—φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περσχῶμεν,
ἀτὰρ καὶ ἐγὼ σὲ παρακαλῶ, μὴ ἡμῖν ὁ Πρωταγόρας τὸν Σιμωνίδην ἐκπέρσῃ. καὶ γὰρ οὖν καὶ δεῖται τὸ ὑπὲρ Σιμωνίδου ἐπανόρθωμα τῆς σῆς μουσικῆς, ᾗ τό τε βούλεσθαι καὶ [340b] ἐπιθυμεῖν διαιρεῖς ὡς οὐ ταὐτὸν ὄν, καὶ ἃ νυνδὴ εἶπες πολλά τε καὶ καλά. καὶ νῦν σκόπει εἴ σοι συνδοκεῖ ὅπερ ἐμοί. οὐ γὰρ φαίνεται ἐναντία λέγειν αὐτὸς αὑτῷ Σιμωνίδης. σὺ γάρ, ὦ Πρόδικε, προαπόφηναι τὴν σὴν γνώμην· ταὐτόν σοι δοκεῖ εἶναι τὸ γενέσθαι καὶ τὸ εἶναι, ἢ ἄλλο; ― Ἄλλο νὴ Δί᾽, ἔφη ὁ Πρόδικος. ― Οὐκοῦν, ἔφην ἐγώ, ἐν μὲν τοῖς πρώτοις αὐτὸς ὁ Σιμωνίδης τὴν ἑαυτοῦ γνώμην ἀπεφήνατο, ὅτι ἄνδρα [340c] ἀγαθὸν ἀληθείᾳ γενέσθαι χαλεπὸν εἴη; ― Ἀληθῆ λέγεις, ἔφη ὁ Πρόδικος. ― Τὸν δέ γε Πιττακόν, ἦν δ᾽ ἐγώ, μέμφεται, οὐχ ὡς οἴεται Πρωταγόρας, ταὐτὸν ἑαυτῷ λέγοντα, ἀλλ᾽ ἄλλο. οὐ γὰρ τοῦτο ὁ Πιττακὸς ἔλεγεν τὸ χαλεπόν, «γενέσθαι» ἐσθλόν, ὥσπερ ὁ Σιμωνίδης, ἀλλὰ τὸ «ἔμμεναι»· ἔστιν δὲ οὐ ταὐτόν, ὦ Πρωταγόρα, ὥς φησιν Πρόδικος ὅδε, τὸ εἶναι καὶ τὸ γενέσθαι. εἰ δὲ μὴ τὸ αὐτό ἐστιν τὸ εἶναι τῷ γενέσθαι, οὐκ ἐναντία λέγει ὁ Σιμωνίδης αὐτὸς αὑτῷ. καὶ ἴσως ἂν [340d] φαίη Πρόδικος ὅδε καὶ ἄλλοι πολλοὶ καθ᾽ Ἡσίοδον γενέσθαι μὲν ἀγαθὸν χαλεπὸν εἶναι —τῆς γὰρ «ἀρετῆς ἔμπροσθεν» τοὺς θεοὺς ἱδρῶτα θεῖναι— ὅταν δέ τις αὐτῆς «εἰς ἄκρον ἵκηται, ῥηϊδίην δἤπειτα πέλειν, χαλεπήν περ ἐοῦσαν», ἐκτῆσθαι.
Ὁ μὲν οὖν Πρόδικος ἀκούσας ταῦτα ἐπῄνεσέν με· ὁ δὲ Πρωταγόρας, Τὸ ἐπανόρθωμά σοι, ἔφη, ὦ Σώκρατες, μεῖζον ἁμάρτημα ἔχει ἢ ὃ ἐπανορθοῖς.
Καὶ ἐγὼ εἶπον· Κακὸν ἄρα μοι εἴργασται, ὡς ἔοικεν, ὦ [340e] Πρωταγόρα, καὶ εἰμί τις γελοῖος ἰατρός· ἰώμενος μεῖζον τὸ νόσημα ποιῶ.
Ἀλλ᾽ οὕτως ἔχει, ἔφη.
Πῶς δή; ἦν δ᾽ ἐγώ.
Πολλὴ ἄν, ἔφη, ἀμαθία εἴη τοῦ ποιητοῦ, εἰ οὕτω φαῦλόν τί φησιν εἶναι τὴν ἀρετὴν ἐκτῆσθαι, ὅ ἐστιν πάντων χαλεπώτατον, ὡς ἅπασιν δοκεῖ ἀνθρώποις.
Καὶ ἐγὼ εἶπον· Νὴ τὸν Δία, εἰς καιρόν γε παρατετύχηκεν ἡμῖν ἐν τοῖς λόγοις Πρόδικος ὅδε. κινδυνεύει γάρ τοι, ὦ [341a] Πρωταγόρα, ἡ Προδίκου σοφία θεία τις εἶναι πάλαι, ἤτοι ἀπὸ Σιμωνίδου ἀρξαμένη, ἢ καὶ ἔτι παλαιοτέρα. σὺ δὲ ἄλλων πολλῶν ἔμπειρος ὢν ταύτης ἄπειρος εἶναι φαίνῃ, οὐχ ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἶναι Προδίκου τουτουΐ· καὶ νῦν μοι δοκεῖς οὐ μανθάνειν ὅτι καὶ τὸ «χαλεπὸν» τοῦτο ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμβάνεις, ἀλλ᾽ ὥσπερ περὶ τοῦ «δεινοῦ» Πρόδικός με οὑτοσὶ νουθετεῖ ἑκάστοτε, ὅταν ἐπαινῶν ἐγὼ ἢ σὲ ἢ ἄλλον τινὰ λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτᾷ [341b] εἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλῶν. τὸ γὰρ δεινόν, φησίν, κακόν ἐστιν· οὐδεὶς γοῦν λέγει ἑκάστοτε «δεινοῦ πλούτου» οὐδὲ «δεινῆς εἰρήνης» οὐδὲ «δεινῆς ὑγιείας,» ἀλλὰ «δεινῆς νόσου» καὶ «δεινοῦ πολέμου» καὶ «δεινῆς πενίας,» ὡς τοῦ δεινοῦ κακοῦ ὄντος. ἴσως οὖν καὶ τὸ «χαλεπὸν» αὖ οἱ Κεῖοι καὶ ὁ Σιμωνίδης ἢ κακὸν ὑπολαμβάνουσι ἢ ἄλλο τι ὃ σὺ οὐ μανθάνεις· ἐρώμεθα οὖν Πρόδικον —δίκαιον γὰρ τὴν Σιμωνίδου φωνὴν τοῦτον ἐρωτᾶν— τί ἔλεγεν, ὦ Πρόδικε, τὸ [341c] «χαλεπὸν» Σιμωνίδης;
Κακόν, ἔφη.
Διὰ ταῦτ᾽ ἄρα καὶ μέμφεται, ἦν δ᾽ ἐγώ, ὦ Πρόδικε, τὸν Πιττακὸν λέγοντα «χαλεπὸν ἐσθλὸν ἔμμεναι», ὥσπερ ἂν εἰ ἤκουεν αὐτοῦ λέγοντος ὅτι ἐστὶν κακὸν «ἐσθλὸν ἔμμεναι».
Ἀλλὰ τί οἴει, ἔφη, λέγειν, ὦ Σώκρατες, Σιμωνίδην ἄλλο ἢ τοῦτο, καὶ ὀνειδίζειν τῷ Πιττακῷ ὅτι τὰ ὀνόματα οὐκ ἠπίστατο ὀρθῶς διαιρεῖν ἅτε Λέσβιος ὢν καὶ ἐν φωνῇ βαρβάρῳ τεθραμμένος;
Ἀκούεις δή, ἔφην ἐγώ, ὦ Πρωταγόρα, Προδίκου τοῦδε. [341d] ἔχεις τι πρὸς ταῦτα λέγειν;
Καὶ ὁ Πρωταγόρας, Πολλοῦ γε δεῖ, ἔφη, οὕτως ἔχειν, ὦ Πρόδικε· ἀλλ᾽ ἐγὼ εὖ οἶδ᾽ ὅτι καὶ Σιμωνίδης τὸ «χαλεπὸν» ἔλεγεν ὅπερ ἡμεῖς οἱ ἄλλοι, οὐ τὸ κακόν, ἀλλ᾽ ὃ ἂν μὴ ῥᾴδιον ᾖ ἀλλὰ διὰ πολλῶν πραγμάτων γίγνηται.
Ἀλλὰ καὶ ἐγὼ οἶμαι, ἔφην, ὦ Πρωταγόρα, τοῦτο λέγειν Σιμωνίδην, καὶ Πρόδικόν γε τόνδε εἰδέναι, ἀλλὰ παίζειν καὶ σοῦ δοκεῖν ἀποπειρᾶσθαι εἰ οἷός τ᾽ ἔσῃ τῷ σαυτοῦ λόγῳ βοηθεῖν. ἐπεὶ ὅτι γε Σιμωνίδης οὐ λέγει τὸ χαλεπὸν [341e] κακόν, μέγα τεκμήριόν ἐστιν εὐθὺς τὸ μετὰ τοῦτο ῥῆμα· λέγει γὰρ ὅτι—
θεὸς ἂν μόνος τοῦτ᾽ ἔχοι γέρας,
οὐ δήπου τοῦτό γε λέγων, κακὸν «ἐσθλὸν ἔμμεναι», εἶτα τὸν θεόν φησιν μόνον τοῦτο ἂν ἔχειν καὶ τῷ θεῷ τοῦτο γέρας ἀπένειμε μόνῳ· ἀκόλαστον γὰρ ἄν τινα λέγοι Σιμωνίδην ὁ Πρόδικος καὶ οὐδαμῶς Κεῖον. ἀλλ᾽ ἅ μοι δοκεῖ διανοεῖσθαι Σιμωνίδης ἐν τούτῳ τῷ ᾄσματι, ἐθέλω σοι εἰπεῖν, [342a] εἰ βούλει λαβεῖν μου πεῖραν ὅπως ἔχω, ὃ σὺ λέγεις τοῦτο, περὶ ἐπῶν· ἐὰν δὲ βούλῃ, σοῦ ἀκούσομαι.

***
Προσπάθεια του Σωκράτη να εξαλείψει την αντίφαση.Τα λόγια αυτά του Πρωταγόρα έδωσαν την ευκαιρία σε πολλούς ακροατές να ξεσπάσουν σε φωνές κι επιδοκιμασίες. [339e] Κι εμένα στην αρχή, σαν να δέχτηκα γροθιά από επιδέξιο πυγμάχο, σκοτείνιασαν τα μάτια μου και ζαλίστηκα μ᾽ όσα είπε και με τις επιδοκιμασίες των ακροατών. Έπειτα (φίλος είσαι, ας μη σου κρύψω τίποτε), για να κερδίσω καιρό και να συλλογιστώ τί θέλησε να πει ο ποιητής, στρέφομαι προς τον Πρόδικο και τον καλώ με τ᾽ όνομά του: Πρόδικε, ο Σιμωνίδης είναι συμπολίτης σου, του είπα· [340a] έχεις λοιπόν καθήκον να τον υποστηρίξεις. Φαντάζομαι ότι σε καλώ σε βοήθεια με τον τρόπο που λέει ο Όμηρος πως ο Σκάμανδρος, καθώς ο Αχιλλέας τον πολιορκούσε, καλούσε σε βοήθεια τον Σιμόεντα με αυτά τα λόγια:
Έλα, αδερφέ, μαζί να κόψουμε του αντρός αυτού τη φόρα.
Λοιπόν κι εγώ σε καλώ να με βοηθήσεις, μήπως ο Πρωταγόρας μάς «πορθήσει» τον Σιμωνίδη. Γιατί οπωσδήποτε, για να ξαναστυλώσουμε όρθιο τον Σιμωνίδη, χρειάζεται η δική σου λεπτή τέχνη, αυτή που σε βοηθά και βρίσκεις τη διαφορά ανάμεσα στο «θέλω» [340b] και το «επιθυμώ», μια και δεν έχουν την ίδια σημασία, και όσες άλλες διακρίσεις μάς έκανες εδώ και λίγη ώρα, πολλές και όμορφες. Τώρα λοιπόν συλλογίσου αν η γνώμη μου σε βρίσκει σύμφωνο. Γιατί δε νομίζω ότι ο Σιμωνίδης φάσκει και αντιφάσκει. Λοιπόν, Πρόδικε, πες μας προκαταβολικά τη γνώμη σου: πιστεύεις ότι το «γίνομαι» και το «είμαι» έχουν την ίδια σημασία ή διαφορετική;
Διαφορετική, μά τον Δία, είπε ο Πρόδικος.
Λοιπόν, του είπα, στους πρώτους στίχους ο ίδιος ο Σιμωνίδης δε διατυπώνει την προσωπική του γνώμη — πως
[340c] δύσκολο, ναι, ενάρετος ο άνθρωπος να γίνει
αληθινά;
Μάλιστα, είπε ο Πρόδικος.
Και αποπαίρνει τον Πιττακό, είπα, όχι επειδή λέει ό,τι κι ο ίδιος —όπως νομίζει ο Πρωταγόρας— αλλά επειδή λέει κάτι διαφορετικό. Γιατί ο Πιττακός δεν έλεγε «δύσκολο πράγμα το να γίνει ένας άνθρωπος καλός», όπως λέει ο Σιμωνίδης, αλλά το να είναι, και, καθώς λέει ο Πρόδικος αποδώ, Πρωταγόρα, το «είμαι» και το «γίνομαι» δεν είναι το ίδιο πράγμα· κι αν παραδεχτούμε ότι το «είμαι» και το «γίνομαι» δεν είναι το ίδιο πράγμα, τότε ο Σιμωνίδης δε φάσκει και αντιφάσκει. [340d] Και ίσως κι ο Πρόδικος αποδώ και πολλοί άλλοι να υποστηρίζουν ότι είναι δύσκολο να γίνει κανείς ενάρετος, ακολουθώντας τη γνώμη του Ησιόδου, δηλαδή
Ιδρώτα μπρος στην αρετή έβαλαν οι θεοί·
σαν όμως την κορφή της ο άνθρωπος πατήσει,
παιχνίδι πια στα χέρια του είναι να την κρατήσει,
όσο κι αν θέλει αγώνα.
Τότε ο Πρόδικος με παίνεσε γι᾽ αυτά που είπα· ο Πρωταγόρας όμως, Θέλησες, είπε, να στήσεις ξανά όρθιον τον Σιμωνίδη, Σωκράτη, αλλά τον έριξες χειρότερα καταγής.
Κι εγώ του είπα: Φαίνεται πως τα ᾽κανα θάλασσα, [340e] Πρωταγόρα, και είμαι ένας γιατρός για κλάματα· με τη θεραπεία μου ο άρρωστος πέφτει βαρύτερα στο κρεβάτι.
Πράγματι, αυτό συμβαίνει, μου είπε.
Δηλαδή; είπα εγώ.
Θα ήταν εντελώς αμόρφωτος ο ποιητής, αν υποστήριζε πως η κατάχτηση της αρετής είναι κάτι τόσο εύκολο, την ώρα που —όπως πιστεύει όλος ο κόσμος— είναι μέσα στα δύσκολα το δυσκολότερο, είπε.
Τότε είπα εγώ: Μά τον Δία, τί τύχη που βρέθηκε στη συζήτηση κοντά μας ο Πρόδικος αποδώ! Γιατί πάω να πιστέψω [341a] ότι η σοφία που κατέχει ο Πρόδικος είναι αρχαία και έχει θεϊκή καταγωγή· μπορεί να πρωτοφάνηκε με τον Σιμωνίδη, μπορεί κι από πιο παλιά ακόμα. Και όμως εσύ, Πρωταγόρα, ενώ κατέχεις πολλά άλλα πράγματα, μου φαίνεται ότι την αγνοείς — δεν την κατέχεις όπως εγώ που είμαι μαθητής του Προδίκου μας· έτσι και τώρα μου δίνεις την εντύπωση πως δεν καταλαβαίνεις ότι ο Σιμωνίδης και στη λέξη «δύσκολο» ίσως δεν έδινε τη σημασία που της δίνεις εσύ, αλλά μια ανάλογη μ᾽ εκείνης που έχει η λέξη «φοβερός»· δηλαδή ο Πρόδικος αποδώ κάθε τόσο μου κάνει παρατηρήσεις, όταν εγώ επαινώντας εσένα ή κάποιον άλλο λέω ότι ο Πρωταγόρας είναι σοφός και φοβερός άνθρωπος· τότε με ρωτά [341b] πώς δεν ντρέπομαι να λέω το καλό φοβερό. Γιατί, λέει, το φοβερό είναι κακό· λόγου χάρη κανείς δε χρησιμοποιεί κάθε τόσο την έκφραση «φοβερός πλούτος» ούτε «φοβερή ειρήνη» ούτε «φοβερή υγεία», αλλά «φοβερή αρρώστια» και «φοβερός πόλεμος» και «φοβερή φτώχεια», επειδή πιστεύουν ότι το φοβερό είναι κακό. Λοιπόν μήπως πάλι και οι Κείοι και ο Σιμωνίδης στη λέξη «δύσκολος» δίνουν τη σημασία «κακός» ή κάποια άλλη, που εσύ την αγνοείς; Λέω να ρωτήσουμε τον Πρόδικο· γιατί αυτός είναι σε θέση να μας δώσει πληροφορίες για τη γλώσσα που χρησιμοποιεί ο Σιμωνίδης. Πρόδικε, τί εννοούσε [341c] ο Σιμωνίδης με τη λέξη «δύσκολο»;
Κάτι κακό, είπε.
Γι᾽ αυτό λοιπόν κατηγορεί τον Πιττακό, Πρόδικε, είπα· γιατί ο Πιττακός λέει: «είναι δύσκολο πράγμα να ᾽ναι κανείς καλός», που είναι σαν να τον ακούαμε να λέει ότι είναι κακό να ᾽ναι κανείς καλός.
Μα ποιά άλλη έννοια έχουν τα λόγια του Σιμωνίδη κατά τη γνώμη σου, Σωκράτη, είπε ο Πρόδικος, κι όχι αυτήν; Αποπαίρνει λοιπόν ο ποιητής τον Πιττακό, επειδή δεν ήξερε να ξεχωρίζει ορθά τη σημασία των λέξεων, μια που σαν Λέσβιος μεγάλωσε ανάμεσα σε κόσμο που μιλούσε βαρβαρικά.
Λοιπόν, Πρωταγόρα, άκουσες τον Πρόδικο αποδώ, είπα. [341d] Έχεις να δώσεις καμιά απάντηση στα λόγια του;
Τότε ο Πρωταγόρας είπε: Πρόδικε, η αλήθεια βρίσκεται πολύ μακριά απ᾽ αυτά. Γιατί εγώ ξέρω καλά ότι και ο Σιμωνίδης στη λέξη «δύσκολο» δίνει τη σημασία που της δίνουμε κι εμείς οι άλλοι, δηλαδή όχι κάτι κακό, παρά κάτι που δεν είναι εύκολο, αλλά το πετυχαίνουμε με πολύ κόπο.
Αλήθεια, κι εγώ πιστεύω, Πρωταγόρα, ότι ο Σιμωνίδης αυτή τη σημασία της δίνει, είπα, και ότι ο Πρόδικος αποδώ το ξέρει αυτό, αλλά χωρατεύει και μου δίνει την εντύπωση ότι πάει να σε δοκιμάσει αν μπορείς να υποστηρίξεις τις απόψεις σου. Γιατί τρανή απόδειξη ότι ο Σιμωνίδης δεν εννοεί κάτι κακό λέγοντας «δύσκολο» [341e] είναι ο στίχος που ακολουθεί αμέσως πάρα κάτω· λέει δηλαδή ότι
βραβείο τέτοιο μόνο θεός μπορεί να το κρατεί·
αποκλείεται λοιπόν να εννοεί ο Πιττακός «είναι κακό να ᾽ναι κανείς καλός», κι ύστερα να υποστηρίζει ότι αυτό μόνο ένας θεός μπορεί να το έχει, και να θεωρεί μονάχα τους θεούς άξιους για το βραβείο αυτό· γιατί τότε ο Σιμωνίδης, όπως μας τον παρουσιάζει ο Πρόδικος, θα ᾽ταν ένας ασεβής και κάθε άλλο παρά Κείος. Είμαι όμως πρόθυμος να σου πω ποιά κατά τη γνώμη μου ήταν η πρόθεση του Σιμωνίδη, όταν καταπιάστηκε μ᾽ αυτή την ωδή, [342a] αν θέλεις να δοκιμάσεις την ικανότητά μου σ᾽ αυτό που εσύ προτείνεις, στην ανάλυση ποιημάτων· αν πάλι θέλεις εσύ να μιλήσεις, είμαι πρόθυμος ν᾽ ακούσω.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου