τέρπετ᾽ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
Φαίηκες δολιχήρετμοι, ναυσικλυτοὶ ἄνδρες.
370 Ἀλκίνοος δ᾽ Ἅλιον καὶ Λαοδάμαντα κέλευσε
μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
οἱ δ᾽ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
375 ἰδνωθεὶς ὀπίσω· ὁ δ᾽ ἀπὸ χθονὸς ὑψόσ᾽ ἀερθεὶς
ῥηϊδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀν᾽ ἰθὺν πειρήσαντο,
ὀρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
ταρφέ᾽ ἀμειβομένω· κοῦροι δ᾽ ἐπελήκεον ἄλλοι
380 ἑσταότες κατ᾽ ἀγῶνα, πολὺς δ᾽ ὑπὸ κόμπος ὀρώρει.
δὴ τότ᾽ ἄρ᾽ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
«Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
ἠδ᾽ ἄρ᾽ ἑτοῖμα τέτυκτο· σέβας μ᾽ ἔχει εἰσορόωντα.»
385 Ὣς φάτο, γήθησεν δ᾽ ἱερὸν μένος Ἀλκινόοιο.
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
«Κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες·
ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
ἀλλ᾽ ἄγε οἱ δῶμεν ξεινήϊον, ὡς ἐπιεικές.
390 δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ᾽ ἐγὼ αὐτός·
τῶν οἱ ἕκαστος φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα
καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρ᾽ ἐνὶ χερσὶ
395 ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον,
δῶρα δ᾽ ἄρ᾽ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
400 τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
«Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
δώσω οἱ τόδ᾽ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
405 ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.»
Ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δ᾽ εἴ περ τι βέβακται
δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
410 σοὶ δὲ θεοὶ ἄλοχόν τ᾽ ἰδέειν καὶ πατρίδ᾽ ἱκέσθαι
δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.»
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«καὶ σύ, φίλος, μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν,
μηδέ τί τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
415 τούτου, ὃ δή μοι δῶκας, ἀρεσσάμενος ἐπέεσσιν.»
Ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
δύσετό τ᾽ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν·
καὶ τά γ᾽ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
δεξάμενοι δ᾽ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
420 μητρὶ παρ᾽ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
τοῖσιν δ᾽ ἡγεμόνευ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
δή ῥα τότ᾽ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
«Δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ᾽, ἥ τις ἀρίστη·
425 ἐν δ᾽ αὐτὴ θὲς φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα.
ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ᾽ ὕδωρ,
ὄφρα λοεσσάμενός τε ἰδών τ᾽ εὖ κείμενα πάντα
δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ᾽ ἔνεικαν,
δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
430 καί οἱ ἐγὼ τόδ᾽ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
χρύσεον, ὄφρ᾽ ἐμέθεν μεμνημένος ἤματα πάντα
σπένδῃ ἐνὶ μεγάρῳ Διί τ᾽ ἄλλοισίν τε θεοῖσιν.»

***
Κι όπως τραγούδαγε ο φημισμένος αοιδός τούτο το ποίημα,ο Οδυσσέας ακούγοντας γέμιζε αγαλλίαση· όπως
κι οι άλλοι Φαίακες, θαλασσινοί περίφημοι
με τα μακριά κουπιά τους.
370 Τότε ο Αλκίνοος παράγγειλε, ο Άλιος κι ο Λαοδάμας
μόνοι τους να χορέψουν,
αφού οι δυο τους στον χορό ήσαν ασυναγώνιστοι.
Πήραν λοιπόν στα χέρια τους μια σφαίρα ωραία, πορφυρή,
έργο της επιδέξιας τέχνης του Πολύβου·
όσο την έριχνε ψηλά στα σκούρα νέφη ο ένας,
λυγίζοντας συγχρόνως το κορμί του προς τα πίσω, ο άλλος,
υψωμένος στον αέρα, την έπιανε με μαεστρία και χάρη,
προτού τα πόδια του πατήσουνε το χώμα.
Κι όταν δοκίμασαν την τέχνη τους στη σφαίρα,
πετώντας την ψηλά και κατακόρυφα, άρχισαν τότε
οι δυο τους τον χορό,
τη γη πατώντας που μας τρέφει τους ανθρώπους,
αντικριστά και συναλλάσσοντας απανωτά λυγίσματα·
ενώ στο πλάι οι άλλοι, παλληκαράκια ακόμη,
μέσα στον ίδιο κυκλικό χορό στημένα, φώναζαν
και χτυπούσαν παλαμάκια. Κι αντιλαλούσε ο τόπος
380 απ᾽ το μεγάλο βουητό.
Γύρισε τότε στον Αλκίνοο ο θείος Οδυσσέας μιλώντας:
«Αλκίνοε κραταιέ, περίβλεπτε σ᾽ όλη τη χώρα,
καυχήθηκες πως είναι οι χορευτές σας άριστοι,
κι έχουμε τώρα την απόδειξη· τους βλέπω μπρος μου
και με πιάνει θάμβος.»
Τον άκουσε κι ευφράνθηκε του Αλκινόου η γενναία ψυχή,
κι αμέσως στράφηκε στους Φαίακες, που έχουν χαρά τους το κουπί:
«Ακούστε, των Φαιάκων αρχηγοί και σύμβουλοι·
νομίζω ο ξένος αποδείχτηκε έξυπνος και στοχαστικός,
γι᾽ αυτό προτείνω να προσφέρουμε δώρα φιλόξενα, καθώς
το θέλει κι η περίσταση.
390 Δώδεκα βασιλείς λαμπροί την εξουσία μοιράζονται
σ᾽ αυτή τη χώρα, δέκατος τρίτος βρίσκομαι εγώ στην κορυφή.
Λοιπόν, καθένας σας ας φέρει πανωφόρι καθαρό,
χιτώνα, κι από ένα τάλαντο πολύτιμου χρυσού.
Και λέω όλα να συγκεντρωθούν αμέσως, ώστε κι ο ξένος
με τα δώρα του στο χέρι, εύθυμος και χαρούμενος
στο δείπνο να προσέλθει.
Όσο για τον Ευρύαλο, μόνος ας βρει λόγο και δώρο
που θα φέρουν συμφιλίωση· γιατί τα λόγια που ξεστόμισε
δεν είχαν ασφαλώς κανένα μέτρο.»
Τον άκουσαν, κι οι πάντες συμφωνώντας συγκατένευσαν·
τότε ο καθένας δίνει εντολή στον κήρυκά του
να πάει να φέρει τα φιλόξενά του δώρα.
400 Στο μεταξύ τον λόγο ζήτησε ο Ευρύαλος κι απολογήθηκε:
«Αλκίνοε κραταιέ, περίβλεπτε σ᾽ όλη τη χώρα,
εγώ είμαι πρόθυμος, όπως το παραγγέλλεις, να δείξω
τη συγγνώμη μου στον ξένο·
θα του προσφέρω το σπαθί μου αυτό — χαλκός ατόφιος,
με λαβή ασημένια, η θήκη που το σφίγγει από καινούργιο
γυαλισμένο φίλντισι· μεγάλη η αξία του για κείνον που θα το κρατήσει.»
Τελειώνοντας, παρέδωσε στα χέρια του Οδυσσέα ξίφος
δεμένο με αργυρά καρφιά· ύστερα τον προσφώνησε,
και πέταξαν τα λόγια του σαν τα πουλιά:
«Χαίρε, πατέρα ξένε· κι αν απ᾽ το στόμα τούτο βγήκε λόγος βαρύς,
ανεμοθύελλες ας τον αρπάξουν τώρα, να τον ρίξουν
κάπου αλλού, μακριά. Κι εύχομαι οι θεοί
410 να δώσουν κι εσύ να δεις γυναίκα και πατρίδα
φτάνοντας στο νησί σου, που τόσα χρόνια βασανίζεσαι
και πάσχεις.»
Ανταποκρίθηκε με την πολύστροφή του γνώση ο Οδυσσεύς:
«Διπλό το χαίρε, φίλε μου, για σένα· κι αντεύχομαι οι θεοί
πάντοτε να σου δίνουν πλούτη, για να μη φτάσει η ώρα
να ποθήσεις αυτό το ξίφος που μου χάρισες, σφραγίζοντας
τον λόγο της συμπάθειάς σου.»
Μιλώντας, πέρασε στους ώμους του το ξίφος, δεμένο
μ᾽ αργυρά καρφιά. Κι έγερνε ο ήλιος προς τη δύση,
όταν κατέφθασαν και τ᾽ άλλα τιμημένα δώρα,
που τα μετέφεραν οι ξακουσμένοι κήρυκες στο σπίτι
του Αλκινόου, όπου τα υποδέχτηκαν οι γιοι του άψογου
Αλκινόου· τότε τα απίθωσαν, δώρα περίκαλλα,
420 στα πόδια της σεμνής τους μάνας.
Κι όπως πήγαινε πρώτος, με τους άλλους Φαίακες,
γενναία ψυχή ο Αλκίνοος, έφτασαν στο παλάτι κι έσπευσαν
να καθήσουν σε υψωμένους θρόνους.
Κι ευθύς γύρισε στην Αρήτη ο μεγαλόψυχος Αλκίνοος, της είπε:
«Γυναίκα, φέρε εδώ πολύτιμη κασέλα, την ωραιότερη που έχεις,
και βάλε μέσα πανωφόρι καθαρό κι ένα χιτώνα.
Ύστερα στήστε στη φωτιά λεβέτι χάλκινο, να ζεσταθεί νερό,
για να λουστεί ο ξένος· έτσι λουσμένος, βλέποντας
σε τάξη όλα τα δώρα που του πρόσφεραν οι τίμιοι Φαίακες,
το δείπνο θα χαρεί καλύτερα, ακούγοντας
και το υμνητικό τραγούδι.
430 Όσο για μένα, του χαρίζω αυτή την κούπα,
δική μου, ολόχρυση και πάγκαλη, να με θυμάται στην υπόλοιπη
ζωή του, όταν πια στο παλάτι του σπονδές στον Δία θα κάνει
ή και στους άλλους αθανάτους.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου