μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο
200 Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.
κλαῖον δὲ λιγέως, θαλερὸν κατὰ δάκρυ χέοντες·
ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
Αὐτὰρ ἐγὼ δίχα πάντας ἐϋκνήμιδας ἑταίρους
ἠρίθμεον, ἀρχὸν δὲ μετ᾽ ἀμφοτέροισιν ὄπασσα·
205 τῶν μὲν ἐγὼν ἄρχον, τῶν δ᾽ Εὐρύλοχος θεοειδής.
κλήρους δ᾽ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·
ἐκ δ᾽ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
βῆ δ᾽ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ᾽ ἑταῖροι
κλαίοντες· κατὰ δ᾽ ἄμμε λίπον γοόωντας ὄπισθεν.
210 εὗρον δ᾽ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.
ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ᾽ ἔδωκεν.
οὐδ᾽ οἵ γ᾽ ὁρμήθησαν ἐπ᾽ ἀνδράσιν, ἀλλ᾽ ἄρα τοί γε
215 οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
ὡς δ᾽ ὅτ᾽ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
σαίνωσ᾽· αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ·
ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
σαῖνον· τοὶ δ᾽ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
220 ἔσταν δ᾽ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
Κίρκης δ᾽ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων
λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
τοῖσι δὲ μύθων ἄρχε Πολίτης, ὄρχαμος ἀνδρῶν,
225 ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·
«Ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
καλὸν ἀοιδιάει, δάπεδον δ᾽ ἅπαν ἀμφιμέμυκεν,
ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.»
Ὣς ἄρ᾽ ἐφώνησεν, τοὶ δ᾽ ἐφθέγγοντο καλεῦντες.
230 ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς
καὶ κάλει· οἱ δ᾽ ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·
Εὐρύλοχος δ᾽ ὑπέμεινεν, ὀΐσάμενος δόλον εἶναι.
εἷσεν δ᾽ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
235 οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ
φάρμακα λύγρ᾽, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ᾽ ἔπειτα
ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
240 καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ.
ὣς οἱ μὲν κλαίοντες ἐέρχατο· τοῖσι δὲ Κίρκη
πὰρ ῥ᾽ ἄκυλον βάλανόν τ᾽ ἔβαλεν καρπόν τε κρανείης
ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
Εὐρύλοχος δ᾽ ἂψ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν,
245 ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος, ἱέμενός περ,
κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε
δακρυόφιν πίμπλαντο, γόον δ᾽ ὠΐετο θυμός.
ἀλλ᾽ ὅτε δή μιν πάντες ἀγασσάμεθ᾽ ἐξερέοντες,
250 καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·
«Ἤιομεν, ὡς ἐκέλευες ἀνὰ δρυμά, φαίδιμ᾽ Ὀδυσσεῦ·
εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ
ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.
ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ᾽ ἄειδεν
255 ἢ θεὸς ἠὲ γυνή· τοὶ δ᾽ ἐφθέγγοντο καλεῦντες.
ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς
καὶ κάλει· οἱ δ᾽ ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·
αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀϊσάμενος δόλον εἶναι.
οἱ δ᾽ ἅμ᾽ ἀϊστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν
260 ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.»
Ὣς ἔφατ᾽, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
ὤμοιϊν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·
τὸν δ᾽ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
αὐτὰρ ὅ γ᾽ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
265 καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
«Μή μ᾽ ἄγε κεῖσ᾽ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπ᾽ αὐτοῦ.
οἶδα γὰρ ὡς οὔτ᾽ αὐτὸς ἐλεύσεαι οὔτε τιν᾽ ἄλλον
ἄξεις σῶν ἑτάρων· ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.»
270 Ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
«Εὐρύλοχ᾽, ἦ τοι μὲν σὺ μέν᾽ αὐτοῦ τῷδ᾽ ἐνὶ χώρῳ
ἔσθων καὶ πίνων, κοίλῃ παρὰ νηῒ μελαίνῃ·
αὐτὰρ ἐγὼν εἶμι· κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη.»

***
Ακούγοντας τα λόγια μου, ραγίστηκε η καρδιά τους·θυμήθηκαν τα πάθη τους στη Λαιστρυγόνα από τον Αντιφάτη,
200 του Κύκλωπα τη βία, βάναυση δύναμη ενός ανθρωποφάγου,
και ξέσπασαν σε θρήνο οξύ, έτρεχε ποταμός το δάκρυ·
αλλά δεν έβγαινε κανένα κέρδος με το τόσο κλάμα.
Τότε κι εγώ, μοιράζοντας στα δυο τους οπλισμένους μου συντρόφους,
τους μέτρησα, κι έβαλα και στις δύο ομάδες αρχηγό·
στην πρώτη ήμουν αρχηγός εγώ, στην άλλη ο Ευρύλοχος, ωραίος σαν θεός.
Αμέσως κλήρους ρίξαμε σε κράνος χάλκινο, κι όπως το ανακινήσαμε,
έξω πετάχτηκε ο λαχνός του μεγαλόκαρδου Ευρυλόχου.
Ο Ευρύλοχος βγήκε μπροστά, κι ακολουθούσαν είκοσι δύο εταίροι
κλαίγοντας· κι εμάς όμως μας άφησαν πίσω τους να θρηνούμε.
210 Βρέθηκαν τότε, μέσα από τις κοιλάδες, στης Κίρκης το παλάτι,
χτισμένο με πελεκητά λιθάρια, σε μέρος φυλαγμένο
που να βλέπει ολόγυρα.
Τους συναπάντησαν εκεί λύκοι ορεσίβιοι, λιοντάρια,
που ήσαν γητεμένα από την ίδια, με τα φαρμακερά βοτάνια που τους έδινε.
Γι᾽ αυτό δεν όρμησαν πάνω στους άντρες· μόνο σηκώθηκαν
και πήραν να κουνούν τις μακριές ουρές τους.
Πώς γύρω από τον κύρη τους που φτάνει από τραπέζι
μαζεύονται οι σκύλοι του κουνώντας την ουρά τους,
γιατί κάθε φορά κάτι καλό τούς φέρνει να το μασουλήσουν·
έτσι κι αυτούς λύκοι με νύχια κοφτερά και τα λιοντάρια
τους τριγύρισαν με την ουρά σεινάμενη· εκείνοι ωστόσο
τρόμαξαν από τα τρομερά θεριά που είδαν μπροστά τους.
220 Έντρομοι στάθηκαν στα πρόθυρα της καλλιπλόκαμης θεάς,
της Κίρκης, που την ακούν μέσα να τραγουδά
με την ωραία φωνή της· πήγαινε κι έρχονταν υφαίνοντας
φαντό μεγάλο, αθάνατο, όπως εκείνα τα έργα που οι θεές υφαίνουν
αραχνοΰφαντα και λαμπερά, χαριτωμένα.
Τότε πήρε τον λόγο πρώτος ο Πολίτης, τους μίλησε σαν αρχηγός —
ήταν ο αγαπημένος σύντροφός μου, έμπιστος κι έντιμος πολύ:
«Καλοί μου φίλοι, κάποια εκεί μέσα πάει κι έρχεται, υφαίνοντας
φαντό μεγάλο, κι όπως ωραία τραγουδά, ο αντίλαλος σηκώνεται
παντού στο σπίτι· ίσως θεά, ίσως θνητή, είναι καιρός κι εμείς
να τη φωνάξουμε.»
Μιλώντας έτσι, τους έπεισε φωνάζοντας να την καλέσουν,
230 και τότε η Κίρκη, ανοίγοντας θυρόφυλλα λαμπρά, πρόβαλε
και τους προσκαλούσε· ανυποψίαστοι όλοι την ακολούθησαν,
μόνο ο Ευρύλοχος έμεινε πίσω, γιατί φαντάστηκε τι δόλος κρύβεται.
Εκείνη τους πήρε μέσα και τους κάθισε σε θρόνους και σκαμνιά·
αμέσως τους ετοίμασε, ανακινώντας σε κρασί της Πράμνου,
τυρί τριμμένο και κριθάλευρο, μέλι χρυσό, και μέσα εκεί ανακάτεψε
φαρμακερά βοτάνια, να λησμονήσουν την πατρίδα τους για πάντα.
Κι όπως τους έδωσε να πιουν, το ήπιαν όλο· τότε τους χτύπησε
με το ραβδί της και τους έκλεισε στο χοιροστάσι.
Αλλάζοντας, είχαν κεφάλι τώρα γουρουνίσιο, ανάλογη φωνή, σώμα
240 και τρίχες· ο νους τους μόνο έμεινε όπως και πρώτα στέρεος.
Αποκλεισμένοι εκεί θρηνούσαν· πάνω στην ώρα η Κίρκη
τους ρίχνει πρίνους, βαλανίδια και καρπούς κρανιάς, να φαν
όπως τα χαμοκύλιστα γουρούνια.
Στο μεταξύ ο Ευρύλοχος γύρισε πίσω με σπουδή στο μαύρο
γρήγορο καράβι, να πει την είδηση για τους συντρόφους, τι τρομερό
κακό τούς βρήκε. Όμως δεν μπόρεσε να ξεστομίσει λέξη,
μόλο που προσπαθούσε· ένιωθε την ψυχή του λαβωμένη
απ᾽ τον μεγάλο πόνο, τα μάτια του πλημμυρισμένα από τα δάκρυα,
ήθελε να ξεσπάσει σε θρήνο γοερό.
Κι όταν εμείς όλοι μαζί, κατάπληκτοι, επίμονα ρωτούσαμε
το τι συμβαίνει, τότε επιτέλους ανιστόρησε
250 τον όλεθρο των άλλων μας συντρόφων:
«Κινήσαμε, όπως πρόσταξες, μέσα στα δάση, Οδυσσέα λαμπρέ,
και στις κοιλάδες βρήκαμε το αρχοντικό ωραίο, χτισμένο
με πελεκημένες πέτρες, σε μέρος φυλαγμένο, να βλέπει ολόγυρα.
Εκεί πηγαινοέρχονταν κάποια γυναίκα υφαίνοντας φαντό μεγάλο,
που τραγουδούσε με τη δυνατή φωνή της — ίσως θεά, ίσως θνητή.
Αυτοί πήραν να τη φωνάζουν, κι όπως την κάλεσαν, εκείνη
αμέσως έξω πρόβαλε, ανοίγοντας θυρόφυλλα που λάμπουν,
και τους προσκάλεσε. Τότε λοιπόν, όλοι μαζί κι ανυποψίαστοι,
την ακολούθησαν· μόνος μου έμεινα πιο πίσω εγώ, γιατί φαντάστηκα
τι δόλος κρύβεται. Και ξαφνικά εξαφανίστηκαν οι πάντες, κανείς
δεν έλεγε να εμφανιστεί, παρότι εγώ ώρα πολλή κάθησα εκεί,
260 προσμένοντας μήπως φανούν.»
Μόλις τον λόγο του αποτέλειωσε, ευθύς κι εγώ πέρασα το σπαθί μου,
με τ᾽ ασημένια του καρφιά, γύρω στους ώμους, μέγα, χάλκινο,
φόρεσα και το τόξο μου, κι έδωσα αμέσως εντολή να μπει ο Ευρύλοχος
μπροστά, στον δρόμο μου οδηγός.
Εκείνος όμως, πιασμένος με τα δύο του χέρια από τα γόνατά μου,
ολοφυρόμενος παρακαλούσε, κι έτσι μου μίλησε
με λόγια που πετούσαν σαν πουλιά:
«Μην επιμένεις, άθελά μου, να με πας εκεί, θεών βλαστάρι· μόνο άφησέ με
εδώ να μείνω. Γιατί το ξέρω, μήτε του λόγου σου θα ξαναρθείς, μήτε
κανέναν άλλο σύντροφο θα φέρεις πίσω· γι᾽ αυτό καλύτερα, όσοι απομείναμε,
το γρηγορότερο να φύγουμε· καιρός ακόμη, κι ίσως έτσι
ξεφύγουμε τη μαύρη μέρα.»
270 Είπε όσα είπε, αλλά κι εγώ του ανταποκρίθηκα μιλώντας:
«Ευρύλοχε, αφού το θέλεις, μείνε εδώ σ᾽ αυτόν τον χώρο,
με το φαΐ και το πιοτό σου, πλάι στο καράβι, μελανό και κοίλο·
όμως εγώ θα πάω εκεί — η ανάγκη με προστάζει αδήριτη.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου