οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
250 «οὔ σ᾽ ἔτι, Πηλέος υἱέ, φοβήσομαι, ὡς τὸ πάρος περ
τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ᾽ ἔτλην
μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν, ἤ κεν ἁλοίην.
ἀλλ᾽ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
255 μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
οὐ γὰρ ἐγώ σ᾽ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
ἀλλ᾽ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε᾽, Ἀχιλλεῦ,
νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.»
260 Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Ἕκτορ, μή μοι, ἄλαστε, συνημοσύνας ἀγόρευε·
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
265 ὣς οὐκ ἔστ᾽ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
ὅρκια ἔσσονται, πρίν γ᾽ ἢ ἕτερόν γε πεσόντα
αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
270 οὔ τοι ἔτ᾽ ἔσθ᾽ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
ἔγχει ἐμῷ δαμάᾳ· νῦν δ᾽ ἀθρόα πάντ᾽ ἀποτείσεις
κήδε᾽ ἐμῶν ἑτάρων, οὓς ἔκτανες ἔγχεϊ θύων.»
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
275 ἕζετο γὰρ προϊδών, τὸ δ᾽ ὑπέρπτατο χάλκεον ἔγχος,
ἐν γαίῃ δ᾽ ἐπάγη· ἀνὰ δ᾽ ἥρπασε Παλλὰς Ἀθήνη,
ἂψ δ᾽ Ἀχιλῆϊ δίδου, λάθε δ᾽ Ἕκτορα, ποιμένα λαῶν.
Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
«ἤμβροτες, οὐδ᾽ ἄρα πώ τι, θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ,
280 ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον· ἦ τοι ἔφης γε·
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
ὄφρα σ᾽ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
ἀλλ᾽ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον,
285 εἴ τοι ἔδωκε θεός· νῦν αὖτ᾽ ἐμὸν ἔγχος ἄλευαι
χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.»
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
290 καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ᾽ ἀφάμαρτε·
τῆλε δ᾽ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δ᾽ Ἕκτωρ
ὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
στῆ δὲ κατηφήσας, οὐδ᾽ ἄλλ᾽ ἔχε μείλινον ἔγχος.
Δηΐφοβον δὲ κάλει λευκάσπιδα μακρὸν ἀΰσας·
295 ᾔτεέ μιν δόρυ μακρόν· ὁ δ᾽ οὔ τί οἱ ἐγγύθεν ἦεν.
Ἕκτωρ δ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
«ὢ πόποι, ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
Δηΐφοβον γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωα παρεῖναι·
ἀλλ᾽ ὁ μὲν ἐν τείχει, ἐμὲ δ᾽ ἐξαπάτησεν Ἀθήνη.
300 νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδ᾽ ἔτ᾽ ἄνευθεν,
οὐδ᾽ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
305 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.»

***
Είπε η θεά και δίβουλα ξεκίνησε αυτή πρώτηκαι όταν αυτοί προχώρησαν κι ευρέθησαν αντίκρυ
ο Έκτωρ πρωτομίλησεν: «Εμπρός σου δεν θα φύγω,
250 Πηλείδη, πλέον ως προτού, που ολόγυρα εις τα τείχη
τρεις μ᾽ εκυνήγησες φορές, και αντίκρυ εις την ορμήν σου
να μείνω δεν ετόλμησα· τώρα η ψυχή μου θέλει
αντίμαχα να σου στηθώ· θα πέσεις ή θα πέσω.
Και πρώτ᾽ ας συμφωνήσουμε και μάρτυρες μεγάλοι
255 θα ᾽ναι οι θεοί και έφοροι στο λόγο που θα ειπούμε.
Άπρεπα εγώ το σώμα σου δεν θα χαλάσω, αν ίσως
μου δώσει ο Δίας δύναμιν και την ζωήν σού πάρω·
γυμνόν απ᾽ τ᾽ άρματα λαμπρά το σώμα σου, ω Πηλείδη,
θα δώσω εγώ των Αχαιών· όμοια και συ να πράξεις».
260 Μ᾽ άγριο βλέμμ᾽ απάντησεν ο γρήγορος Πηλείδης:
«Μη μου προφέρεις σύμβασες, ω Έκτωρ μισητέ μου,
λεοντάρια και άνθρωποι ποτέ δεν όμοσαν ειρήνην,
λύκοι και αρνιά δεν γίνεται ποτέ να ομογνωμήσουν
αλλ᾽ έχθραν έχουν άσπονδην κακήν ανάμεσόν τους.
265 Τόσο κι εγώ δεν δύναμαι ποτέ να σ᾽ αγαπήσω
και όρκους δεν θα ομόσομε πριν ένας απ᾽ τους δύο
χορτάσει με το αίμα του τον ανδρειωμένον Άρην.
Κάθε αρετήν πολεμικήν να θυμηθείς είν᾽ ώρα
καλός να δείξεις λογχιστής και μαχητής ανδρείος·
270 αποφυγήν δεν έχεις πλια, στην λόγχην μου αποκάτω
θα σε δαμάσ᾽ η Αθηνά· και θα πλερώσεις όλον
τον πόνον των συντρόφων μου που η λόγχη σου έχει σφάξει».
Είπε και το μακρόσκιον ξετίναξε κοντάρι.
Καθώς το είδε εκάθισε να το ξεφύγει ο Έκτωρ
275 κι επέταξε απ᾽ επάνω του το χάλκινο κοντάρι
και αυτού στυλώθη μες στην γην κι η Αθηνά το παίρνει
και από τον Έκτορα κρυφά το δίδει του Αχιλλέως.
Ο Έκτωρ τότε ομίλησε στον άψογον Πηλείδην:
«Δεν πέτυχες, ισόθεε Πηλείδη, μήτε ο Δίας
280 σου είπε ακόμα, ως έλεγες, το πότε θ᾽ αποθάνω.
Αλλ᾽ έχεις λόγια στρογγυλά και κλεφτολόγος είσαι
να με δειλιάσεις, στην ψυχήν το θάρρος να νεκρώσεις.
Δεν φεύγω εγώ, την λόγχην σου στες πλάτες να μου εμπήξεις,
αλλά στο στήθος, που άντικρυς προβάλλω, πέρασέ την,
285 αν τούτο θέλησε ο θεός· ωστόσο απ᾽ την δικήν μου
φυλάξου, κι είθε ολόβολη στα σπλάχνα σου να φθάσει·
στους Τρώας ελαφρότερον θα κάμει τον αγώνα
ο θάνατός σου, ότι σ᾽ εσέ την συμφοράν τους βλέπουν».
Είπε και το μακρόσκιον ξετίναξε κοντάρι
290 και του Πηλείδη επέτυχε στην μέσην την ασπίδα.
Αλλά τινάχθηκε μακράν απ᾽ την ασπίδα εκείνο.
Χαμένο είδε τ᾽ ακόντι του ο Έκτωρ κι εχολώθη,
κατηφιασμένος έμεινε, που άλλην δεν είχε λόγχην.
Κι έσυρε δυνατήν φωνήν να ειπεί του Δηιφόβου
295 κοντάρι να του φέρει ευθύς, και αυτός εκεί δεν ήταν.
Και ο Έκτωρ το εννόησε στο πνεύμα του και είπε:
«Το βλέπω, οϊμένα, που οι θεοί μ᾽ εκάλεσαν στον Άδην·
τον ήρωα Δηίφοβον επίστευα κοντά μου
κι είναι στο τείχος· η Αθηνά μ᾽ ετύφλωσε με δόλον.
300 Θάνατος τώρα μ᾽ εύρηκε κακός, μακράν δεν είναι.
Αχ! τούτο ηθέλαν απ᾽ αρχής ο Ζευς και ο μακροβόλος
υιός του, αυτοί που πρόθυμα με προστατεύαν πρώτα.
Και η μοίρα τώρα μ᾽ έπιασεν. Αλλά χωρίς αγώνα
άδοξα δεν θα πέσω εγώ και πρώτα κάτι μέγα
305 θα πράξω και όσοι γεννηθούν κατόπιν να το μάθουν».