μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
770 «Ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
ἀρτύει, οὐδέ τι οἶδεν, ὅ οἱ φόνος υἷϊ τέτυκται.»
Ὣς ἄρα τις εἴπεσκε, τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
τοῖσιν δ᾽ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
«Δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
775 πάντες ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
ἀλλ᾽ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.»
Ὣς εἰπὼν ἐκρίνατ᾽ ἐείκοσι φῶτας ἀρίστους,
βὰν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
780 νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
ἐν δ᾽ ἱστόν τε τίθεντο καὶ ἱστία νηῒ μελαίνῃ,
ἠρτύναντο δ᾽ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι
πάντα κατὰ μοῖραν· ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν·
τεύχεα δέ σφιν ἔνεικαν ὑπέρθυμοι θεράποντες.
785 ὑψοῦ δ᾽ ἐν νοτίῳ τήν γ᾽ ὅρμισαν, ἐκ δ᾽ ἔβαν αὐτοί·
ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
Ἡ δ᾽ ὑπερωΐῳ αὖθι περίφρων Πηνελόπεια
κεῖτ᾽ ἄρ᾽ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
ὁρμαίνουσ᾽ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
790 ἦ ὅ γ᾽ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
εὗδε δ᾽ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
795 Ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
εἴδωλον ποίησε, δέμας δ᾽ ἤϊκτο γυναικί,
Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
τὴν Εὔμηλος ὄπυιε, Φερῇς ἔνι οἰκία ναίων.
πέμπε δέ μιν πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,
800 ἧος Πηνελόπειαν ὀδυρομένην, γοόωσαν,
παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
ἐς θάλαμον δ᾽ εἰσῆλθε παρὰ κληῗδος ἱμάντα,
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
«Εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
805 οὐ μέν σ᾽ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
κλαίειν οὐδ᾽ ἀκάχησθαι, ἐπεί ῥ᾽ ἔτι νόστιμός ἐστι
σὸς πάϊς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.»
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια,
ἡδὺ μάλα κνώσσουσ᾽ ἐν ὀνειρείῃσι πύλῃσιν·
810 «Τίπτε, κασιγνήτη, δεῦρ᾽ ἤλυθες; οὔ τι πάρος γε
πωλέαι, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
καί με κέλεαι παύσασθαι ὀϊζύος ἠδ᾽ ὀδυνάων
πολλέων, αἵ μ᾽ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
815 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.
νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
νήπιος, οὔτε πόνων εὖ εἰδὼς οὔτ᾽ ἀγοράων.
τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου.
820 τοῦ δ᾽ ἀμφιτρομέω καὶ δείδια μή τι πάθῃσιν,
ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν᾽ οἴχεται, ἢ ἐνὶ πόντῳ·
δυσμενέες γὰρ πολλοὶ ἐπ᾽ αὐτῷ μηχανόωνται,
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.»
Τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
825 «θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
τοίη γάρ οἱ πομπὸς ἅμ᾽ ἔρχεται, ἥν τε καὶ ἄλλοι
ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
Παλλὰς Ἀθηναίη· σὲ δ᾽ ὀδυρομένην ἐλεαίρει·
ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.»
830 Τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
«εἰ μὲν δὴ θεός ἐσσι, θεοῖό τε ἔκλυες αὐδῆς,
εἰ δ᾽ ἄγε μοι καὶ κεῖνον ὀϊζυρὸν κατάλεξον,
ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισι.»
835 Τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
«οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
ζώει ὅ γ᾽ ἦ τέθνηκε· κακὸν δ᾽ ἀνεμώλια βάζειν.»
Ὣς εἰπὸν σταθμοῖο παρὰ κληῗδα λιάσθη
ἐς πνοιὰς ἀνέμων· ἡ δ᾽ ἐξ ὕπνου ἀνόρουσε
840 κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
Μνηστῆρες δ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
845 μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
Ἀστερίς, οὐ μεγάλη· λιμένες δ᾽ ἔνι ναύλοχοι αὐτῇ
ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
Στο μεταξύ οι μνηστήρες θορυβούσαν στον ίσκιο της μεγάλης αίθουσας,
και κάποιος νιούτσικος ανάμεσα στους ξιπασμένους
πετάχτηκε να πει:
770 «Μάλλον μας ετοιμάζει γάμο η πολυπόθητη βασίλισσα,
αλλά δεν ξέρει τον στημένο φόνο που απειλεί τον γιο της.»
Έτσι μιλούσαν κάποιοι μεταξύ τους, γιατί δεν ήξεραν τι μεσολάβησε.
Τότε ο Αντίνοος πήρε τον λόγο και τους είπε:
«Άμυαλοι, παρατήστε πια τα φουσκωμένα λόγια, φτάνει!
Μήπως τα μαρτυρήσει κάποιος παραμέσα.
Τώρα καιρός να σηκωθούμε κι αμίλητοι να κάνουμε τον λόγο
πράξη, όπως τον συμφωνήσαμε και ταίριαξε στον νου μας.»
Είπε, κι αμέσως είκοσι άντρες ξεχωρίζει, τους καλύτερους,
κι όλοι τους για το γρήγορο καράβι ξεκινούσαν, κατέβαιναν
στο περιγιάλι της θαλάσσης.
780 Εκεί τραβήξαν πρώτα στα άβαθα νερά το πλοίο,
στήσαν στο μελανό καράβι ξάρτια και κατάρτι,
πέρασαν στους δερμάτινους σκαρμούς όλα τους τα κουπιά
με τάξη, κι άνοιξαν τα λευκά πανιά —
απόκοτοι κι οι παραγιοί τούς έφεραν τον οπλισμό τους.
Αγκυροβόλησαν τότε ψηλότερα μες στο λιμάνι, πήδηξαν έξω,
πήραν το βραδινό τους φαγητό, και πια περίμεναν
να πέσει το σκοτάδι.
Την ώρα εκείνη στο υπερώο η Πηνελόπη η φρόνιμη
πλάγιαζε νηστική — μπουκιά ψωμί, νερό σταγόνα,
με μια μονάχα σκέψη· αν απ᾽ τον θάνατο θα γλίτωνε
ο ακριβός της γιος ή θύμα θα ᾽πεφτε στα χέρια
790 των αλαζονικών μνηστήρων.
Πόσο απορεί ένα λιοντάρι παγιδευμένο σε παγάνα,
φοβισμένο που γύρω του στενεύει ο κύκλος των αντρών,
τόσο κι εκείνη την τυραννούσε η σκέψη της.
Ωσότου ύπνος γλυκός τη συνεπήρε, κι έγειρε πια
να κοιμηθεί, λύθηκαν όλα της τα μέλη.
Τότε η θεά Αθηνά, τα μάτια λάμποντας, στοχάστηκε άλλα·
έπλασε ίσκιο, να μοιάζει με είδωλο γυναίκας,
της Ιφθίμης, κόρης του μεγαλόψυχου Ικαρίου —
την είχε ταίρι του ο Εύμηλος και ζούσαν στις Φερές.
Αυτόν τον ίσκιο στο παλάτι στέλνει του θεϊκού Οδυσσέα,
800 τον θρήνο να μερώσει της Πηνελόπης, που οδυρόταν
και βογγούσε, να σταματήσει το γοερό δάκρυ της.
Και γλίστρησε μέσα στην κάμαρη απ᾽ το λουρί της κλειδωνιάς,
στάθηκε πάνω απ᾽ το κεφάλι της και της μιλούσε:
«Κοιμάσαι, Πηνελόπη λυπημένη, με βαριά καρδιά,
αλλά οι θεοί, που ζούνε πάντα ευτυχισμένοι, δεν θα σ᾽ αφήσουν
να πονάς και να θρηνείς· ο γιος σου θα γυρίσει σώος,
αφού σε τίποτε δεν έφταιξε με τους θεούς.»
Τότε κι η Πηνελόπη η φρόνιμη της αποκρίνεται
μέσα απ᾽ τον ύπνο της γλυκά, στις πύλες των ονείρων:
810 «Ποιος λόγος, αδελφή μου, σε φέρνει εδώ; Πρωτύτερα
δεν σύχναζες στα μέρη μας, γιατί είναι απόμακρο πολύ
το σπιτικό σου. Και τώρα με καλείς να σταματήσω
την οδύνη μου και τη βαριά μου πίκρα,
που την καρδιά μου και τον νου κακοφορμίζουν.
Εμένα, που έχασα πολύτιμο άντρα, λιονταριού καρδιά,
μ᾽ όλες τις αρετές του κόσμου στολισμένον, στους Δαναούς
περίφημο, με τη μεγάλη δόξα του απλωμένη
και μέσα στο Άργος και πέρα στην Ελλάδα.
Και τώρα πάλι ο ακριβός μου γιος σε βαθουλό καράβι ανέβηκε —
αστόχαστο παιδί, στους κόπους και στους λόγους άπειρο.
Γι᾽ αυτόν θρηνώ κι οδύρομαι, κι από τον άλλο περισσότερο·
820 τρέμει το φυλλοκάρδι μου, φοβάμαι μη μου πάθει κάτι
ή πέρα εκεί στον ξένο τόπο που ταξίδεψε ή στα πελάγη.
Είναι πολλοί οι εχθροί που το κακό του μηχανεύονται,
θέλουν να τον σκοτώσουν, προτού πατήσει
της πατρίδας του το χώμα.»
Της αποκρίθηκε μιλώντας πάλι ο ανάερος ίσκιος:
«Θάρρος, και μην τρομάζεις μέσα σου πολύ·
γιατί έχει εκείνος συνοδό στο πλάι του, τέτοια θεά
που κι άλλοι θα ᾽καναν ευχή να τους παρασταθεί·
την Αθηνά Παλλάδα, με την τόση δύναμή της,
που σε σπλαχνίστηκε κι εσένα κι έστειλε εμένα
να σου πω λόγια παρήγορα.»
830 Ανταποκρίθηκε κι η Πηνελόπη με τη φρόνησή της:
«Θεός αν είσαι ή κι αν άκουσες φωνή θεού,
έλα λοιπόν και μίλα και για κείνον τον τρισάμοιρο,
αν κάπου ακόμη ζει, αν το φως του ήλιου βλέπει,
ή βρίσκεται κιόλας νεκρός στον δόμο του Άδη.»
Της αποκρίθηκε πάλι μιλώντας ο ανάερος ίσκιος:
«Όχι, για κείνον δεν θα πω πολλά, αν ζει
ή πέθανε — είναι κακό να λες λόγια του ανέμου.»
Έτσι μιλώντας, γλίστρησε στο πλάι της πόρτας απ᾽ τον σύρτη,
κι άφαντος έγινε με τις πνοές του ανέμου· ξύπνησε τότε
840 η Πηνελόπη από τον ύπνο της, του Ικαρίου η κόρη, κι ένιωσε
γλύκα στην καρδιά της με τούτο το όνειρο, που καθαρό
της φανερώθηκε στης νύχτας το βαθύ σκοτάδι.
Στο μεταξύ οι μνηστήρες στο καράβι ανέβηκαν, έπλεαν
τώρα στους υγρούς δρόμους της θάλασσας, μέσα τους
μελετώντας τον άθλιο φόνο του Τηλέμαχου.
Είναι ένα βραχονήσι εκεί καταμεσής της θάλασσας
(η Ιθάκη από τη μια μεριά, η Σάμη απόκρημνη απ᾽ την άλλη),
η Αστερίδα, όχι μεγάλη, μ᾽ αντικριστά λιμάνια δίδυμα,
για τα καράβια ασφαλισμένα — εκεί στήσαν καρτέρι
και περίμεναν οι Αχαιοί.

***
Τέλειωσε την ευχή της ολολύζοντας, και την επάκουσε η θεά.Στο μεταξύ οι μνηστήρες θορυβούσαν στον ίσκιο της μεγάλης αίθουσας,

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου