ΔΗΜ 18.234–239
Η πολιτική δράση του Δημοσθένη απέφερε στην Αθήνα νέους συμμάχους
Ο Δημοσθένης, παραθέτοντας εκ νέου διάφορες παρελθούσες πολιτικές του ενέργειες, επέμεινε ότι άξιζε, σύμφωνα με την πρόταση του Κτησιφώντα, να τιμηθεί με τον στέφανο (βλ. σχετικά ΔΗΜ 18.1–7) και προανήγγειλε ότι θα αναφερόταν στους χρηματικούς πόρους και τους συμμάχους που απέκτησε η πόλη από τον καιρό που ανέλαβε πολιτική δράση ο ίδιος.
[234] Δύναμιν μὲν τοίνυν εἶχεν ἡ πόλις τοὺς νησιώτας, οὐχ
ἅπαντας, ἀλλὰ τοὺς ἀσθενεστάτους· οὔτε γὰρ Χίος οὔτε
Ῥόδος οὔτε Κέρκυρα μεθ’ ἡμῶν ἦν· χρημάτων δὲ σύνταξιν
εἰς πέντε καὶ τετταράκοντα τάλαντα, καὶ ταῦτ’ ἦν προεξει-
λεγμένα· ὁπλίτην δ’ ἢ ἱππέα πλὴν τῶν οἰκείων οὐδένα. ὃ
δὲ πάντων καὶ φοβερώτατον καὶ μάλισθ’ ὑπὲρ τῶν ἐχθρῶν,
οὗτοι παρεσκευάκεσαν τοὺς περιχώρους πάντας ἔχθρας ἢ
φιλίας ἐγγυτέρω, Μεγαρέας, Θηβαίους, Εὐβοέας. [235] τὰ μὲν
τῆς πόλεως οὕτως ὑπῆρχεν ἔχοντα, καὶ οὐδεὶς ἂν ἔχοι παρὰ
ταῦτ’ εἰπεῖν ἄλλ’ οὐδέν· τὰ δὲ τοῦ Φιλίππου, πρὸς ὃν ἦν
ἡμῖν ὁ ἀγών, σκέψασθε πῶς. πρῶτον μὲν ἦρχε τῶν ἀκολου-
θούντων αὐτὸς αὐτοκράτωρ, ὃ τῶν εἰς τὸν πόλεμον μέγιστόν
ἐστιν ἁπάντων· εἶθ’ οὗτοι τὰ ὅπλ’ εἶχον ἐν ταῖς χερσὶν ἀεί·
ἔπειτα χρημάτων ηὐπόρει καὶ ἔπραττεν ἃ δόξειεν αὐτῷ, οὐ
προλέγων ἐν τοῖς ψηφίσμασιν, οὐδ’ ἐν τῷ φανερῷ βου-
λευόμενος, οὐδ’ ὑπὸ τῶν συκοφαντούντων κρινόμενος, οὐδὲ
γραφὰς φεύγων παρανόμων, οὐδ’ ὑπεύθυνος ὢν οὐδενί, ἀλλ’
ἁπλῶς αὐτὸς δεσπότης, ἡγεμών, κύριος πάντων. [236] ἐγὼ δ’ ὁ
πρὸς τοῦτον ἀντιτεταγμένος (καὶ γὰρ τοῦτ’ ἐξετάσαι δίκαιον)
τίνος κύριος ἦν; οὐδενός· αὐτὸ γὰρ τὸ δημηγορεῖν πρῶτον,
οὗ μόνου μετεῖχον ἐγώ, ἐξ ἴσου προὐτίθεθ’ ὑμεῖς τοῖς παρ’
ἐκείνου μισθαρνοῦσι καὶ ἐμοί, καὶ ὅσ’ οὗτοι περιγένοιντ’
ἐμοῦ (πολλὰ δ’ ἐγίγνετο ταῦτα, δι’ ἣν ἕκαστον τύχοι πρό-
φασιν), ταῦθ’ ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι. [237] ἀλλ’
ὅμως ἐκ τοιούτων ἐλαττωμάτων ἐγὼ συμμάχους μὲν ὑμῖν
ἐποίησα Εὐβοέας, Ἀχαιούς, Κορινθίους, Θηβαίους, Μεγα-
ρέας, Λευκαδίους, Κερκυραίους, ἀφ’ ὧν μύριοι μὲν καὶ πεντα-
κισχίλιοι ξένοι, δισχίλιοι δ’ ἱππεῖς ἄνευ τῶν πολιτικῶν
δυνάμεων συνήχθησαν· χρημάτων δ’ ὅσων ἐδυνήθην ἐγὼ
πλείστων συντέλειαν ἐποίησα. [238] εἰ δὲ λέγεις ἢ τὰ πρὸς
Θηβαίους δίκαι’, Αἰσχίνη, ἢ τὰ πρὸς Βυζαντίους ἢ τὰ πρὸς
Εὐβοέας, ἢ περὶ τῶν ἴσων νυνὶ διαλέγει, πρῶτον μὲν ἀγνοεῖς
ὅτι καὶ πρότερον τῶν ὑπὲρ τῶν Ἑλλήνων ἐκείνων ἀγωνισα-
μένων τριήρων, τριακοσίων οὐσῶν τῶν πασῶν, τὰς διακο-
σίας ἡ πόλις παρέσχετο, καὶ οὐκ ἐλαττοῦσθαι νομίζουσα
οὐδὲ κρίνουσα τοὺς ταῦτα συμβουλεύσαντας οὐδ’ ἀγανακτοῦσ’
ἐπὶ τούτοις ἑωρᾶτο (αἰσχρὸν γάρ), ἀλλὰ τοῖς θεοῖς ἔχουσα
χάριν, εἰ κοινοῦ κινδύνου τοῖς Ἕλλησι περιστάντος αὐτὴ
διπλάσια τῶν ἄλλων εἰς τὴν ἁπάντων σωτηρίαν παρέσχετο.
[239] εἶτα κενὰς χαρίζει χάριτας τουτοισὶ συκοφαντῶν ἐμέ.
τί γὰρ νῦν λέγεις οἷ’ ἐχρῆν πράττειν, ἀλλ’ οὐ τότ’ ὢν ἐν τῇ
πόλει καὶ παρὼν ταῦτ’ ἔγραφες, εἴπερ ἐνεδέχετο παρὰ τοὺς
παρόντας καιρούς, ἐν οἷς οὐχ ὅσ’ ἐβουλόμεθα, ἀλλ’ ὅσα δοίη
τὰ πράγματ’ ἔδει δέχεσθαι· ὁ γὰρ ἀντωνούμενος καὶ ταχὺ
τοὺς παρ’ ἡμῶν ἀπελαυνομένους προσδεξόμενος καὶ χρήματα
προσθήσων ὑπῆρχεν ἕτοιμος.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου