καὶ ἄφιξις εἰς Ἰθάκην
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
κῃληθμῷ δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
«ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
5 ὑψερεφές, τῷ σ᾽ οὔ τι παλιμπλαγχθέντα γ᾽ ὀΐω
ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
ὑμέων δ᾽ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
αἰεὶ πίνετ᾽ ἐμοῖσιν, ἀκουάζεσθε δ᾽ ἀοιδοῦ.
10 εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
δῶρ᾽, ὅσα Φαιήκων βουληφόροι ἐνθάδ᾽ ἔνεικαν·
ἀλλ᾽ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
ἀνδρακάς· ἡμεῖς δ᾽ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
15 τισόμεθ᾽· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.»
Ὣς ἔφατ᾽ Ἀλκίνοος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆάδ᾽ ἐπεσσεύοντο, φέρον δ᾽ εὐήνορα χαλκόν.
20 καὶ τὰ μὲν εὖ κατέθηχ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν᾽ ἑταίρων
βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ᾽ ἐρετμοῖς·
οἱ δ᾽ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ᾽ ἀλέγυνον.
Τοῖσι δὲ βοῦν ἱέρευσ᾽ ἱερὸν μένος Ἀλκινόοιο
25 Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
μῆρα δὲ κήαντες δαίνυντ᾽ ἐρικυδέα δαῖτα
τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
Δημόδοκος, λαοῖσι τετιμένος· αὐτὰρ Ὀδυσσεὺς
πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
30 δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
νειὸν ἀν᾽ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
ἀσπασίως δ᾽ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ᾽ ἰόντι·
35 ὣς Ὀδυσῆ᾽ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
«Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ᾽ αὐτοί·
40 ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
ὄλβια ποιήσειαν· ἀμύμονα δ᾽ οἴκοι ἄκοιτιν
νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
ὑμεῖς δ᾽ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
45 κουριδίας καὶ τέκνα· θεοὶ δ᾽ ἀρετὴν ὀπάσειαν
παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπε.
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
50 «Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
πᾶσιν ἀνὰ μέγαρον, ὄφρ᾽ εὐξάμενοι Διὶ πατρὶ
τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.»
Ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
55 ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ᾽ ἵστατο δῖος Ὀδυσσεύς,
Ἀρήτῃ δ᾽ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
60 ἔλθῃ καὶ θάνατος, τά τ᾽ ἐπ᾽ ἀνθρώποισι πέλονται.
αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδ᾽ ἐνὶ οἴκῳ
παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.»
Ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς.
τῷ δ᾽ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
65 ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
Ἀρήτη δ᾽ ἄρα οἱ δμῳὰς ἅμ᾽ ἔπεμπε γυναῖκας,
τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
τὴν δ᾽ ἑτέρην χηλὸν πυκινὴν ἅμ᾽ ὄπασσε κομίζειν·
ἡ δ᾽ ἄλλη σῖτόν τ᾽ ἔφερεν καὶ οἶνον ἐρυθρόν.

***
Εκείνος τη διήγησή του τέλειωσε, κι αυτοί σαν μαγεμένοι,βουβοί κι αμίλητοι, κάτω απ᾽ τον ίσκιο της μεγάλης αίθουσας.
Ώσπου ο Αλκίνοος μιλώντας έκοψε τη σιωπή:
«Ω Οδυσσέα, αφότου βρέθηκες σε τούτο το ψηλόροφο παλάτι
και πάτησες το χάλκινο κατώφλι, αληθινά πιστεύω πως
δεν σε περιμένει κι άλλη περιπλάνηση, πως
θα νοστήσεις στο νησί σου, μετά από τόσα πάθη.
Τώρα σ᾽ εσάς, όσοι στο αρχοντικό μου κάθε μέρα
κρασί βασιλικό, σπινθηροβόλο πίνετε μαζί μου
κι ακούτε απολαμβάνοντας τον αοιδό,
έχω για τον καθένα σας να πω τον ορισμό μου.
10 Βρίσκονται κιόλας σε κασέλα σκαλιστή ασφαλισμένα
για τον φιλοξενούμενό μας ρούχα, περίτεχνα μαλάματα, αλλά
και τ᾽ άλλα δώρα, όσα μας έφεραν οι βουληφόροι Φαίακες.
Κι όμως προτείνω να του δώσουμε επιπλέον μεγάλο τρίποδα
με το λεβέτι του, καθένας κι έναν. Μετά μαζεύουμε
κι απ᾽ τον λαό το μερτικό του· αλλιώς βαρύ θα αποδειχτεί το χάρισμα,
αν όλο πέσει μόνο στη μια μεριά.»
Έτσι ο Αλκίνοος τους μίλησε, κι εκείνοι δέχτηκαν ευχάριστα
τον λόγο του· ύστερα τράβηξε καθένας σπίτι του, να κοιμηθούν.
Κι όταν, την άλλη μέρα ξημερώνοντας, ρόδισε η Αυγή τον ουρανό,
κατέβηκαν γοργά στο πλοίο, φορτωμένοι τον αντρίκειο τους χαλκό.
20 Κι εκεί καλά τον βόλεψε ο Αλκίνοος, γενναία ψυχή·
ήλθε ο ίδιος και τον έστησε κάτω από τα ζυγά του καραβιού,
για να μη γίνει εμπόδισμα σε κάποιον κωπηλάτη,
όταν με τα κουπιά τους θ᾽ άνοιγαν θαλάσσιο δρόμο.
Κι ευθύς πήγαν εκείνοι στου Αλκινόου το παλάτι, φροντίζοντας το γεύμα τους.
Τότε ο Αλκίνοος, γενναία ψυχή, τους σφάζει βόδι,
θυσία στον Κρονίδη Δία, παντοδύναμο, που τον σκεπάζει η μελανή νεφέλη.
Έκαψαν πρώτα τα μεριά, μοιράστηκαν μετά με απόλαυση το πλούσιο γεύμα,
κι ανάμεσά τους τραγουδούσε, τιμημένος του λαού,
ο θείος αοιδός Δημόδοκος.
30 Ο Οδυσσέας μόνος είχε το βλέμμα του στραμμένο συνεχώς στον πάμφωτο ήλιο, προσμένοντας με αγωνία να δύσει, γιατί τον έτρωγε ο καημός του νόστου.
Πόσο και πώς πεθύμησε το δείπνο ο γεωργός —
όλη τη μέρα τα δυο βόδια, στο χρώμα του κρασιού,
το αλέτρι του έσυραν σε χώμα σβωλιασμένο, κι εκείνος
βλέπει με αγαλλίαση να δύει ο ήλιος χαμηλώνοντας το φως,
να φτάνει η ώρα για το βραδινό του, οπότε ξεκινώντας
νιώθει μια κούραση γλυκιά στα γόνατά του που λυγίζουν·
τόση αγαλλίαση το φως του ήλιου χαμηλώνοντας
χάρισε και στον Οδυσσέα.
Κι ευθύς στους Φαίακες, που έχουν χαρά τους το κουπί,
θέλησε να ακουστεί, αλλά τον λόγο του φανέρωσε μιλώντας στον Αλκίνοο:
«Αλκίνοε βασιλιά, που τόσο ξεχωρίζεις στον λαό σου,
σταλάξετε τώρα σπονδή, να με ξεπροβοδίσετε μετά κι εμένα δίχως βλάβη.
40 Σας αποχαιρετώ. Γιατί έχουν πια συντελεστεί
όσα πεθύμησε η ψυχή μου· οι συνοδοί μου και τα φιλικά σας δώρα.
Είθε οι ουράνιοι θεοί να ευλογούνε τα αγαθά σας, κι εγώ γυρίζοντας
στο σπίτι μου, να βρω γερούς την άψογη γυναίκα μου και τους δικούς μου.
Αλλά κι εσείς που θα απομείνετε, καθένας ας ευφραίνει
το ακριβό του ταίρι και τα τέκνα του. Εύχομαι
κάθε ενάρετο καλό να σας χαρίζουν οι θεοί,
κακό κανένα να μην πέσει στον λαό σας.»
Τόσα τους είπε, κι εκείνοι ολόψυχα τον επαινούσαν,
συμφώνησαν τον ξένο να προπέμψουν, που τους εμίλησε καλά.
Τότε ο γενναίος Αλκίνοος φώναξε προς τον κήρυκα:
50 «Ποντόνοε, συγκέρασε κρασί μες στον κρατήρα,
κέρασε όλους στο παλάτι· να υψώσουμε στον Δία πατέρα
την ευχή μας, να στείλουμε τον ξένο στην πατρική του γη.»
Έτσι τους μίλησε, και το γλυκόπιοτο κρασί συγκέρασε ο Ποντόνοος,
μετά, ζυγώνοντας έναν προς έναν, τους το μοίρασε,
κι αυτοί στάλαξαν τη σπονδή στους μάκαρες θεούς
που κυβερνούν στους ουρανούς ενθρονισμένοι.
Όρθιος τότε ο θείος Οδυσσέας πήρε μια κούπα δίγουβη,
την έβαλε στο χέρι της Αρήτης, κι όπως την προσφωνούσε,
τα λόγια του πετούσαν σαν πουλιά:
«Χαίρε, βασίλισσα, αδιάκοπη η χαρά σου, ως τα γεράματα
60 και ως τον θάνατο — κλήρος αυτός διπλός του ανθρώπου.
Εγώ γυρίζω τώρα στην πατρίδα μου, αλλά κι εσύ
ευφρόσυνα να ζεις σ᾽ αυτό το σπίτι, με τα παιδιά σου, τον λαό σου,
τον βασιλέα Αλκίνοο.»
Μ᾽ αυτά τα λόγια πέρασε ο θείος Οδυσσέας το κατώφλι,
ενώ ο γενναίος Αλκίνοος παράγγειλε να πάει ο κήρυκας
μπροστά, να γίνει ο οδηγός του στο γρήγορο καράβι,
κάτω στο περιγιάλι.
Στην ώρα της η Αρήτη έκανε νόημα να ακολουθήσουν
τρεις από τις σκλάβες της· η μια κρατώντας πανωφόρι
και χιτώνα πεντακάθαρο, η άλλη κουβαλώντας μια γερή κασέλα, η τρίτη
έφερε ψωμί και κόκκινο κρασί.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου