μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας,
ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην, λινοθώρηξ,
530 ἐγχείῃ δ᾽ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
οἳ Κῦνόν τ᾽ ἐνέμοντ᾽ Ὀπόεντά τε Καλλίαρόν τε
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
535 Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
Οἳ δ᾽ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες,
Χαλκίδα τ᾽ Εἰρέτριάν τε πολυστάφυλόν θ᾽ Ἱστίαιαν
Κήρινθόν τ᾽ ἔφαλον Δίου τ᾽ αἰπὺ πτολίεθρον,
οἵ τε Κάρυστον ἔχον ἠδ᾽ οἳ Στύρα ναιετάασκον,
540 τῶν αὖθ᾽ ἡγεμόνευ᾽ Ἐλεφήνωρ, ὄζος Ἄρηος,
Χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων.
τῷ δ᾽ ἅμ᾽ Ἄβαντες ἕποντο θοοί, ὄπιθεν κομόωντες,
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
545 τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δ᾽ ἄρ᾽ Ἀθήνας εἶχον, ἐϋκτίμενον πτολίεθρον,
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ᾽ Ἀθήνη
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
κὰδ δ᾽ ἐν Ἀθήνῃς εἷσεν, ἑῷ ἐν πίονι νηῷ·
550 ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
τῶν αὖθ᾽ ἡγεμόνευ᾽ υἱὸς Πετεῶο Μενεσθεύς.
τῷ δ᾽ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ᾽ ἀνὴρ
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
555 Νέστωρ οἶος ἔριζεν· ὁ γὰρ προγενέστερος ἦεν·
τῷ δ᾽ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
στῆσε δ᾽ ἄγων ἵν᾽ Ἀθηναίων ἵσταντο φάλαγγες.
Οἳ δ᾽ Ἄργος τ᾽ εἶχον Τίρυνθά τε τειχιόεσσαν,
560 Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
Τροιζῆν᾽ Ἠϊόνας τε καὶ ἀμπελόεντ᾽ Ἐπίδαυρον,
οἵ τ᾽ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
τῶν αὖθ᾽ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
565 τοῖσι δ᾽ ἅμ᾽ Εὐρύαλος τρίτατος κίεν, ἰσόθεος φώς,
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
συμπάντων δ᾽ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
τοῖσι δ᾽ ἅμ᾽ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δὲ Μυκήνας εἶχον, ἐϋκτίμενον πτολίεθρον,
570 ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
Ὀρνειάς τ᾽ ἐνέμοντο Ἀραιθυρέην τ᾽ ἐρατεινὴν
καὶ Σικυῶν᾽, ὅθ᾽ ἄρ᾽ Ἄδρηστος πρῶτ᾽ ἐμβασίλευεν,
οἵ θ᾽ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
Πελλήνην τ᾽ εἶχον ἠδ᾽ Αἴγιον ἀμφινέμοντο
575 Αἰγιαλόν τ᾽ ἀνὰ πάντα καὶ ἀμφ᾽ Ἑλίκην εὐρεῖαν,
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
λαοὶ ἕποντ᾽· ἐν δ᾽ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν,
580 οὕνεκ᾽ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς.
Οἳ δ᾽ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
Βρυσειάς τ᾽ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
οἵ τ᾽ ἄρ᾽ Ἀμύκλας εἶχον Ἕλος τ᾽, ἔφαλον πτολίεθρον,
585 οἵ τε Λάαν εἶχον ἠδ᾽ Οἴτυλον ἀμφενέμοντο,
τῶν οἱ ἀδελφεὸς ἦρχε, βοὴν ἀγαθὸς Μενέλαος,
ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
ἐν δ᾽ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς,
ὀτρύνων πόλεμόνδε· μάλιστα δὲ ἵετο θυμῷ
590 τείσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.

***
Των Λοκρών ήταν αρχηγός ο Οιλείδης ταχύς Αίαςπολύ πολύ μικρότερος του Τελαμωνιάδη
στο σώμα, και μικρόσωμος λινοθωρακωμένος
530 των Πανελλήνων και Αχαιών εις το κοντάρι πρώτος·
ήλθαν απ᾽ την Καλλίαρον, την Κύνον, τον Οπούντα,
απ᾽ τες ωραίες Αυγειές, την Βήσσαν και την Σκάρφην,
την Τάρφην και το Θρόνιον, του Βοαγρίου πόρον·
και αυτόν σαράντα ολόμαυρα καράβι᾽ ακολουθούσαν
535 των Λοκρών πού ᾽ναι αντίπερα της ιεράς Ευβοίας.
Και τους ανδρείους Άβαντας κατοίκους της Ευβοίας
από Χαλκίδ᾽ Ερέτριαν και απ᾽ την σταφυλοφόραν
Ιστίαιαν και Κήρινθον ακρόγιαλην και ακόμη
από το Δίον το υψηλό, την Κάρυστον και Στύρα,
540 τους διοικούσε ο φοβερός στην μάχην Ελεφήνωρ
Χαλκοδοντιάδης αρχηγός των ψυχερών Αβάντων.
Γοργόποδοι με τα μαλλιά στες πλάτες απλωμένα,
λογχιστές ήσαν πρόθυμοι με τα μακριά κοντάρια
στα στήθη επάνω των εχθρών τους θώρακες να σπάσουν·
545 και αυτόν σαράντα ολόμαυρα καράβια ακολουθούσαν.
Άνδρες οι Αθήνες έστειλαν, καλοκτισμένη πόλις·
κι ήταν η χώρα του υψηλού στο φρόνημα Ερεχθέως·
τον γέννησεν η δότρα Γη και του Διός η κόρη
η Αθηνά τον έθρεψε, και στον λαμπρόν ναόν της
550 τον έθεσε, και με κριούς και ταύρους, κάθε χρόνο
τ᾽ αγόρια των Αθηνών ευφραίνουν την ψυχή του·
ο Μενεσθεύς του Πετεώ τους διοικούσε, ο μόνος
ίππους να τάξ᾽ εις πόλεμον και ασπιδοφόρους άνδρες,
και σ᾽ όλους μέσα τους θνητούς αντίπαλον δεν είχεν
555 άλλον παρά τον Νέστορα, τον γεροντότερόν του·
και αυτόν πενήντα ολόμαυρα καράβια ακολουθούσαν.
Ο Αίας πρύμνες δώδεκα της Σαλαμίνος είχε,
κι εστάθηκε στες φάλαγγες σιμά των Αθηναίων.
Άνδρες το Άργος έστειλε κι η πυργωμένη Τίρυνς
560 απ᾽ το βαθύ λιμάνι τους η Ασίνη κι η Ερμιόνη,
η αμπελωμένη Επίδαυρος, τα μέρη της Τροιζήνος,
των Ηιονών, του Μάσητος, ακόμη της Αιγίνης·
τους διοικούσαν ο καλός στην μάχην Διομήδης
και ο Σθένελος· του δοξαστού υιός του Καπανέως,
565 και τρίτος ο Ευρύαλος, ο θείος, που εγεννήθη
απ᾽ τον υιόν του Ταλαού τον άρχον Μηκιστέα·
αλλ᾽ ήταν όλων αρχηγός ο ανδρείος Διομήδης·
κι είχαν ογδόντα ολόμαυρα κατόπιν τους καράβια.
Και οι Μυκήνες οι λαμπρές, η Κόρινθος πλουσία,
570 οι Κλεωνές καλόκτιστες, των Ορνειών τα μέρη,
η Αραιθυρέα πάντερπνη, η πόλις Σικυώνος,
εκεί που πρώτ᾽ ο Άδραστος εγίνη βασιλέας,
η Υπερησία, και η ψηλή Γονούσσα και η Πελλήνη,
ο Αιγιαλός, το Αίγιον κι η απλωμένη Ελίκη
575 έστειλαν άνδρες σ᾽ εκατό καράβια ανεβασμένους
και αρχηγός ήτ᾽ ο κραταιός Ατρείδης Αγαμέμνων.
Εκείνος είχε τα πολλά και ανδρειωμένα πλήθη,
κι άστραφτεν όλος στ᾽ άρματα κι επαίρετο η ψυχή του
ως ήταν εις την δύναμιν ο πρώτος των ηρώων,
580 ότ᾽ είχε αυτός πλιότερον λαόν ολόγυρά του.
Έστειλεν άνδρες η κλειστή στα όρη Λακεδαίμων,
η Μέσσ᾽ η πολυτρύγονη, η Σπάρτη και η Φάρις,
οι Βρυσειές, οι Αυγειές οι πάντερπνες, οι Αμύκλες,
το Έλος, χώρ᾽ ακρόγιαλη, το Οίτυλος και ο Λάας
585 και τούτους ο Μενέλαος ο ανδρείος αδελφός του
εδιοικούσε κι έφερνε μαζί του εξήντα πλοία·
και ανάμερ᾽ αρματώνονταν και αυτός με προθυμίαν
στην μέση τους επρόβαινε και τους παρακινούσε
στον πόλεμον και τού καιε τα σπλάχνα μέσα ο πόθος
590 να εκδικηθεί τους στεναγμούς, τα δάκρυα της Ελένης.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου