λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
595 ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλ᾽ ὅτε μέλλοι
ἄκρον ὑπερβαλέειν, τότ᾽ ἀποστρέψασκε κραταιΐς·
αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
αὐτὰρ ὅ γ᾽ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ᾽ ἱδρὼς
600 ἔρρεεν ἐκ μελέων, κονίη δ᾽ ἐκ κρατὸς ὀρώρει.
Τὸν δὲ μέτ᾽ εἰσενόησα βίην Ἡρακληείην,
εἴδωλον· αὐτὸς δὲ μετ᾽ ἀθανάτοισι θεοῖσι
τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
605 ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
πάντοσ᾽ ἀτυζομένων· ὁ δ᾽ ἐρεμνῇ νυκτὶ ἐοικώς,
γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀϊστόν,
δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
610 χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
ἄρκτοι τ᾽ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
ὑσμῖναί τε μάχαι τε φόνοι τ᾽ ἀνδροκτασίαι τε.
μὴ τεχνησάμενος μηδ᾽ ἄλλο τι τεχνήσαιτο,
ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
615 ἔγνω δ᾽ αὐτίκα κεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσι,
καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
«Διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
ἆ δείλ᾽, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγῃλάζεις,
ὅν περ ἐγὼν ὀχέεσκον ὑπ᾽ αὐγὰς ἠελίοιο.
620 Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀϊζὺν
εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.
καί ποτέ μ᾽ ἐνθάδ᾽ ἔπεμψε κύν᾽ ἄξοντ᾽· οὐ γὰρ ἔτ᾽ ἄλλον
φράζετο τοῦδέ τί μοι χαλεπώτερον εἶναι ἄεθλον.
625 τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀΐδαο·
Ἑρμείας δέ μ᾽ ἔπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη.»
Ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ᾽ ἔλθοι
ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
630 καί νύ κ᾽ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ·
Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
ἀλλὰ πρὶν ἐπὶ ἔθνε᾽ ἀγείρετο μυρία νεκρῶν
ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
635 ἐξ Ἄϊδος πέμψειεν ἀγαυὴ Περσεφόνεια.
αὐτίκ᾽ ἔπειτ᾽ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
τὴν δὲ κατ᾽ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
640 πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.

***
Είδα μπροστά μου και τον Σίσυφο, να υποφέρει αφάνταστα·έναν πελώριο βράχο δοκίμαζε να ανακρατήσει στα δυο χέρια του,
πιανόταν με πόδια και με χέρια, και προσπαθούσε
να ανεβάσει τον βράχο στην ανηφοριά· μόλις ωστόσο έμελλε
να ξεπεράσει την κορφή, κάθε φορά τον έπαιρνε το βάρος από κάτω —
ξεδιάντροπος ο βράχος πάλι κατρακυλούσε στο ίσωμα.
Εκείνος όμως, με το κορμί του τεντωμένο, ξανά
τον έσπρωχνε ψηλά — κι έτρεχε ποτάμι ο ιδρώτας απ᾽ τα μέλη του,
600 τον τύλιγε ως το κεφάλι η σκόνη.
Ύστερα πρόβαλε κι είδαν τα μάτια μου τον ακατάβλητο Ηρακλή —
μόνο τον ίσκιο του· αφού ο ίδιος ζούσε με τους αθάνατους θεούς,
χαιρόταν τα συμπόσιά τους, έχοντας πλάι του καλλίσφυρη την Ήβη,
κόρη που την εγέννησαν ο μέγας Δίας κι η Ήρα χρυσοπέδιλη.
Τριγύρω του νεκροί με την κλαγγή τους, μοιάζοντας με πουλιά
που φοβισμένα εδώ κι εκεί φτεροκοπούν· εκείνος όμως, σαν τη μαύρη νύχτα,
κρατώντας το δοξάρι του γυμνό, το βέλος στη χορδή,
έστρεφε ολόγυρα το βλέμμα του άγριο, σαν έτοιμος
κάθε στιγμή να βρει τον στόχο.
Γύρω στα στήθη φοβερός ο αορτήρας περασμένος,
610 χρυσός ο τελαμώνας του, οπού τον στόλιζαν εξαίσια έργα:
αρκούδες κι αγριογούρουνα, λιοντάρια με ολάνοιχτα τα μάτια,
κι ακόμη σφαγές και μάχες, φόνοι και σκοτωμοί.
Όχι, όποιος τεχνίτης φιλοτέχνησε τον τελαμώνα αυτόν
κι έβαλε εκεί την τόση τέχνη του, δεν θα μπορούσε και κάποιον άλλον
να στολίσει.
Μόλις μ᾽ αντίκρισαν τα μάτια του, αμέσως με αναγνώρισε,
κι όπως ολοφυρόμενος μου μίλησε, τα λόγια του πετούσαν σαν πουλιά:
«Βλαστάρι του Διός, γιε του Λαέρτη, πολυμήχανε Οδυσσέα,
ω δύσμοιρε, σέρνεις κι εσύ μοίρα κακή επάνω σου,
όπως κι εγώ την έζησα βαριά, όσο με φώτιζε ακόμη ο ήλιος.
620 Κι αν ήμουν γιος του Δία κι εγγονός του Κρόνου, όμως τη συμφορά μου
τη φορτώθηκα άπειρη· γιατί σ᾽ αφέντη δούλεψα
πολύ χειρότερό μου, που μου παράγγειλε άθλους ασήκωτους.
Αυτός είναι που μ᾽ έστειλε στον κάτω κόσμο κάποτε,
να φέρω τον σκύλο Κέρβερο· γιατί λογάριασε καλά
πως άλλος άθλος πιο βαρύς δεν γίνεται απ᾽ αυτόν για μένα.
Και μολαταύτα εγώ τον έφερα, από τον Άδη τον ανέβασα —
είχα οδηγό μου τον Ερμή, την Αθηνά, τα μάτια λάμποντας,
για παραστάτη.»
Τελειώνοντας, κίνησε προχωρώντας πάλι στα άδυτα του Άδη.
Όσο για μένα, έμεινα ακόμη εκεί ασάλευτος, με την ελπίδα,
να ᾽ρθει και κάποιος άλλος από τους μεγάλους ήρωες,
που χάθηκαν τα χρόνια εκείνα τα παλιά.
630 Κι ίσως μπορούσα να προλάβω να δω κι εκείνους που ήθελα,
και τον Θησέα και τον Πειρίθοο, τέκνα θεών
που η δόξα τα στεφάνωσε.
Αλλά πιο πριν μαζεύτηκαν μύρια τα σμήνη των νεκρών,
μ᾽ έναν ανήκουστον αχό, κι εμένα μ᾽ έλουσε τρόμος χλωρός·
μήπως μου στείλει το κεφάλι της Γοργώς, τέρας φριχτό,
από τον Άδη η Περσεφόνη αγέρωχη.
Γι᾽ αυτό και πάραυτα προχώρησα προς το καράβι, δίνοντας
στους συντρόφους εντολή ν᾽ ανέβουν στο πλεούμενο κι αυτοί,
να λύσουν τις πρυμάτσες. Κι εκείνοι ανέβηκαν
και κάθησαν όλοι τους στα ζυγά.
Έτσι ομαλά ταξίδευαν του Ωκεανού οι ροές το πλοίο,
640 πρώτα με τα κουπιά, ύστερα μόνο με το πρίμο αγέρι.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου