πὰρ πυρί· οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
155 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
«Ἀλκίνο᾽, οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε,
160 ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ᾽ ἐσχάρῃ ἐν κονίῃσιν·
οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
ἀλλ᾽ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
165 σπείσομεν, ὅς θ᾽ ἱκέτῃσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ·
δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.»
Αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
ὦρσεν ἀπ᾽ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
170 υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
175 σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς·
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
«Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
180 πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
σπείσομεν, ὅς θ᾽ ἱκέτῃσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ.»
Ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,
185 τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
«Κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες·
ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
190 ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσι
ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
μνησόμεθ᾽, ὥς χ᾽ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
πομπῇ ὑφ᾽ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
195 μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι
πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δ᾽ ἔπειτα
πείσεται ἅσσα οἱ αἶσα κατὰ Κλῶθές τε βαρεῖαι
γεινομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθεν,
200 ἄλλο τι δὴ τόδ᾽ ἔπειτα θεοὶ περιμηχανόωνται.
αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
ἡμῖν, εὖτ᾽ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
δαίνυνταί τε παρ᾽ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
εἰ δ᾽ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
205 οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«Ἀλκίνο᾽, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
210 οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν·
οὕς τινας ὑμεῖς ἴστε μάλιστ᾽ ὀχέοντας ὀϊζὺν
ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
καὶ δ᾽ ἔτι κεν καὶ πλείον᾽ ἐγὼ κακὰ μυθησαίμην,
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
215 ἀλλ᾽ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
ἔπλετο, ἥ τ᾽ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ᾽ αἰεὶ
220 ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
ληθάνει ὅσσ᾽ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
ὑμεῖς δ᾽ ὀτρύνεσθε ἅμ᾽ ἠοῖ φαινομένηφιν,
ὥς κ᾽ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης,
καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
225 κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
230 αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
ἥσθην· ἀμφίπολοι δ᾽ ἀπεκόσμεον ἔντεα δαιτός.
τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἄρχετο μύθων·
ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἰδοῦσα
235 καλά, τά ῥ᾽ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα·
«Ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ᾽ ἔδωκεν;
οὐ δὴ φῂς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ᾽ ἱκέσθαι;»

***
Τελειώνοντας κάθισε καταγής, μπρος στην εστία,στις στάχτες πάνω, στη φωτιά κοντά που κόρωνε.
Άφωνοι αυτοί κι αμίλητοι, όλοι τους επιμένουν στη σιωπή,
ώσπου επιτέλους άνοιξε το στόμα του σεβάσμιος γέροντας
ο Εχένηος· ήταν ο γεροντότερος στους Φαίακες, είχε το χάρισμα
του λόγου, ήξερε να διηγηθεί πολλά και παλαιά.
Καλόγνωμος, τον λόγο πήρε τότε και τους είπε:
«Αλκίνοε, τούτο το φέρσιμο δεν είναι βέβαια ωραίο και πρέπον·
160 ο ξένος καθισμένος καταγής, πάνω στις στάχτες της εστίας,
κι αυτοί προσμένουν τον δικό σου λόγο, κι εμποδίζονται.
Εμπρός λοιπόν τον ξένο ανόρθωσε, οδήγησέ τον να καθήσει
σε θρόνο στολισμένο μ᾽ αργυρά καρφιά,
δώσε την εντολή σου και στους κήρυκες να συγκεράσουν το κρασί,
σπονδή να κάνουμε για τον κεραύνιο Δία που παραστέκει
σ᾽ ευσεβείς ικέτες —
ας φέρει και η κελάρισσα στον ξένο φαγητό απ᾽ τα αποθέματά της.»
Ακούγοντας τον λόγο του, γενναία ψυχή ο Αλκίνοος,
αμέσως κράτησε του Οδυσσέα το χέρι,
ανδρείο στη μάχη κι επιτήδειο στης γνώσης τον λαβύρινθο·
απ᾽ την εστία τον ανόρθωσε και τον εκάθισε σε θρόνο λαμπερό,
170 ανασηκώνοντας τον γιο του Λαοδάμαντα —
ήταν αυτός ευγενικός πολύ, γι᾽ αυτό τον είχε καθισμένο δίπλα του,
τον υπεραγαπούσε.
Στην ώρα της μια παρακόρη φέρνει νερό, τα χέρια του να πλύνει,
με το πανέμορφο χρυσό λαγήνι· κι έριχνε το νερό
σ᾽ ένα αργυρό λεβέτι από ψηλά.
Ύστερα μπροστά του σέρνει γυαλιστερό τραπέζι,
κι η σεβαστή κελάρισσα είχε την έγνοια να του φέρει ψωμί
κι άφθονο φαγητό, ό,τι της βρέθηκε, να τον ευχαριστήσει.
Έπινε κι έτρωγε, βασανισμένος ο Οδυσσέας και θείος,
οπότε ο Αλκίνοος γυρίζοντας προσφώνησε τον κήρυκα:
«Ποντόνοε, στον κρατήρα το κρασί συγκέρασε και μοίρασε ποτό
180 σ᾽ όλους που παρευρίσκονται στην αίθουσα, σπονδή να κάνουμε
για τον κεραύνιο Δία, που παραστέκει σ᾽ ευσεβείς ικέτες.»
Μίλησε, κι ο Ποντόνοος ευθύς γλυκόπιοτο κρασί συγκέρασε,
το μοίρασε με τη σειρά στις κούπες, έγινε πρώτα η σπονδή,
ήπιαν μετά όσο τραβούσε η όρεξή τους,
και τότε ο Αλκίνοος πήρε τον λόγο και τους είπε:
«Ακούστε, των Φαιάκων άρχοντες και σύμβουλοι σοφοί,
θα πω εκείνα που η καρδιά στα στήθη με προστάζει·
τώρα που αποδειπνήσατε, πηγαίνετε να κοιμηθείτε σπίτι σας·
όμως με την αυγή σάς συγκαλώ, εσάς κι άλλους πολλούς
190 γερόντους, επίσημα τον ξένο να δεχτούμε στο παλάτι·
καλές θυσίες στους θεούς προσφέροντας, έπειτα να σκεφτούμε
και το δικό του κατευόδιο,
πώς θα γυρίσει ο ξένος, δίχως ταλαιπωρία και κόπο,
με τη δική μας συνοδεία πίσω στην πατρίδα του,
χαρούμενος κι αμέσως.
Δεν πρέπει πια στο μεταξύ κι άλλο να κακοπάθει
(ας είναι απόμακρος ο τόπος του),
προτού πατήσει της πατρίδας του το χώμα· εκεί
τον περιμένει το γραφτό του, πάθη που του έκλωσαν βαριές
οι Μοίρες με το νήμα τους, τη μέρα που γεννήθηκε
κι η μάνα του τον έφερε στον κόσμο.
Αν πάλι ένας θεός από τον ουρανό κατέβηκε κοντά μας,
200 τότε θα μελετούν στον νου τους άλλο οι θεοί.
Γιατί το συνηθίζουν και φανερώνονται συχνά αυτοπρόσωποι,
όταν λαμπρές τις εκατόμβες τούς προσφέρουμε·
δειπνούν μαζί μας, γίνονται παρακαθήμενοί μας.
Αλλά και μόνος όποιος διαβάτης τούς απάντησε,
δεν κρύβουνε το πρόσωπό τους· είμαστε συγγενείς τους,
καθώς οι Κύκλωπες και τα άγρια φύλα των Γιγάντων.»
Τον λόγο πήρε τότε κι αποκρίθηκε ο Οδυσσέας πολυμήχανος:
«Αλκίνοε, διώξε μια τέτοια σκέψη από τον νου σου· εγώ
δεν έχω τα γνωρίσματα των αθανάτων, όσοι κατέχουν τον πλατύ ουρανό,
210 μήτε στην όψη μήτε και στο ανάστημα· γιατί ανήκω στους θνητούς,
αυτούς που ξέρετε κι εσείς, ανθρώπους που τους έπεσε η δυστυχία
βαριά, μ᾽ αυτούς συναγωνίζομαι στα βάσανα.
Και θα μπορούσα εδώ και πιο μεγάλα πάθη να σας ιστορήσω,
όλα και όσα υπέφερα με των θεών τη θέληση.
Αλλά ζητώ την άδειά σας τώρα να δειπνήσω, παρά τη μαύρη
πίκρα που με τρώει· πράγμα δεν ξέρω αναιδέστερο στον κόσμο
απ᾽ την καταραμένη αυτήν κοιλιά —
αυτή προστάζει στον καθένα να θυμηθεί το φαγητό,
κι αν είναι ακόμη συντριμμένος, ας έχει πένθος στην ψυχή του.
Έτσι κι εγώ με τέτοιο βάρος στην ψυχή, κι όμως αυτή με κάνει
220 να λησμονώ τα πάθη μου, γυρεύοντας επίμονα
να φάει, να πιει, ζητώντας μόνο να γεμίσει.
Ωστόσο εσείς, με της αυγής το χάραμα, συγκινηθείτε
να μ᾽ αποθέσετε στην πατρική μου γη, δύσμοιρο και βαρύ
μετά τα τόσα πάθη μου· μόνο να δω
τις δούλες και τα χτήματά μου, το σπίτι μου μεγάλο και ψηλόστεγο,
τότε ας τελειώσει κι η ζωή μου.»
Έτσι τους μίλησε, κι εκείνοι συγκατένευσαν, όλοι τους συμφωνούν
να στείλουν τον ξένο στην πατρίδα του, γιατί ο λόγος του αποδείχτηκε
καταπώς πρέπει μετρημένος.
Ετέλεσαν σπονδή, ήπιαν όσο τραβούσε η όρεξή τους,
κι ύστερα πήγαν ο καθένας στο δικό του σπίτι, να κοιμηθούν.
230 Ξέμεινε τότε στη μεγάλην αίθουσα ο θείος Οδυσσέας,
πλάι στην Αρήτη καθισμένος και στον θεόμορφο Αλκίνοο,
ενώ οι γυναίκες μάζευαν τα σκεύη απ᾽ το τραπέζι.
Στο μεταξύ η Αρήτη, όμορφη και λευκή, θέλησε πρώτη να μιλήσει
γιατί αναγνώρισε τη χλαίνη, τον χιτώνα· βλέποντας τα ωραία εκείνα
ρούχα που φορούσε, από την ίδια υφασμένα και τις παρακόρες της.
Κι όπως μιλώντας τον προσφώνησε, τα λόγια της πετούσαν σαν πουλιά:
«Ξένε, μια πρώτη έχω ερώτηση που απόκριση γυρεύει:
ποιος είσαι κι από πού; τα ρούχα που φορείς ποιος σου τα χάρισε;
δεν είπες πως, περιπλανώμενος στη θάλασσα, έφτασες στο νησί μας;»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου