«ξεῖν᾽, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
125 ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι, μετὰ τοῖσι δ᾽ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
εἰ κεῖνός γ᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω.
νῦν δ᾽ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
130 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
οἵ τ᾽ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,
οἵ μ᾽ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.
τῷ οὔτε ξείνων ἐμπάζομαι οὔθ᾽ ἱκετάων
135 οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·
ἀλλ᾽ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων
στησαμένῃ μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὑφαίνειν,
140 λεπτὸν καὶ περίμετρον· ἄφαρ δ᾽ αὐτοῖς μετέειπον·
“κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
ἐκτελέσω, μή μοι μεταμώνια νήματ᾽ ὄληται,
Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
145 μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
αἴ κεν ἄτερ σπείρου κῆται πολλὰ κτεατίσσας.”
ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,
150 νύκτας δ᾽ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·
ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη,
καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,
155 εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσ᾽, ὑπ᾽ ἀνάγκης·
νῦν δ᾽ οὔτ᾽ ἐκφυγέειν δύναμαι γάμον οὔτε τιν᾽ ἄλλην
μῆτιν ἔθ᾽ εὑρίσκω· μάλα δ᾽ ὀτρύνουσι τοκῆες
γήμασθ᾽, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,
160 γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα
οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί·
οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ᾽ ἀπὸ πέτρης.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
165 «ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
οὐκέτ᾽ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
ἀλλ᾽ ἔκ τοι ἐρέω· ἦ μέν μ᾽ ἀχέεσσί γε δώσεις
πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης
ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,
170 πολλὰ βροτῶν ἐπὶ ἄστε᾽ ἀλώμενος, ἄλγεα πάσχων.
ἀλλὰ καὶ ὣς ἐρέω ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Κρήτη τις γαῖ᾽ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,
καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δ᾽ ἄνθρωποι
πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες·
175 ἄλλη δ᾽ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,
ἐν δ᾽ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,
Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί·
τῇσι δ᾽ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,
180 πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος.
Δευκαλίων δ᾽ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
ἀλλ᾽ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον εἴσω
οἴχεθ᾽ ἅμ᾽ Ἀτρεΐδῃσιν, ἐμοὶ δ᾽ ὄνομα κλυτὸν Αἴθων,
ὁπλότερος γενεῇ· ὁ δ᾽ ἄρα πρότερος καὶ ἀρείων.
185 ἔνθ᾽ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
στῆσε δ᾽ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
ἐν λιμέσιν χαλεποῖσι, μόγις δ᾽ ὑπάλυξεν ἀέλλας.
190 αὐτίκα δ᾽ Ἰδομενῆα μετάλλα ἄστυδ᾽ ἀνελθών·
ξεῖνον γάρ οἱ ἔφασκε φίλον τ᾽ ἔμεν αἰδοῖόν τε.
τῷ δ᾽ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
τὸν μὲν ἐγὼ πρὸς δώματ᾽ ἄγων ἐῢ ἐξείνισσα,
195 ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμ᾽ αὐτῷ ἕποντο,
δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
200 εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ᾽ ἐπὶ γαίῃ
εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων·
τῇ τρισκαιδεκάτῃ δ᾽ ἄνεμος πέσε, τοὶ δ᾽ ἀνάγοντο.»

***
Τον λόγο πήρε πάλι η Πηνελόπη, φρόνιμο κι έξυπνο μυαλό:«Ξένε, σ᾽ εμένα τα χαρίσματα, την ομορφιά, το ανάστημα,
όλα τα χάλασαν οι αθάνατοι, τη μέρα εκείνη που αποφάσισαν
το Ίλιο οι Αργείοι να πατήσουν — μαζί τους ο Οδυσσέας έφυγε,
το ταίρι το δικό μου.
Αν ήταν να γυρίσει, αν κυβερνούσε πάλι τη ζωή μου,
τότε κι η δόξα μου θ᾽ ανέβαινε ψηλότερα, όλα θα πήγαιναν
καλύτερα. Μα τώρα εγώ μαραίνομαι, με τόσα βάσανα
που δαίμονας κακός μου φόρτωσε.
130 Όσοι αφεντεύουν, οι καλύτεροι, τα γύρω μας νησιά,
Δουλίχιο και Σάμη, τη δασωμένη Ζάκυνθο,
κι αυτοί που την περίβλεπτη Ιθάκη νέμονται, όλοι με θέλουν,
παρά τη θέλησή μου, στο κρεβάτι τους και σπαταλούν το βιος μου.
Γι᾽ αυτό κι εγώ δεν λογαριάζω πια τους ξένους, τους ικέτες,
ακόμη και τους κήρυκες, όσοι δουλεύουν για τον δήμο.
Του Οδυσσέα ο πόθος εμένα με μαράζωσε, κι όσο για γάμο
βιάζονται αυτοί, τόσο κι εγώ σκαρώνω δόλους.
Ένας θεός πρώτα με φώτισε για κείνο το πανί,
να στήσω μες στην κάμαρή μου τον ψηλό αργαλειό,
αρχίζοντας να υφαίνω φαντό μακρύ κι αραχνοΰφαντο, ενώ τους έλεγα
140 τα λόγια αυτά, για να τους ξεγελάσω:
“Νέοι κι ωραίοι μνηστήρες, αφού ο θείος Οδυσσέας πέθανε,
κάνετε λίγη υπομονή, μην τρέχετε πίσω απ᾽ τον γάμο μου,
ωσότου τούτο το πανί το αποτελειώσω, για να μην παν χαμένες
οι κλωστές μου. Το υφαίνω σάβανο του σεβαστού Λαέρτη,
την ώρα εκείνη που θα πέσει πάνω του θανατερή η μαύρη μοίρα,
για να τον καταλύσει η άσπλαχνη· μήπως βρεθεί
στον κόσμο μας κάποια γυναίκα να με ψέξει
που θα τον άφηνα νεκρό ασαβάνωτο, έναν που του περίσσευαν τα πλούτη.”
Έτσι τους μίλησα, κι αυτοί περήφανοι στα λόγια μου εμπιστεύτηκαν.
Τότε λοιπόν αδιάκοπα, την πάσα μέρα ύφαινα, στημένη
150 στον ψηλό αργαλειό, τις νύχτες όμως ξήλωνα, έχοντας πλάι μου
τις δάδες αναμμένες. Για τρία χρόνια ολόκληρα
τους ξεγελούσα και τους έπειθα ανύποπτους τους Αχαιούς.
Όταν ωστόσο μπήκε η τέταρτη χρονιά, γυρίζοντας κι οι εποχές,
διαβαίνοντας οι μήνες, οι μέρες τρέχοντας απανωτές, τότε οι σκύλες δούλες μου
το μαρτυρούν και επ᾽ αυτοφώρω μ᾽ έπιασαν, ξεστόμισαν
λόγια βαριά, κι έτσι αναγκάστηκα να το τελειώσω,
θέλοντας και μη.
Τώρα πια δεν μπορώ τον γάμο ν᾽ αποφύγω, μήτε και βρίσκω
τέχνασμα άλλο πονηρό, ενώ οι γονείς με σπρώχνουν
κάποιον να παντρευτώ, αλλά κι ο γιος μου βλέπει
το βιός του να του τρων και γίνεται έξαλλος.
160 Γιατί μεγάλωσε, άντρας ολόκληρος, μπορεί να κάνει πια
στο σπίτι του κουμάντο — του δίνει ο Δίας την τιμή αυτή.
Και μολαταύτα, πες μου να μάθω τη γενιά και την πατρίδα σου·
δεν είσαι δα αναβλάστημα της μυθικής βελανιδιάς, μήτε και ξεπετάχτηκες
από κανένα βράχο.»
Της αποκρίθηκε μιλώντας πάλι ο Οδυσσέας πολύγνωμος:
«Ω σεβαστή γυναίκα, του Οδυσσέα ομόκλινη, που τον εγέννησε
ο Λαέρτης, δεν λες να σταματήσεις κι επίμονα ρωτάς για τη γενιά μου.
Λοιπόν θα σου τη φανερώσω, μόνο που βάζεις έτσι κι άλλα βάσανα
στα βάσανα που με κρατούν.
Είναι ωστόσο η μοίρα αυτή του κάθε ανθρώπου που χρόνια έλειψε πολλά
απ᾽ την πατρίδα του μακριά, όσα κι εγώ, περιπλανώμενος κι αλλάζοντας
170 τους ξένους τόπους, να τυραννιέται με τα πάθη του.
Και μολαταύτα, σ᾽ ό,τι ρωτάς να μάθεις αποκρίνομαι:
Κάπου υπάρχει η Κρήτη, νησί στη μέση ενός πελάγου
βαμμένου στο μαβί, πλούσιο κι εύφορο, θαλασσοφίλητο·
το κατοικούν πολλοί, άνθρωποι αναρίθμητοι, σε πόλεις ενενήντα.
Μεικτή η γλώσσα τους κι ανάκατη, ανάλογα με τη φυλή·
άλλοι Αχαιοί, άλλοι οι βέροι Κρητικοί γενναίοι,
εκεί κι οι Δωριείς στα τρία χωρισμένοι, κι ακόμη
οι Κύδωνες κι οι θείοι Πελασγοί.
Ανάμεσά τους η Κνωσός, μεγάλη πόλη, όπου βασίλευε άλλοτε ο Μίνως,
στα εννιά του χρόνια του μεγάλου Δία αγαπημένος,
180 πατέρας του πατέρα μου, του αντρείου Δευκαλίωνα —
ο Δευκαλίων μ᾽ έσπειρε, μαζί και τον Ιδομενέα βασιλιά.
Εκείνος όμως με κυρτά καράβια ξεκίνησε να πάει στην Τροία
ακολουθώντας τους Ατρείδες. Αίθων το όνομά μου,
είμαι ο μικρότερος, ο άλλος μεγαλύτερος και παλληκάρι.
Εκεί λοιπόν είδαν τον Οδυσσέα τα μάτια μου, εκεί τον φιλοξένησα·
όταν του ανέμου η δίνη τον έριξε στην Κρήτη,
καθώς γυρεύοντας τον δρόμο για την Τροία,
στον κάβο του Μαλέα στρίβοντας, έπειτα πόδισε στην Αμνισό,
λιμάνι κακολίμενο, με μια σπηλιά θεάς που τις λεχώνες
προστατεύει — μόλις που γλίτωσε την άγρια θύελλα.
190 Κι ευθύς ανέβηκε τον δρόμο προς την πόλη, για τον Ιδομενέα ρωτώντας —
τον είχε λέει φίλο ξενικό και τιμημένο.
Αλλά στο μεταξύ εκείνος είχε φύγει κιόλας για την Τροία
με τα κυρτά καράβια του, ημέρες δέκα περασμένες πια,
μπορεί και έντεκα.
Έτσι, τον έφερα εγώ στο αρχοντικό, τον υποδέχτηκα καταπώς πρέπει,
τον φίλεψα μ᾽ αγάπη, μ᾽ όσα πολλά αγαθά είχε το σπίτι μας.
Αλλά και τους συντρόφους του, που πήγαιναν μαζί του,
απ᾽ τον λαό μαζεύοντας, τους έδωσα κριθάρι και κρασί φλογάτο,
κι έσφαξα βόδια, να τρων και να χορτάσουν. Εκεί
ξέμειναν μέρες δώδεκα οι ωραίοι Αχαιοί, γιατί σηκώθηκε
200 άγριος βοριάς που τους εμπόδιζε και δεν τους άφηνε
μήτε και στη στεριά να κρατηθούν στα πόδια τους — ένας θεός, ο φοβερός,
τον άνεμο ξεσήκωσε. Πέρασαν έτσι μέρες δεκατρείς,
και τότε μόνο, σαν έπεσε ο αγέρας, εκείνοι σήκωσαν πανιά.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου