Κυριακή 29 Μαΐου 2022

ΟΜΗΡΟΣ: Ἰλιάς (24.746-24.804)

Ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
τῇσιν δ᾽ αὖθ᾽ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
«Ἕκτορ, ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·
750 οἱ δ᾽ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
πέρνασχ᾽, ὅν τιν᾽ ἕλεσκε, πέρην ἁλὸς ἀτρυγέτοιο,
ἐς Σάμον ἔς τ᾽ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·
σεῦ δ᾽ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
755 πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ᾽ ἑτάροιο,
Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ᾽ ὧς.
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
κεῖσαι, τῷ ἴκελος ὅν τ᾽ ἀργυρότοξος Ἀπόλλων
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.»
760 Ὣς ἔφατο κλαίουσα, γόον δ᾽ ἀλίαστον ὄρινε.
τῇσι δ᾽ ἔπειθ᾽ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·
«Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
ὅς μ᾽ ἄγαγε Τροίηνδ᾽· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
765 ἤδη γὰρ νῦν μοι τόδ᾽ ἐεικοστὸν ἔτος ἐστὶν
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
ἀλλ᾽ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ᾽ ἀσύφηλον·
ἀλλ᾽ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
770 ἢ ἑκυρή —ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί—,
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
σῇ τ᾽ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
τῶ σέ θ᾽ ἅμα κλαίω καὶ ἔμ᾽ ἄμμορον ἀχνυμένη κῆρ·
οὐ γάρ τίς μοι ἔτ᾽ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
775 ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.»
Ὣς ἔφατο κλαίουσ᾽, ἐπὶ δ᾽ ἔστενε δῆμος ἀπείρων.
λαοῖσιν δ᾽ ὁ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·
«ἄξετε νῦν, Τρῶες, ξύλα ἄστυδε, μηδέ τι θυμῷ
δείσητ᾽ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς
780 πέμπων μ᾽ ὧδ᾽ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν,
μὴ πρὶν πημανέειν, πρὶν δωδεκάτη μόλῃ ἠώς.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ὑπ᾽ ἀμάξῃσιν βόας ἡμιόνους τε
ζεύγνυσαν, αἶψα δ᾽ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·
785 ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
καὶ τότ᾽ ἄρ᾽ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ᾽ ἔβαλον πῦρ.
Ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
790 αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ᾽ ἕταροί τε
μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
795 καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες,
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
αἶψα δ᾽ ἄρ᾽ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε
πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·
ῥίμφα δὲ σῆμ᾽ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,
800 μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα
εὖ συναγειρόμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα
δώμασιν ἐν Πριάμοιο, διοτρεφέος βασιλῆος.
Ὣς οἵ γ᾽ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.

***
Και με τον θρήνον πόκαμνε στενάζαν οι γυναίκες
και ανάμεσόν τους άρχισε κι η Εκάβη να θρηνήσει:
«Έκτωρ, ω το ακριβότερο απ᾽ όλα τα παιδιά μου,
και όταν μου εζούσες, οι θεοί, γλυκέ μου, σ᾽ αγαπούσαν
750 και τώρα μες στον θάνατον ακόμη σε λυπούνται.
Τ΄ άλλα παιδιά μου, όσά ᾽πιανεν ο γρήγορος Πηλείδης
απόπερ᾽ απ΄ την θάλασσαν στα ξένα τα επουλούσε
στην Λήμνον την σκοταδερή, στην Σάμον και στην Ίμβρον·
και συ, αφού σ᾽ ενέκρωσεν η λόγχη του και γύρω
755 του φίλου οπού του εφόνευσες τον τάφον σ᾽ έχει σύρει,
και όμως με αυτό δεν έκαμε τον φίλον ν᾽ αναζήσει,
εμπρός μου τώρα δροσερός και ανέγγιχτος στο σπίτι
κείτεσαι, ωσάν τον άνθρωπον που την ψυχήν τού επήρε
ο Φοίβος ο αργυρότοξος με τ᾽ άλυπά του βέλη».
760 Και η κλάψα της εσήκωσε γύρω οδυρμόν και θρήνους.
Και τρίτ᾽ η Ελένη άρχισε τον θρήνον της κι εκείνη:
«Ω Έκτωρ μου, ο ακριβότερος των αδελφών του ανδρός μου,
κι είν᾽ άνδρας μου ο θεόμορφος Αλέξανδρος που εμένα
εδώ στην Τροίαν έφερε· να ᾽χα πεθάνει πρώτα.
765 Χρόνοι επεράσαν είκοσιν αφ᾽ ότου εκείθεν ήλθα
και άφησα την πατρίδα μου· και απ᾽ τα δικά σου χείλη
λόγον ποτέ δεν άκουσα κακόν να με πικράνει.
Και αν κάποιος απ᾽ τους αδελφούς ή από τες αδελφές σου
ή από τες συννυφάδες μου με απόπαιρνεν ή ακόμη
770 η πεθερά μου —ο πενθερός με αγάπα ωσάν πατέρας—
συ μόνος τον ημέρωνες με λόγια μελωμένα
με την αγαθοσύνην σου· για τούτο σένα κλαίω
και αντάμα εμέ την άμοιρην και σχίζεται η καρδιά μου.
Ότι κανείς δεν μόμεινεν εις όλην την Τρωάδα
775 να είναι φίλος της καρδιάς και μ᾽ αποστρέφοντ᾽ όλοι».
Και ως έκλαιε τριγύρω της εστέναζαν τα πλήθη.
Και τότε ο γέρος Πρίαμος επρόσταξε στα πλήθη:
«Στην πόλιν, Τρώες, φέρετε τα ξύλα, μη φοβείσθε
καρτέρι από τους Αχαιούς· μου έταξε ο Πηλείδης
780 όταν από τες πρύμνες του αυτός μ᾽ επροβοδούσε,
πριν φέξ᾽ η δωδεκάτη αυγή να μη μας πολεμήσει».
Και αυτοί τες μούλες έζεψαν στ᾽ αμάξια και τους ταύρους
και με σπουδήν συνάχθηκαν εμπρός στην πόλιν όλοι
κι εννιά ημέρες έφερναν από το δάσος ξύλα·
785 και άμα η δεκάτη εφάνη αυγή τον κόσμον να φωτίσει
τότ᾽ έβγαλαν τον Έκτορα και κλαίοντας τον θέσαν
εις της πυράς την κορυφήν, κατόπι την ανάψαν.
Και άμα η ροδοδάκτυλη Ηώς στον κόσμο εφάνη,
εις την πυράν ολόγυρα του Έκτορος του ανδρείου
790 όλος συνάχθηκε ο λαός κι άφθονο πρώτα εχύσαν
κρασί μες στην πυρκαγιά και την εσβήσαν όλην
ως κει που εβόσκησε η φωτιά, κι οι αυτάδελφοι και οι φίλοι
κατόπιν όλα εσύναξαν τα άσπρα κόκαλά του,
κι έτρεχαν δάκρυα θερμά από τα μάγουλά τους.
795 Και μέσα εις χρυσήν λάρνακα τα έθεσαν κατόπι
με πορφυρά και μαλακά σεντόνια τυλιγμένα·
κατόπι τα εκατέβασαν μες στο βαθύ κιβούρι
κι επάνω εστοίβασαν πυκνά λιθάρια και μεγάλα·
και αφού τάφον εσήκωσαν με χώματα εκαθόνταν
800 φύλακες απ᾽ τους Αχαιούς το μνήμα να φρουρήσουν.
Και αφού το μνήμα ετοίμασαν, συναθροισθήκαν όλοι
με τάξιν και εκάθησαν στο θαυμαστό τραπέζι
μέσα στα υψηλά δώματα του σεβαστού Πριάμου.
Αυτός του ανδρείου Έκτορος ο ενταφιασμός εγίνη.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου