βῆ δ᾽ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
ἔνθεν ἑλὼν δύ᾽ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
75 εὗσέ τε μίστυλλέν τε καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειρεν.
ὀπτήσας δ᾽ ἄρα πάντα φέρων παρέθηκ᾽ Ὀδυσῆϊ
θέρμ᾽ αὐτοῖς ὀβελοῖσιν· ὁ δ᾽ ἄλφιτα λευκὰ πάλυνεν·
ἐν δ᾽ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
αὐτὸς δ᾽ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
80 «ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
χοίρε᾽· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ᾽ ἐλεητύν.
οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ᾽ ἀνθρώπων.
85 καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ᾽ ἐπὶ γαίης
ἀλλοτρίης βῶσιν καί σφιν Ζεὺς ληΐδα δώῃ.
πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
οἵδε δέ τοι ἴσασι, θεοῦ δέ τιν᾽ ἔκλυον αὐδήν,
90 κείνου λυγρὸν ὄλεθρον, ὅ τ᾽ οὐκ ἐθέλουσι δικαίως
μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ᾽, ἀλλὰ ἕκηλοι
κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ᾽ ἔπι φειδώ.
ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
οὔ ποθ᾽ ἓν ἱρεύουσ᾽ ἱερήϊον, οὐδὲ δύ᾽ οἴω·
95 οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
ἦ γάρ οἱ ζωή γ᾽ ἦν ἄσπετος· οὔ τινι τόσση
ἀνδρῶν ἡρώων, οὔτ᾽ ἠπείροιο μελαίνης
οὔτ᾽ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
ἔστ᾽ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
100 δώδεκ᾽ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια, τόσ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν
βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
ἐνθάδε τ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν ἕνδεκα πάντα
ἐσχατιῇ βόσκοντ᾽, ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄρονται.
105 τῶν αἰεί σφιν ἕκαστος ἐπ᾽ ἤματι μῆλον ἀγινεῖ,
ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.»
Ὣς φάθ᾽, ὁ δ᾽ ἐνδυκέως κρέα τ᾽ ἤσθιε πῖνέ τε οἶνον
110 ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
καί οἱ πλησάμενος δῶκε σκύφος, ᾧ περ ἔπινεν,
οἴνου ἐνίπλειον· ὁ δ᾽ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
115 «ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
ὧδε μάλ᾽ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
φῆς δ᾽ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
120 εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δ᾽ ἀλήθην.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
«ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
ἀλλ᾽ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
125 ψεύδοντ᾽, οὐδ᾽ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
ὃς δέ κ᾽ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
ἡ δ᾽ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
130 ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ᾽ ὄληται.
αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο,
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
τοῦ δ᾽ ἤδη μέλλουσι κύνες ταχέες τ᾽ οἰωνοὶ
ῥινὸν ἀπ᾽ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
135 ἢ τόν γ᾽ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ᾽ αὐτοῦ
κεῖται ἐπ᾽ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλε, φίλοισι δὲ κήδε᾽ ὀπίσσω
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτ᾽ ἄλλον
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ᾽ ἐπέλθω,
140οὐδ᾽ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
οἶκον, ὅθι πρῶτον γενόμην καί μ᾽ ἔτρεφον αὐτοί.
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
ἀλλά μ᾽ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
145 τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ᾽ ὀνομάζειν
αἰδέομαι· περὶ γάρ μ᾽ ἐφίλει καὶ κήδετο θυμῷ·
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.»

***
Είπε, κι αμέσως με τη ζώνη του μάζεψε τον χιτώνα,έτρεξε στα μαντριά, όπου ασφαλίζονται κοπάδια οι χοίροι,
επήρε δυο, έφερε δυο, τους σφάζει, τους καψάλισε,
τους λιάνισε, τους πέρασε στις σούβλες.
Κι όταν το κρέας ψήθηκε καλά, το φέρνει και το απίθωσε
στον Οδυσσέα μπροστά, έτσι ζεστό, στους οβελούς του περασμένο.
Το πασπαλίζει με κριθάλευρο, ύστερα κέρασε κρασί, γλυκό σαν μέλι,
σε μια γαβάθα ξύλινη, κάθησε αντίκρυ του,
και τον προσκάλεσε μ᾽ αυτά τα λόγια:
80 «Έλα να φας, καλέ μου ξένε, ό,τι μπορούν οι δούλοι να σου δώσουν,
ετούτο εδώ το χοιρινό. Γιατί τους άλλους χοίρους με το πλούσιο λίπος,
μ᾽ αυτούς χορταίνουν οι μνηστήρες, χωρίς να σκέφτονται
μήπως τους βρει οργή θεού, χωρίς να νιώθουν λύπηση καμιά.
Κι όμως οι μάκαρες θεοί δεν συναινούν σ᾽ άδικα έργα·
τιμούν το δίκιο, κι ανταμείβουν μόνο τις καλές μας πράξεις.
Ακόμη κι οι άφιλοι, οι κακόβουλοι, όσοι πατούν
την ξένη γη και τους αφήνει ο Δίας να μαζεύουν λεία,
όταν γεμίσουνε τα πλοία και πάρουν πια τον δρόμο της επιστροφής,
τότε τους πιάνει μέγα δέος κι η ψυχή τους τρέμει
μπροστά στη θεία τιμωρία.
Μόνο αυτοί εδώ, μπορεί και ν᾽ άκουσαν φωνή θεού, φαίνεται ξέρουν
90 εκείνου τον φριχτό χαμό, γι᾽ αυτό δεν θέλουν γάμο νόμιμο
μήτε γυρίζουν στο δικό τους σπιτικό· αναίσθητοι καταβροχθίζουν
τα αγαθά του, τα σπαταλούν ασύστολα, χωρίς φειδώ.
Όσες ημέρες κι όσες νύχτες στέλνει ο Δίας,
αυτοί δεν σφάζουνε ποτέ ένα σφαχτό ή δυο·
και το κρασί, κι εκείνο το ξαφρίζουν, με δίχως μέτρο ασωτεύουν.
Ήσαν αλήθεια τα αγαθά του ατέλειωτα· κανείς απ᾽ τους μεγάλους άρχοντες
δεν είχε τόσα· μήτε στα απέναντι, στα σκούρα χώματα,
μήτε και πάνω στην Ιθάκη. Το βιος του ξεπερνούσε,
ακόμη κι αν μαζί λογάριαζες πλούτη από άλλους είκοσι.
Είμαι σε θέση να σου τα μετρήσω:
100 αντίκρυ στη στεριά είκοσι ποίμνες βόδια· τόσα κοπάδια
και με πρόβατα, τόσα με χοίρους, τόσα με σκορπισμένες γίδες —
τα βόσκουν πέρα οι ξένοι ή και βοσκοί δικοί μας, ντόπιοι.
Αλλά κι εδώ θα βρεις κοπάδια γίδες έντεκα,
που βόσκουν σκόρπιες στην άλλην άκρη του νησιού,
και τις ποιμαίνουν έμπειροι γιδοβοσκοί —
όλοι τους, κι ο καθένας, την κάθε μέρα, φέρνει σ᾽ αυτούς
κι ένα κομμάτι, διαλέγοντας την πιο καλοθρεμμένη γίδα.
Αλλά κι εγώ, που εδώ φροντίζω και φυλάω τους χοίρους,
στέλνω καθημερνά ξεχωρισμένο τον καλύτερο.»
Είπε, και προσηλώθηκε τρώγοντας κρέας, πίνοντας μονορούφι
το κρασί του, αμίλητος· ο νους του γύριζε στο πώς
110 θα βλάψει τους μνηστήρες.
Όταν απόφαγε και πια στυλώθηκε με το φαΐ η ψυχή του,
γέμισε και του πρόσφερε την κούπα, την ίδια που έπινε κι αυτός,
ξέχειλη στο κρασί· την υποδέχτηκε εκείνος με χαρά,
κι όπως επήγε να μιλήσει, τα λόγια του πετούσαν σαν πουλιά:
«Καλέ μου φίλε, ποιος άραγε σ᾽ αγόρασε με τα πολλά αγαθά του,
τόσο τρανός και πλούσιος, όπως εσύ το ομολογείς
και λες πως αφανίστηκε για την τιμή του βασιλιά Αγαμέμνονα;
Φανέρωσέ μου το όνομα, γιατί μπορεί και να τον γνώρισα,
έτσι σπουδαίος που ήταν.
Ο Δίας θα ξέρει, όπως κι οι άλλοι αθάνατοι θεοί,
αν κάπου τον συνάντησα, και θα μπορούσα να τον αναγγείλω,
120 αφού κι εγώ περιπλανήθηκα σε τόσα ξένα μέρη.»
Αμέσως του αποκρίθηκε ο θείος χοιροβοσκός, ο πρώτος υπηρέτης:
«Γέροντα, κανείς περαστικός περιπλανώμενος
εκείνον αναγγέλλοντας δεν θα μπορούσε πια να πείσει
τη γυναίκα του μήτε τον γιο του.
Παρ᾽ όλα ταύτα, κάποιοι πλάνητες, γυρεύοντας την πόρεψή τους,
αδίκως αραδιάζουν ψέματα, κι αρνούνται να πούνε την αλήθεια.
Όποιος κι αν φτάσει εδώ, στα μέρη της Ιθάκης, γυρίζοντας τον κόσμο,
τρέχει στη δέσποινά μου και τη γεμίζει με ψευτιές.
Εκείνη πάλι τον φιλεύει πρόθυμα και τον ρωτά τα πάντα
θρηνώντας, με τα βλέφαρα στο δάκρυ μουσκεμένα —
130 όπως το συνηθίζει μια γυναίκα, αν έχασε τον άντρα της στα ξένα.
Έτσι κι εσύ, μου φαίνεσαι, στο πι και φι θα σκάρωνες, γέρο, το παραμύθι,
αν ήταν κάποιος να σου δώσει χιτώνα κι ένα πανωφόρι, να ντυθείς.
Τα κόκαλα όμως εκείνου κιόλας τα απογύμνωσαν οι σκύλοι,
τις σάρκες του τις έφαγαν τα γρήγορα όρνια —
τον άφησε η ψυχή του άπνοο.
Μπορεί στη θάλασσα τα ψάρια να τον έχουνε λιανίσει,
τα οστά του πια να βρίσκονται σ᾽ ένα γιαλό, χωμένα σε βαθιά αμμουδιά.
Έτσι κι αλλιώς, εκείνος πήγε του χαμού κι άφησε πίσω στους δικούς του
πένθιμη λύπη — σ᾽ όλους, σ᾽ εμένα μεγαλύτερη.
Γιατί το ξέρω, δεν θα βρω κύρη γλυκύτερο, όσο ζω,
140 όπου κι αν πάω, ας ήταν να γυρίσω στου πατέρα και της μάνας μου
το σπίτι, όπου γεννήθηκα κι αντίκρισα το φως, πλάι
σ᾽ εκείνους που μ᾽ ανάστησαν.
Ωστόσο δεν οδύρομαι τόσο γι᾽ αυτούς, μόλο που λαχταρούν
τα μάτια να τους δουν, όταν πατήσω της πατρίδας μου το χώμα,
όσο με καίει του Οδυσσέα ο πόθος, αφότου έφυγε και πάει.
Εκείνον, ξένε, όσο μου λείπει, ντρέπομαι να προφέρω το όνομά του —
τόσο μ᾽ αγάπησε, τόσο καημό κρατούσε μέσα του για μένα·
γι᾽ αυτό τον λέω αγαπημένο, όσο θα τον φαντάζομαι στα ξένα.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου