Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι
δὴν ἄκλαυτον ἔσεσθαι, ἐπεί κ᾽ εὖ πάντα πύθηαι.
495 πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·
ἀρχοὶ δ᾽ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
ἐν νόστῳ ἀπόλοντο· μάχη δέ τε καὶ σὺ παρῆσθα.
εἷς δ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ.
Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι·
500 Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσε
πέτρῃσιν μεγάλῃσι, καὶ ἐξεσάωσε θαλάσσης·
καί νύ κεν ἔκφυγε κῆρα, καὶ ἐχθόμενός περ Ἀθήνῃ,
εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ᾽ ἀάσθη·
φῆ ῥ᾽ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
505 τοῦ δὲ Ποσειδάων μεγάλ᾽ ἔκλυεν αὐδήσαντος·
αὐτίκ᾽ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
ἤλασε Γυραίην πέτρην, ἀπὸ δ᾽ ἔσχισεν αὐτήν·
καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
τῷ ῥ᾽ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ᾽ ἀάσθη·
510 τὸν δ᾽ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ᾽ ὑπάλυξεν
ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
515 ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
πόντον ἐπ᾽ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
ἀγροῦ ἐπ᾽ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
τὸ πρίν, ἀτὰρ τότ᾽ ἔναιε Θυεστιάδης Αἴγισθος.
ἀλλ᾽ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
520 ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ᾽ ἵκοντο,
ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης,
καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δ᾽ ἀπ᾽ αὐτοῦ
δάκρυα θερμὰ χέοντ᾽, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
τὸν δ᾽ ἄρ᾽ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
525 Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ᾽ ἔσχετο μισθὸν
χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δ᾽ ὅ γ᾽ εἰς ἐνιαυτόν,
μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
βῆ δ᾽ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
αὐτίκα δ᾽ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·
530 κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
εἷσε λόχον, ἑτέρωθι δ᾽ ἀνώγει δαῖτα πένεσθαι.
αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν,
ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
τὸν δ᾽ οὐκ εἰδότ᾽ ὄλεθρον ἀνήγαγε, καὶ κατέπεφνε
535 δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ᾽ οἵ οἱ ἕποντο,
οὐδέ τις Αἰγίσθου, ἀλλ᾽ ἔκταθεν ἐν μεγάροισιν.
ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
κλαῖον δ᾽ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
540 ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·
μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
κλαῖ᾽, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα
545 πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
κτεῖνεν ὑποφθάμενος· σὺ δέ κεν τάφου ἀντιβολήσαις.
ὣς ἔφατ᾽, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη·
550 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων.
τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρ᾽ ὀνόμαζε,
ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέϊ πόντῳ
ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.

***
Κι όπως του μίλησα, εκείνος γύρισε τον λόγο κι είπε:«Ω γιε του Ατρέα, τι γυρεύεις και με ρωτάς γι᾽ αυτά, ποια
η ανάγκη σου να μάθεις, ψάχνοντας την κρυφή δική μου γνώση;
Γιατί σ᾽ το λέω, αδάκρυτος δεν πρόκειται να μείνεις για πολύ,
μόλις τ᾽ ακούσεις όλα κι ακριβώς.
Λοιπόν πολλοί χαλάστηκαν, αλλά και σώθηκαν πολλοί.
Από τους αρχηγούς των Αχαιών, που χάλκινο πουκάμισο φορούν,
δύο μονάχα χάθηκαν και πάνε στου γυρισμού τον δρόμο —
στη μάχη ξέρεις, ήσουν κι εσύ παρών·
ένας ακόμη, ζωντανός, κάπου εμποδίζεται στα απέραντα πελάγη.
Ο Αίας ο Λοκρός χαλάστηκε, μαζί με τα μακρόκουπα καράβια του.
500 Τον έριξε ο Ποσειδώνας πρώτα στης Γύρης τους μεγάλους βράχους,
αλλά τον έσωσε προσώρας από την απειλή της θάλασσας.
Και θα μπορούσε μέχρι τέλους ν᾽ αποφύγει το μοιραίο,
μόλο που τον μισούσε η Αθηνά, αν δεν ξεστόμιζε τον υπερφίαλο λόγο,
αν δεν είχε τόσο ψηλώσει ο νους του·
γιατί καυχήθηκε πως μόνος του, και δίχως να το θέλουν οι θεοί,
εγλίτωσε απ᾽ το πελώριο κύμα.
Αλλά τον άκουσε ο Ποσειδώνας που μεγαλαυχήθηκε,
κι ευθύς την τρίαινα πιάνει στα στιβαρά του χέρια,
την κατεβάζει πάνω στον Γυραίο βράχο, τον έσχισε στα δυο.
Το ᾽να του μέρος έμεινε επιτόπου· το απόκομμα όμως έπεσε
στο πέλαγος, αυτό που πάνω του πιασμένος ο Αίας
παραλογίστηκε κι ο νους του ψήλωσε.
510 Κι εκείνο τότε τον παρέσυρε βαθιά, στα απέραντα πελάγη,
όπου και χάθηκε στα κύματα, πνίγηκε στ᾽ αλμυρό νερό.
Ο αδελφός σου κάπως ξέφυγε τη μοίρα του θανάτου,
γλίτωσε με τα βαθουλά καράβια του, γιατί τον έσωσε η σεβάσμια Ήρα.
Αλλ᾽ όταν κόντευε να παρακάμψει το ψηλό βουνό,
στον κάβο του Μαλέα ξέσπασε θύελλα, τον σήκωσε και τον παρέσυρε
ξανά προς το ψαρίσιο πέλαγος· ώσπου τον έφερε,
βαριά βογγώντας, στο τελευταίο ακραίο σύνορο της χώρας,
όπου παλιά ζούσε ο Θυέστης, και τώρα του Θυέστη ο γιος, ο Αίγισθος.
Μα να που πήρε πια να φαίνεται σωτήριος ο νόστος,
520 γιατί οι θεοί γύρισαν σε καλόν τον άνεμο, κι έφτασαν έτσι στα δικά τους μέρη.
Όλος χαρά πάτησε τότε της πατρίδας του το χώμα,
στα χέρια του το πήρε, το φιλούσε, κι έχυνε δάκρυα θερμά
ποτάμι, βλέποντας επιτέλους με αγαλλίαση τη γη του.
Αλλά τον είδε επάνω απ᾽ τη σκοπιά του ο φύλακας —
τον έφερε κι εκεί τον έστησε αυτόν ο δόλιος Αίγισθος,
με την υπόσχεση να τον αμείψει, προσφέροντας δυο τάλαντα χρυσού.
Και κατασκόπευε σωστά ένα χρόνο, μήπως και του περάσει
απαρατήρητος εκείνος και θυμηθεί το ορμητικό του θάρρος.
Έτρεξε αμέσως στο παλάτι, την αγγελία να φέρει
στον βασιλιά της χώρας, κι ευθύς ο Αίγισθος σοφίστηκε
μια τέχνη δολερή.
530 Απ᾽ τον λαό ξεδιάλεξε είκοσι άντρες, τους καλύτερους,
και του έστησε καρτέρι, ενώ μες στο παλάτι, αλλού,
παράγγειλε δείπνο φιλόξενο να στρώσουν.
Μετά κίνησε ο ίδιος, τον στρατηλάτη Αγαμέμνονα να προσκαλέσει,
μ᾽ άμαξες κι άλογα, μέσα του μελετώντας πράξη ανίερη.
Κι έτσι, δίχως να ξέρει ο άλλος τι χαμός τον περιμένει,
τον πήρε μέσα και τον έσφαξε πάνω στο δείπνο,
σαν βόδι που το σφάζουν στο παχνί του.
Κανένας δεν απόμεινε στο τέλος ζωντανός, μήτε απ᾽ τους συνοδούς
του Ατρείδη μήτε του Αιγίσθου — όλοι τους μεταξύ τους
σκοτωθήκαν στο παλάτι.»
Σταμάτησε μιλώντας, κι εμένα σπάραξε η καρδιά μου·
σωριάστηκα στην άμμο και θρηνούσα, δεν ήθελε η ψυχή μου
540 πια να ζει, τα μάτια μου να βλέπουνε το φως του ήλιου.
Κάποτε χόρτασα το κλάμα και το κύλισμά μου,
οπότε αλάθευτος ο ενάλιος γέροντας μου ξαναμίλησε:
«Μην κλαις, του Ατρέα γιε, ασταμάτητα,
γιατί το κλάμα δεν βγάζει πουθενά. Μόνο δοκίμασε
να φτάσεις το ταχύτερο στην πατρική σου γη.
Ή θα πετύχεις ζωντανόν ακόμη τον φονιά, ή σ᾽ έχει προλάβει κιόλας
και τον σκότωσε ο Ορέστης — τότε προφταίνεις
δεν προφταίνεις την ταφή του.»
Μ᾽ αυτά τα λόγια κάπως μαλάκωσε η καρδιά μου·
ζεστάθηκε η περήφανη ψυχή μου, μ᾽ όλη την πίκρα της.
Κι όπως βρήκα και πάλι τη φωνή μου, μιλώντας
550 πέταξαν τα λόγια μου σαν τα πουλιά:
«Γι᾽ αυτούς, ξέρω το τέλος τους· τον τρίτο τώρα εσύ ονομάτισε,
ποιος είναι ακόμη ο ζωντανός, που πέρα στα ανοιχτά πελάγη
τον κρατούν εμποδισμένο — ή λογαριάζεται νεκρός;
Θέλω ν᾽ ακούσω, κι ας με σφάζει ο πόνος.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου