῖς ἀρίστοισιν, μεθ᾽ ὧν
Τροίαν σ᾽ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
ΦΙ. οὐδέποτέ γ᾽· οὐδ᾽ ἢν χρῇ με πᾶν παθεῖν κακόν,
1000 ἕως ἂν ᾖ μοι γῆς τόδ᾽ αἰπεινὸν βάθρον.
ΟΔ. τί δ᾽ ἐργασείεις; ΦΙ. κρᾶτ᾽ ἐμὸν τόδ᾽ αὐτίκα
πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.
ΟΔ. ξυλλάβετέ γ᾽ αὐτόν· μὴ ᾽πὶ τῷδ᾽ ἔστω τάδε.

***
ΧΟΡ. Τί κάνομε; από σένα, βασιλιά μας,ν᾽ αποφασίσεις αν θα φεύγομ᾽ έτσι
ή αν όπως σε παρακαλεί θα κάμεις.
ΝΕΟ. Νιώθω μια τρομερή γι᾽ αυτόν συμπόνια
κι όχι τώρα μονάχα, μ᾽ από πρώτα.
ΦΙΛ. Σπλαχνίσου με και μην αφήσεις τέτοια
στ᾽ όνομά σου ντροπή, πως μ᾽ έχεις κλέψει.
ΝΕΟ. Αχ, τί να κάμω; ανάθεμα την ώρα
πὄφευγ᾽ από τη Σκύρο· γιατί τέτοια
970 δε θα ᾽παιρνα ποτέ μου στενοχώρια.
ΦΙΛ. Εσύ κακός δεν είσαι, μ᾽ από ανθρώπους
ήρθες βέβαια κακούς δασκαλεμένος
σ᾽ αυτές τις ατιμίες· μ᾽ άφηνέ τις
σ᾽ άλλους που τους ταιριάζουνε και φεύγα,
αφού μ᾽ αφήσεις τα όπλα μου σε μένα.
ΝΕΟ. Τί να κάμομε, φίλοι; ΟΔΥ. Τί πας, άθλιε
των αθλίων, να κάμεις; δώσ᾽ μου εμένα
ευθύς τα τόξ᾽ αυτά και τράβα πίσω.
ΦΙΛ. Συφορά μου, ποιός είν᾽ αυτός; δεν είναι
ο Οδυσσέας π᾽ ακούω; ΟΔΥ. Ναι, ο Οδυσσέας,
κατάλαβέ το, εγώ που βλέπεις μπρος σου.
ΦΙΛ. Οϊμέ, πουλήθηκα και πάω χαμένος,
αυτός είναι λοιπόν που μ᾽ έχει πιάσει
και μου στέρησε τα όπλα μου. ΟΔΥ. Εγώ ο ίδιος
σα θες να ξέρεις και κανένας άλλος,
980 το ᾽μολογώ. ΦΙΛ. Δώσ᾽ μου, παιδί μου, δώσ᾽ μου
τα τόξα πίσω. ΟΔΥ. Αυτό κι αν θέλει ακόμα
ποτέ δε θα το κάμει· μα και συ ο ίδιος
πρέπει να ᾽ρθεις μαζί μ᾽ αυτά· ειδεμή,
θα σε πάρουν και με τη βία. ΦΙΛ. Εμένα;
Ξεδιάντροπε, κακούργε των κακούργων,
εμέν᾽ αυτοί θα πάρουν με τη βία;
ΟΔΥ. Αν δεν ερθείς με το καλό. ΦΙΛ. Ω χώρα
της Λήμνου, ω φοβερές φωτιές του Ηφαίστου,
μα είναι να το βαστάξετε, αν με πάρει
δια της βίας αυτός απ᾽ τα δικά σας;
ΟΔΥ. Ο Δίας, αν θες να ξέρεις, είν᾽ ο Δίας
ο κύριος αυτής της χώρας, που έτσι
τ᾽ αποφάσισε· εγώ το θέλημά του
990 απλώς υπηρετώ. ΦΙΛ. Καταραμένε,
τί κάθεται και κατεβάζει ο νους σου·
τους θεούς παίρνεις πρόφαση και κάνεις
τους θεούς ψεύτες. ΟΔΥ. Όχι, αληθινούς,
και, θες δε θες, το δρόμο αυτό θα πάρεις.
ΦΙΛ. Αυτό δε θενα γίνει. ΟΔΥ. Αυτό θα γίνει
και πάρ᾽ το απόφαση. ΦΙΛ. Δυστυχισμένος
εγώ· τότε λοιπόν φαίνεται δούλους
μας έφερ᾽ ο πατέρας μας στον κόσμο
και λεύτερους καθόλου. ΟΔΥ. Όχι, αλλά ίσους
με τους πρώτους τούς ήρωες, που μαζί των
είναι γραφτό την Τροία να κυριεύσεις
και κατασκάψεις με τη δύναμή σου.
ΦΙΛ. Ποτέ, κι αν πρέπει ό,τι κακό να πάθω,
όσο που θα πατώ σ᾽ αυτό εδώ πάνω
1000 το ψηλό το γκρεμνό. ΟΔΥ. Τί λες να κάμεις;
ΦΙΛ. Θα πέσω από το βράχο ευτύς και κάτω
στους βράχους το κεφάλι μου θα σπάσω.
ΟΔΥ. Κρατήστε τον εσείς, να μην το κάμει.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου