«Πείραι᾽, οὐ γάρ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
80 λάθρῃ κτείναντες πατρώϊα πάντα δάσωνται,
αὐτὸν ἔχοντά σε βούλομ᾽ ἐπαυρέμεν ἤ τινα τῶνδε·
εἰ δέ κ᾽ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.»
Ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
85 αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
ἐς δ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τοὺς δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
90 ἔκ ῥ᾽ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
95 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
μήτηρ δ᾽ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
κλισμῷ κεκλιμένη, λέπτ᾽ ἠλάκατα στρωφῶσα.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
100 τοῖσι δὲ μύθων ἄρχε περίφρων Πηνελόπεια·
«Τηλέμαχ᾽, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
αἰεὶ δάκρυσ᾽ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
οἴχεθ᾽ ἅμ᾽ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
105 πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.»
Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
οἰχόμεθ᾽ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
110 δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ᾽ ἔφασκε
115 ζωοῦ οὐδὲ θανόντος ἐπιχθονίων τευ ἀκοῦσαι,
ἀλλά μ᾽ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
ἔνθ᾽ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
120 εἴρετο δ᾽ αὐτίκ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
καὶ τότε δή μ᾽ ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
“ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
125 ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
βοσκομένη, ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
130 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐὼν οἷός ποτ᾽ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
135 κὰδ δ᾽ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ᾽ ἀπατήσω,
140 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω,
φῆ μιν ὅ γ᾽ ἐν νήσῳ ἰδέειν κρατέρ᾽ ἄλγε᾽ ἔχοντα,
νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
ἴσχει· ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
145 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.”
ὣς ἔφατ᾽ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
ἀθάνατοι, τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.»

***
Ανταποκρίθηκε ο Τηλέμαχος με φρόνηση μιλώντας:«Πείραιε, κανένας μας δεν ξέρει ακόμη το τέλος της υπόθεσης·
αν οι παράτολμοι μνηστήρες εμένα θα σκοτώσουν στο παλάτι
κρυφά και δόλια, αν μοιραστούνε μεταξύ τους
80 όλα τα πατρικά αγαθά.
Γι᾽ αυτό και προτιμώ τα δώρα να βρεθούν στα χέρια σου,
εσύ να τα χαρείς, παρά όποιος άλλος από το σινάφι τους.
Αν πάλι εγώ τον φόνο τους και το κακό τους ριζικό φυτέψω,
τα επιστρέφεις τότε με χαρά στο σπιτικό μου, κι εγώ
χαρούμενος τα δέχομαι.»
Είπε, και πήρε να οδηγεί τον ταλαιπωρημένο ξένο στο παλάτι.
Όταν σε λίγο φτάνουν στο καλοχτισμένο μέγαρο,
απόθεσαν τις χλαίνες σε πολυθρόνες και καθίσματα,
κι αμέσως πήγαν να λουστούν στους απαστράπτοντες λουτήρες.
Εκεί τους έλουσαν οι παρακόρες και τους άλειψαν με λάδι,
έπειτα φόρεσαν σγουρές χλαμύδες και χιτώνες,
90 και βγαίνοντας απ᾽ τους λουτήρες πήραν τη θέση τους σε θρόνους.
Στην ώρα η παρακόρη τούς έφερε νερό σ᾽ ωραίο, χρυσό λαγήνι,
τα χέρια τους να πλύνουν· και το κρεμούσε το νερό
σ᾽ ένα αργυρό λεβέτι.
Μπροστά τους έσυρε μετά γυαλιστερό τραπέζι,
κι η σεβαστή κελάρισσα είχε την έγνοια να προσφέρει
ψωμί κι εδέσματα κάθε λογής — ό,τι καλό τής βρέθηκε,
να τους ευχαριστήσει.
Αντίκρυ τους, σε θρόνο βολεμένη η Πηνελόπη, ανάγερνε
στην παραστάδα του μεγάρου — ψιλόγνεθε
στριφογυρίζοντας τη ρόκα της.
Εκείνοι τότε απλώνουν στο έτοιμο φαγητό τα χέρια τους,
κι όταν εκόρεσαν τον πόθο τους για το φαΐ, για το πιοτό,
100 πήρε τον λόγο πρώτη, συλλογισμένη η Πηνελόπη, λέγοντας:
«Τηλέμαχε, κοντεύει η ώρα ν᾽ αποσυρθώ στην κάμαρή μου εγώ,
στην κλίνη μου να πέσω, που βογγά μαζί μου
και πνίγεται στα δάκρυα, αφότου ο Οδυσσέας,
μαζί με τους Ατρείδες, κίνησε για την Τροία· κι όμως εσύ
αρνήθηκες κάτι να πεις πιο καθαρά, προτού γυρίσουν
οι περήφανοι μνηστήρες πάλι στο παλάτι, για του πατέρα σου
τον νόστο, ό,τι κι αν άκουσες.»
Της αποκρίθηκε ο Τηλέμαχος, με φρόνηση και γνώση:
«Λοιπόν, μητέρα, θα μάθεις τώρα την αλήθεια από το στόμα μου.
Στην Πύλο ταξιδέψαμε, επήγαμε στον Νέστορα, ποιμένα του λαού του·
110 μας δέχτηκε φιλόξενα σε δώματα ψηλά, κι έδειξε
την αγάπη ενός πατέρα για τον γιο του που,
ξενιτεμένος χρόνια, μόλις επιστρέφει.
Τόσο γλυκά με φρόντισε, το ίδιο κι οι περίλαμπροί του γιοι.
Αλλά για τον καρτερικό Οδυσσέα, όχι, δεν είχε να μου πει
αν ζει ή αν πέθανε· από θνητό δεν άκουσε κανένα νέο.
Μ᾽ έστειλε ωστόσο στον Μενέλαο, τον γιο του Ατρέα,
ακοντιστή περίφημο· με ξεπροβόδισε με τ᾽ άλογά του
κι ένα καλοδεμένο αμάξι.
Είδαν εκεί τα μάτια μου και την αργεία Ελένη —
υπαίτια για τα δεινά που υπέφεραν Τρώες κι Αχαιοί,
με των θεών τη θέληση.
120 Όπου ο Μενέλαος, με τη βαριά φωνή, ρωτούσε
για την ανάγκη που με φέρνει στη θεία Λακεδαίμονα·
κι εγώ εξιστόρησα τα πάντα, ομολογώντας την αλήθεια.
Τότε κι αυτός ανταποκρίθηκε στον λόγο μου με τα δικά του λόγια:
«Ανάθεμά τους! Σε ποιανού την κλίνη θέλησαν να πλαγιάσουν —
ενός περήφανου με τίμιο φρόνημα, αυτοί οι δειλοί και τιποτένιοι.
Πώς κάποτε στο δάσος ελαφίνα πάτησε μονιά από λιοντάρι ανήμερο,
που πήγε εκεί και κοίμισε τα βυζανιάρικα νιογέννητα ελαφάκια,
κι ύστερα βγήκε να γυρέψει τη βοσκή της σε φαράγγια,
λαγκάδες χλοερές, αλλά την πρόφτασε γυρνώντας πίσω το λιοντάρι,
130 και μέσα εκεί θανάτωσε κι αυτήν κι αυτά, άθλια κι άσχημα·
παρόμοιο θάνατο θα δώσει ο Οδυσσέας σ᾽ εκείνους.
Άμποτε, Δία πατέρα, Αθηνά κι Απόλλωνα, να ᾽ταν αυτός
όπως στη Λέσβο τότε την καλοχτισμένη, όταν
λογόφεραν με τον Φιλομηλείδη, οπότε εκείνος σηκώθηκε
μαζί του να παλέψει, κι όπως τον έριξε στο χώμα με τη δύναμή του,
όλοι αλάλαξαν από χαρά οι Αχαιοί.
Άμποτε τέτοιος ο Οδυσσέας να ᾽σμιγε με τους μνηστήρες·
τότε πικρός θα ᾽βγαινε ο γάμος τους, απότομος ο θάνατός τους.
Κι όσο γι᾽ αυτά που με ρωτάς παρακαλώντας, εγώ δεν πρόκειται
άλλα να σου πω, για να ξεφύγω, να σε ξεγελάσω·
140 ό,τι μου εξήγησε ο αλάθητος, ενάλιος γέροντας, τίποτε
απ᾽ αυτά δεν θα σου κρύψω, μήτε θα τα σκεπάσω.
Είπε λοιπόν ότι τον είδε σε κάποιο απόμακρο νησί
να χύνει μαύρο δάκρυ· στο μέγαρο της νύμφης Καλυψώς,
που άθελά του τον κρατεί δικό της, κι εκείνος δεν μπορεί
να βρει πατρίδα· του λείπουν καράβια και κουπιά,
του λείπουν σύντροφοι, για να τον ταξιδέψουν
επάνω στην πλατιά ράχη της θάλασσας.»
Αυτά φανέρωσε ο Μενέλαος, γιος του Ατρέα και λαμπρός ακοντιστής.
Εγώ, όταν τέλειωσε η αποστολή μου, πήρα τον δρόμο της επιστροφής,
κι έστειλαν πίσω μου οι αθάνατοι πρίμο αγεράκι — έτσι γοργά
με γύρισαν στα αγαπημένα πατρικά μας χώματα.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου