ἥμεθ᾽, ἐγὼ μὲν ἄνευθεν ἐφ᾽ αἵματι φάσγανον ἴσχων,
εἴδωλον δ᾽ ἑτέρωθεν ἑταίρου πόλλ᾽ ἀγόρευεν.
Ἦλθε δ᾽ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
85 Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
ἀλλ᾽ οὐδ᾽ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
90 Ἦλθε δ᾽ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο,
χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δ᾽ ἔγνω καὶ προσέειπε·
«Διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
τίπτ᾽ αὖτ᾽, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
95 ἀλλ᾽ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.»
Ὣς φάτ᾽, ἐγὼ δ᾽ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
κουλεῷ ἐγκατέπηξ᾽· ὁ δ᾽ ἐπεὶ πίεν αἷμα κελαινόν,
καὶ τότε δή με ἔπεσσι προσηύδα μάντις ἀμύμων·
100 «Νόστον δίζηαι μελιηδέα, φαίδιμ᾽ Ὀδυσσεῦ·
τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀΐω
λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ,
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
ἀλλ᾽ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
105 αἴ κ᾽ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
ὁππότε κεν πρῶτον πελάσῃς εὐεργέα νῆα
Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
βοσκομένας δ᾽ εὕρητε βόας καὶ ἴφια μῆλα
Ἠελίου, ὃς πάντ᾽ ἐφορᾷ καὶ πάντ᾽ ἐπακούει.
110 τὰς εἰ μέν κ᾽ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
καί κεν ἔτ᾽ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ᾽ ὄλεθρον
νηΐ τε καὶ ἑτάροις· αὐτὸς δ᾽ εἴ πέρ κεν ἀλύξῃς,
ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
115 νηὸς ἐπ᾽ ἀλλοτρίης· δήεις δ᾽ ἐν πήματα οἴκῳ,
ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
ἀλλ᾽ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
120 κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέϊ χαλκῷ,
ἔρχεσθαι δὴ ἔπειτα, λαβὼν εὐῆρες ἐρετμόν,
εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐ ἴσασι θάλασσαν
ἀνέρες, οὐδέ θ᾽ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
οὐδ᾽ ἄρα τοὶ ἴσασι νέας φοινικοπαρῄους,
125 οὐδ᾽ εὐήρε᾽ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές, οὐδέ σε λήσει·
ὁππότε κεν δή τοι ξυμβλήμενος ἄλλος ὁδίτης
φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
καὶ τότε δὴ γαίῃ πήξας εὐῆρες ἐρετμόν,
130 ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
ἀρνειὸν ταῦρόν τε συῶν τ᾽ ἐπιβήτορα κάπρον,
οἴκαδ᾽ ἀποστείχειν ἔρδειν θ᾽ ἱερὰς ἑκατόμβας
ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
πᾶσι μάλ᾽ ἑξείης· θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
135 ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
γήρᾳ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
ὄλβιοι ἔσσονται· τὰ δέ τοι νημερτέα εἴρω.»
Ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
«Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
140 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
μητρὸς τήνδ᾽ ὁρόω ψυχὴν κατατεθνηυίης·
ἡ δ᾽ ἀκέουσ᾽ ἧσται σχεδὸν αἵματος, οὐδ᾽ ἑὸν υἱὸν
ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι·
εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;»
145 Ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε·
«ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θήσω·
ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
αἵματος ἄσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
ᾧ δέ κ᾽ ἐπιφθονέοις, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.»

***
Οι δυο μας τότε, συναλλάσσοντας λόγια λυπητερά,μέναμε αντίκρυ ένας στον άλλο: στη μια μεριά εγώ, με το σπαθί στο χέρι,
φυλάγοντας το αίμα· στην άλλη η σκιά του εταίρου
μιλούσε κι έλεγε πολλά.
Κι ήλθε η ψυχή της μάνας μου — είχε στο μεταξύ πεθάνει,
η Αντίκλεια, κόρη του μεγαλόκαρδου Αυτόλυκου,
που ζωντανή την άφησα πηγαίνοντας στην άγια Τροία.
Την είδα, και τα μάτια μου γέμισαν δάκρυα, λύπη η ψυχή μου·
ωστόσο την εμπόδισα στο αίμα να σιμώσει,
μόλο που μ᾽ έτρωγε ο καημός, προτού τον Τειρεσία
ρωτήσω για να μάθω.
90 Κι ήλθε και του θηβαίου Τειρεσία η ψυχή· κρατούσε
το χρυσό του σκήπτρο, αμέσως μ᾽ αναγνώρισε και με προσφώνησε:
«Βλαστάρι του Διός, γιε του Λαέρτη, πολυμήχανε Οδυσσέα,
πώς και γιατί, ω δύστυχε, το φως του ήλιου εγκαταλείποντας,
ήλθες εδώ να βρεις νεκρούς σ᾽ αυτόν τον έρμο τόπο;
Ωστόσο τώρα από τον λάκκο παραμέρισε και πέρα κάνε
με το κοφτερό σπαθί σου· αίμα να πιω, για να σου πω
την πάσα αλήθεια.»
Υπάκουσα στα λόγια του κι αμέσως υποχώρησα, το ξίφος μου
με τ᾽ αργυρά καρφιά μπήκε ξανά στη θήκη του· εκείνος ήπιε
από το μαύρο αίμα, και τότε γύρισε στο μέρος μου
κι έτσι μου μίλησε ο τέλειος μάντης:
100 «Τον νόστο σου γυρεύεις, γλυκόν σαν μέλι, Οδυσσέα περίφημε.
Όμως κάποιος θεός θα σου σταθεί στον δρόμο σου φραγμός, γιατί
δεν το πιστεύω πως θα ξεχάσει ο Κοσμοσείστης εκείνη την οργή
που άναψε μέσα του, όταν χολώθηκε μαζί σου, που τύφλωσες
τον ίδιο του τον γιο.
Παρ᾽ όλα αυτά, έστω με βάσανα και πάθη, μπορεί και να νοστήσετε,
φτάνει να συγκρατήσεις τις ορμές σου, εσύ κι οι σύντροφοί σου,
όταν θ᾽ αράξεις κάποτε με το καράβι σου γερό
στης Θρινακίας το νησί, γλιτώνοντας από το μπλάβο πέλαγο.
Θα βρείτε εκεί βόδια να βόσκουν θηλυκά, πρόβατα μαλλιαρά —
στον Ήλιο ανήκουν, που τα πάντα βλέπει από ψηλά, τα πάντα ακούει.
110 Ανίσως και δεν τα πειράξεις, στον νόστο σου προσηλωμένος,
μπορεί, έστω με βάσανα και πάθη, να φτάσετε και στην Ιθάκη·
αν όμως τα πειράξεις, τότε προβλέπω όλεθρο,
για το καράβι σου και τους συντρόφους· αλλά κι εσύ, που ίσως γλιτώσεις,
λέω πως αργά κι άσχημα θα γυρίσεις πίσω, θα χάσεις όλους τους συντρόφους,
θα ταξιδέψεις σε καράβι ξένο· όμως κι εκεί, στο σπίτι σου, σε περιμένουν
άλλες συμφορές, μνηστήρες αλαζόνες, που μαδούν το βιος σου,
που θέλουν την ισόθεη γυναίκα σου δική τους,
τάζοντας δώρα για τη νύφη —
και μολαταύτα, γυρίζοντας, θα εκδικηθείς την αδικία αυτή.
Όταν ωστόσο τους μνηστήρες, στο παλάτι,
120 με τον χαλκό που κόβει τους σκοτώσεις, είτε με δόλο ή και φανερά,
τότε πιάσε στο χέρι σου κουπί καλά αρμοσμένο
και κίνησε, ώσπου να φτάσεις σ᾽ ανθρώπους που δεν είδαν θάλασσα,
που αλατισμένο δεν τρων το φαγητό τους·
δεν ξέρουν καν τα πλοία, βαμμένα κόκκινα στα μάγουλα τους,
ή τα καλά κουπιά, που γίνονται φτερά των καραβιών.
Και θα σου πω κι άλλο σημάδι πεντακάθαρο — μην το ξεχάσεις·
όταν στον δρόμο σου βρεθεί οδοιπόρος
να πει πως λιχνιστήρι φέρνεις στον όμορφο ώμο σου,
τότε κι εσύ μπήξε στο χώμα το καλάρμοστο κουπί,
130 και πρόσφερε θυσίες καλές στον μέγα Ποσειδώνα —
κριάρι, ταύρο, κάπρο που καβαλάει γουρούνια.
Ύστερα γύρνα στην πατρίδα σου, εκεί θυσίασε
μιαν εκατόμβη στους αθάνατους θεούς που τον πλατύ ουρανό κατέχουν,
σ᾽ όλους με τη σειρά.
Ο θάνατός σου λέω θα σε βρει απόμακρα απ᾽ τη θάλασσα,
ήσυχος και γλυκός, τέτοιος θα ᾽ρθει για να σε σβήσει
σε βαθιά, μεστά γεράματα· και γύρω σου λαοί,
όλοι θα ζουν ευτυχισμένοι. Αυτός ο λόγος μου,
αλάνθαστος κι αληθινός.»
Έτσι μου μίλησε, κι εγώ του ανταποκρίθηκα:
«Το ξέρω τώρα, Τειρεσία· τη μοίρα μου την έκλωσαν μόνοι τους οι θεοί.
140 Αλλά και κάτι άλλο να μου πεις, μην κρύψεις την αλήθεια·
βλέπω μπροστά μου την ψυχή της πεθαμένης μάνας μου,
αμίλητη κοντά στο αίμα, να μην μπορεί τον ίδιο της τον γιο
στα μάτια να αντικρίσει, καν να τον προσφωνήσει.
Ω μάντη, πες μου πώς θα γίνει ν᾽ αναγνωρίσει το ποιος είμαι,
πως είμαι ζωντανός;»
Έτσι του μίλησα, κι αυτός πήρε τον λόγο αμέσως, είπε:
«Εύκολη συμβουλή θα πω, για να τη στοχαστείς·
όποιος απ᾽ τους νεκρούς, που ο θάνατος τους βρήκε,
σιμώσει στο αίμα, αυτός θα σου μιλήσει την αλήθεια·
σ᾽ όποιον όμως το αίμα το αρνηθείς, θα υποχωρήσει και θα φύγει.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου