770 κἀγὼ τά γ᾽ ἐν σοὶ δυσφόρως ἔχοντ᾽, ἄναξ.
ΟΙ. κοὐ μὴ στερηθῇς γ᾽ ἐς τοσοῦτον ἐλπίδων
ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμ᾽ ἂν ἢ σοὶ διὰ τύχης τοιᾶσδ᾽ ἰών;
ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
775 μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δ᾽ ἀνὴρ
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδ᾽ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
ἀνὴρ γὰρ ἐν δείπνοις μ᾽ ὑπερπλησθεὶς μέθης
780 καλεῖ παρ᾽ οἴνῳ πλαστὸς ὡς εἴην πατρί.
κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις κατέσχον, θἀτέρᾳ δ᾽ ἰὼν πέλας
μητρὸς πατρός τ᾽ ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
785 κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ᾽
ἔκνιζέ μ᾽ αἰεὶ τοῦθ᾽· ὑφεῖρπε γὰρ πολύ.
λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μ᾽ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δ᾽ ἀθλίῳ
790 καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ᾽
ἄτλητον ἀνθρώποισι δηλώσοιμ᾽ ὁρᾶν,
φονεὺς δ᾽ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
κἀγὼ ᾽πακούσας ταῦτα τὴν Κορινθίαν
795 ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος χθόνα
ἔφευγον, ἔνθα μήποτ᾽ ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
στείχων δ᾽ ἱκνοῦμαι τούσδε τοὺς χώρους ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
800 καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
ὅτ᾽ ἦ κελεύθου τῆσδ᾽ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρυξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φής,
ξυνηντίαζον· κἀξ ὁδοῦ μ᾽ ὅ θ᾽ ἡγεμὼν
805 αὐτός θ᾽ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω δι᾽ ὀργῆς· καί μ᾽ ὁ πρέσβυς ὡς ὁρᾷ
ὄχους παραστείχοντα, τηρήσας μέσον
κάρα, διπλοῖς κέντροισί μου καθίκετο.
810 οὐ μὴν ἴσην γ᾽ ἔτεισεν, ἀλλὰ συντόμως
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐῳ τι συγγενές,
815 τίς τοῦδέ γ᾽ ἀνδρὸς νῦν ἔτ᾽ ἀθλιώτερος,
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ᾽ ἀνήρ,
ὃν μὴ ξένων ἔξεστι μηδ᾽ ἀστῶν τινὶ
δόμοις δέχεσθαι, μηδὲ προσφωνεῖν τινά,
ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων; καὶ τάδ᾽ οὔτις ἄλλος ἦν
820 ἢ ᾽γὼ ᾽π᾽ ἐμαυτῷ τάσδ᾽ ἀρὰς ὁ προστιθείς.
λέχη δὲ τοῦ θανόντος ἐν χεροῖν ἐμαῖν
χραίνω, δι᾽ ὧνπερ ὤλετ᾽. ἆρ᾽ ἔφυν κακός;
ἆρ᾽ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825 μήτ᾽ ἐμβατεῦσαι πατρίδος, ἢ γάμοις με δεῖ
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
Πόλυβον, ὃς ἐξέθρεψε κἀξέφυσέ με.
ἆρ᾽ οὐκ ἀπ᾽ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἂν ὀρθοίη λόγον;
830μὴ δῆτα μὴ δῆτ᾽, ὦ θεῶν ἁγνὸν σέβας,
ἴδοιμι ταύτην ἡμέραν, ἀλλ᾽ ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ᾽ ἰδεῖν
κηλῖδ᾽ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
ΟΙ. κοὐ μὴ στερηθῇς γ᾽ ἐς τοσοῦτον ἐλπίδων
ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμ᾽ ἂν ἢ σοὶ διὰ τύχης τοιᾶσδ᾽ ἰών;
ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
775 μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δ᾽ ἀνὴρ
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδ᾽ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
ἀνὴρ γὰρ ἐν δείπνοις μ᾽ ὑπερπλησθεὶς μέθης
780 καλεῖ παρ᾽ οἴνῳ πλαστὸς ὡς εἴην πατρί.
κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις κατέσχον, θἀτέρᾳ δ᾽ ἰὼν πέλας
μητρὸς πατρός τ᾽ ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
785 κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ᾽
ἔκνιζέ μ᾽ αἰεὶ τοῦθ᾽· ὑφεῖρπε γὰρ πολύ.
λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μ᾽ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δ᾽ ἀθλίῳ
790 καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ᾽
ἄτλητον ἀνθρώποισι δηλώσοιμ᾽ ὁρᾶν,
φονεὺς δ᾽ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
κἀγὼ ᾽πακούσας ταῦτα τὴν Κορινθίαν
795 ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος χθόνα
ἔφευγον, ἔνθα μήποτ᾽ ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
στείχων δ᾽ ἱκνοῦμαι τούσδε τοὺς χώρους ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
800 καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
ὅτ᾽ ἦ κελεύθου τῆσδ᾽ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρυξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φής,
ξυνηντίαζον· κἀξ ὁδοῦ μ᾽ ὅ θ᾽ ἡγεμὼν
805 αὐτός θ᾽ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω δι᾽ ὀργῆς· καί μ᾽ ὁ πρέσβυς ὡς ὁρᾷ
ὄχους παραστείχοντα, τηρήσας μέσον
κάρα, διπλοῖς κέντροισί μου καθίκετο.
810 οὐ μὴν ἴσην γ᾽ ἔτεισεν, ἀλλὰ συντόμως
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐῳ τι συγγενές,
815 τίς τοῦδέ γ᾽ ἀνδρὸς νῦν ἔτ᾽ ἀθλιώτερος,
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ᾽ ἀνήρ,
ὃν μὴ ξένων ἔξεστι μηδ᾽ ἀστῶν τινὶ
δόμοις δέχεσθαι, μηδὲ προσφωνεῖν τινά,
ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων; καὶ τάδ᾽ οὔτις ἄλλος ἦν
820 ἢ ᾽γὼ ᾽π᾽ ἐμαυτῷ τάσδ᾽ ἀρὰς ὁ προστιθείς.
λέχη δὲ τοῦ θανόντος ἐν χεροῖν ἐμαῖν
χραίνω, δι᾽ ὧνπερ ὤλετ᾽. ἆρ᾽ ἔφυν κακός;
ἆρ᾽ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825 μήτ᾽ ἐμβατεῦσαι πατρίδος, ἢ γάμοις με δεῖ
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
Πόλυβον, ὃς ἐξέθρεψε κἀξέφυσέ με.
ἆρ᾽ οὐκ ἀπ᾽ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἂν ὀρθοίη λόγον;
830μὴ δῆτα μὴ δῆτ᾽, ὦ θεῶν ἁγνὸν σέβας,
ἴδοιμι ταύτην ἡμέραν, ἀλλ᾽ ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ᾽ ἰδεῖν
κηλῖδ᾽ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
***
ΙΟΚ. Θα ᾽ρθει. Μα κάνε μου τη χάρηνα μου πεις,
770 τί σου βαραίνει, βασιλιά μου, την ψυχή;
ΟΙΔ. Δε θα σου κρύψω τίποτα·
στις παρυφές κινούμαι της ελπίδας.
Ποιός άλλος από σένα
δικαιούται περισσότερο
τη δυστυχία μου να δει κατάματα;
Ο Κορίνθιος Πόλυβος ήταν πατέρας μου·
μητέρα μου η Δωρίδα Μερόπη.
Ήμουν ο πρώτος πολίτης εκεί,
πριν να συμβεί κάτι τυχαίο,
κάπως παράξενο στ᾽ αλήθεια,
μα που δεν άξιζε τον κόπο
να μου κεντρίσει την προσοχή.
Κάποιος στο δείπνο μεθυσμένος
και πάνω στο κρασί
είπε πως είμαι ψεύτικος,
780 πλαστός του πατέρα μου γιος.
Το πήρα βαριά· κρατήθηκα την ίδια μέρα.
Όμως την άλλη μέρα
πήγα στη μάνα μου και στον πατέρα
και τους ρώτησα.
Δυσφόρησαν για κείνον που με πρόσβαλε
και ᾽γω χαιρόμουν την οργή τους.
Όμως τ᾽ αγκάθι με τρυπούσε συνεχώς
και πλήγωνε το νου μου.
Πηγαίνω στους Δελφούς
κρυφά απ᾽ τους γονείς μου,
αλλά ο Φοίβος μ᾽ έδιωξε,
με περιφρόνησε,
δεν απάντησε στο ερώτημά μου.
790 Αλλά δεινά και φοβερά προφήτευε
για μένα τον τρισάθλιο
πως με τη μάνα μου θα σμίξω
και πως παιδιά θα φέρω της ντροπής
στο φως της μέρας
και πως φονιάς θα γίνω
του πατέρα που μ᾽ έσπειρε.
Εγώ σαν τ᾽ άκουσα
από την πόλη της Κορίνθου
ξεμακραίνω,
ακολουθώντας την οδό των αστεριών,
δεν ήθελα να δω ν᾽ αληθεύουν
των χρησμών οι ντροπές.
Οδοιπορώντας φτάνω στον τόπο
που μου λες
πως χάθηκεν ο βασιλιάς της χώρας.
800 Θα σου πω όλη την αλήθεια.
Όταν πεζός στο τρίστρατο πλησίασα
αντάμωσα έναν κήρυκα
και πάνω σ᾽ ένα αμάξι
που το ᾽σερναν πουλάρια
καθόταν ένας γέροντας, καθώς τον λες.
Αυτός ο κήρυκας κι ο γέροντας
με πέταξαν βιαίως στης δημοσιάς την άκρη.
Τον οδηγό που μ᾽ έσπρωξε
χτυπώ με λύσσα.
Ο γέροντας το βλέπει,
με παραφύλαξε
κι όπως τ᾽ αμάξι πέρναγε μπροστά μου
με χτύπησε με το διπλό μαστίγιο στο μέτωπο.
810 Το πλήρωσε ακριβότερα·
σαν αστραπή τον τσάκισα
με το ραβδί που κράταγα στο χέρι
κι ανάσκελα κυλίστηκε
στο βάθος τ᾽ αμαξιού.
Ύστερα σκότωσα όλους τους άλλους.
Αν συγγενεύει ο Λάιος μ᾽ αυτόν τον ξένο,
ποιός άνθρωπος γεννήθηκε
πιο θλιβερός απ᾽ τον Οιδίποδα;
Ποιός άλλος μπόρεσε
πιο θεομίσητος να γίνει;
Κανείς πολίτης, κανένας ξένος
δεν επιτρέπεται να τον δεχτεί στο σπίτι του
κανείς δεν επιτρέπεται να του μιλεί,
όλοι θα τον πετούν στο δρόμο.
Άλλος κανείς, μονάχα εγώ
820 τον εαυτό μου καταράστηκα,
βρωμίζω με τα χέρια που τον σκότωσα
του πεθαμένου το κρεβάτι.
Γεννήθηκε κακούργος;
Εγώ είμαι το μίασμα.
Στο σώμα, στην ψυχή, στο νου;
Αν πάρω των ομματιών μου και φύγω
εξόριστος δε θα μπορώ
τους δικούς μου να δω
ούτε το χώμα της πατρίδας να πατήσω,
αλλιώς θα ζευγαρώσω με τη μάνα μου
και θα σκοτώσω τον πατέρα μου
τον Πόλυβο που μ᾽ έσπειρε και μ᾽ έθρεψε.
Θα ᾽ταν λοιπόν παράλογο κάποιος να πει,
αν ζύγιαζε τη μοίρα μου,
πως ανελέητος θεός με κυνηγάει;
830 Ποτέ, μα ποτέ, σεβαστοί θεοί,
μιας τέτοιας ημέρας το φως να μη δω.
Μακάρι να χαθώ, ν᾽ αφανιστώ
απ᾽ των θνητών τα μάτια
παρά να κηλιδώσω την ψυχή
με της ντροπής τη φρίκη.