Κυριακή 10 Οκτωβρίου 2021

ΟΜΗΡΟΣ: Ἰλιάς (1.364-1.427)

Τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
365 «οἶσθα· τίη τοι ταῦτα ἰδυίῃ πάντ᾽ ἀγορεύω;
ᾠχόμεθ᾽ ἐς Θήβην, ἱερὴν πόλιν Ἠετίωνος,
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
ἐκ δ᾽ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
370 Χρύσης δ᾽ αὖθ᾽ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα,
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
375 Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε·
380 χωόμενος δ᾽ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ᾽ Ἀπόλλων
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
ἧκε δ᾽ ἐπ᾽ Ἀργείοισι κακὸν βέλος· οἱ δέ νυ λαοὶ
θνῇσκον ἐπασσύτεροι, τὰ δ᾽ ἐπῴχετο κῆλα θεοῖο
πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
385 εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
αὐτίκ᾽ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
Ἀτρεΐωνα δ᾽ ἔπειτα χόλος λάβεν, αἶψα δ᾽ ἀναστὰς
ἠπείλησεν μῦθον, ὃ δὴ τετελεσμένος ἐστί·
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
390 ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
κούρην Βρισῆος, τήν μοι δόσαν υἷες Ἀχαιῶν.
ἀλλὰ σύ, εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος·
ἐλθοῦσ᾽ Οὔλυμπόνδε Δία λίσαι, εἴ ποτε δή τι
395 ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης, ὅτ᾽ ἔφησθα κελαινεφέϊ Κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
400 Ἥρη τ᾽ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·
ἀλλὰ σὺ τόν γ᾽ ἐλθοῦσα, θεά, ὑπελύσαο δεσμῶν,
ὦχ᾽ ἑκατόγχειρον καλέσασ᾽ ἐς μακρὸν Ὄλυμπον,
ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
Αἰγαίων᾽ —ὁ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων—
405 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ᾽ ἔτ᾽ ἔδησαν.
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων,
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ᾽ ἅλα ἔλσαι Ἀχαιοὺς
410 κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
ἣν ἄτην, ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτεισεν.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
«ὤ μοι τέκνον ἐμόν, τί νύ σ᾽ ἔτρεφον αἰνὰ τεκοῦσα;
415 αἴθ᾽ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔ τι μάλα δήν·
νῦν δ᾽ ἅμα τ᾽ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
ἔπλεο· τῶ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
420 εἶμ᾽ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
μήνι᾽ Ἀχαιοῖσιν, πολέμου δ᾽ ἀποπαύεο πάμπαν·
Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ᾽ ἀμύμονας Αἰθιοπῆας
χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ᾽ ἅμα πάντες ἕποντο·
425 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπόνδε,
καὶ τότ᾽ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.»

***
Κι ο Αχιλλεύς στενάζοντας της είπε: «Τα γνωρίζεις,
365 τι απ᾽ αρχής να σου τα ειπώ; Την πόλιν την αγίαν
την Θήβην, που εβασίλευσεν ο μέγας Ηετίων,
πατήσαμε κι εφέραμεν εδώ τα λάφυρά της·
κι ως έπρεπεν οι Αχαιοί τα μοιρασθήκαν όλα
και του Ατρείδη εδιάλεξαν την κόρην Χρυσηίδα·
370 ο ιερέας έπειτα του μακροβόλου Φοίβου
ο Χρύσης ήλθε στα γοργά των Αχαιών καράβια
με λύτρα πλουσιοπάροχα την κόρην του να λύσει,
και του θεού στο χέρι του τα στέφανα κρατώντας
στο σκήπτρο επάνω το χρυσό επρόσπεσεν εις όλους
375 τους Αχαιούς, αλλ᾽ έξοχα στους βασιλείς Ατρείδες·
τότ᾽ είπαν όλοι οι Αχαιοί τον γέροντ᾽ ιερέα
να σεβασθούν και τα λαμπρά λύτρα δεκτά να γίνουν·
αλλά τούτο δεν έστερξεν ο Ατρείδης Αγαμέμνων,
και τον απόδιωξε κακά με δυνατές φοβέρες·
380 έφυγε ο γέρος με χολήν και τες ευχές του ο Φοίβος,
άκουσ᾽ ευθύς, ότι ο θεός πολύ τον αγαπούσε·
και στους Αργείους έριξε βέλος κακό, κι επέφταν
σωρός τα πλήθη, ως του θεού τα βέλη ολού πετούσαν
στο απέραντο στρατόπεδο των Αχαιών, και ο μάντης
385 ο γνώστης μάς φανέρωσεν ό,τι του είπε ο Φοίβος·
τότε ο θεός να ιλεωθεί συμβούλευσα εγώ πρώτος·
με τούτο σφόδρα εθύμωσεν ο Ατρείδης κ᾽ εσηκώθη
και λόγον είπε φοβερόν, που είναι τελειωμένος.
Κι οι Αχαιοί προβόδησαν με γρήγορο καράβι
390 και προσφορές για τον θεόν την κόρην εις την Χρύσην,
αλλ᾽ από τώρ᾽ απ᾽ την σκηνήν την κόρην του Βρισέως,
δώρο σ᾽ εμέ των Αχαιών, οι κήρυκες μου επήραν·
και, αν δύνασαι, προστάτευσε συ το καλό παιδί σου·
ανέβα ευθύς στον Όλυμπον και πρόσπεσε στον Δία,
395 αν χάριν του ᾽καμες ποτέ με λόγον ή με έργον·
συχνά στο σπίτι του πατρός σ᾽ άκουσα να καυχάσαι
ότι τον μαυροσύννεφον Κρονίδην εσύ μόνη
των αθανάτων έσωσες απ᾽ όλεθρον αχρείον,
όταν οι άλλοι Ολύμπιοι επήγαν να τον δέσουν,
400 η Ήρα με την Αθηνάν και ο Ποσειδών ακόμη,
και συ, θεά, τον λύτρωσες που φώναξες αμέσως
τον μέγαν εκατόγχειρον στες κορυφές του Ολύμπου·
απ᾽ τους θεούς Βριάρεως, και απ᾽ τους θνητούς Αιγαίων
λέγεται και στην δύναμιν περνά και τον πατέρα·
405 μ᾽ έπαρσιν κάθισεν αυτός στο πλάγι του Κρονίδη,
και από τον φόβον του οι θεοί δεν έδεσαν τον Δία.
Τα γόνατά του αγκάλιασε και τούτα ενθύμισέ του,
στους Τρώας ίσως βοηθός θελήσει αυτός να γίνει,
και ακρόγιαλα τους Αχαιούς να κλείσει προς τες πρύμνες
410 να σφάζονται για να χαρούν τον βασιλιά τους όλοι.
Να μάθει και ο κραταιός Ατρείδης Αγαμέμνων
πόσο ετυφλώθη ν᾽ αψηφά των Αχαιών τον πρώτον».
Και δάκρυα χύνοντας πολλά του απάντησεν η Θέτις:
«Υιέ μου, τι σ᾽ ανάσταινα τον πικρογεννημένον;
415 Άλυπος καν και αδάκρυτος να κάθοσουν στες πρύμνες,
αφού δεν θέλ᾽ η μοίρα σου πολύν καιρόν να ζήσεις·
αλλ᾽ είσαι και ολιγόζωος και πίκρες ποτισμένος
σαν κανείς άλλος· άμοιρα στο σπίτι σ᾽ εγεννούσα·
κι εγώ τον λόγον σου να ειπώ του βροντοφόρου Δία,
420 στον χιονισμένον Όλυμπον θα υπάγω, αν θα μ᾽ ακούσει·
συ ωστόσο από τον πόλεμον τραβήξου και στες πρύμνες
ησύχαζε, των Αχαιών να δείξεις τον θυμόν σου·
και ο Δίας στον Ωκεανόν, που τον καλούν οι θείοι
Αιθίοπες κατέβη χθες και όλ᾽ οι θεοί μαζί του
425 και μετά ημέρες δώδεκα στον Όλυμπον θα γύρει,
και τότε στα χαλκόστρωτα θ᾽ ανέβω δώματά του,
να του προσπέσω ταπεινά κι ελπίζω να μ᾽ ακούσει».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου