«ξεῖν᾽, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
310 ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ
δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
315 «μή μ᾽ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
δῶρον δ᾽ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
καὶ μάλα καλὸν ἑλών· σοὶ δ᾽ ἄξιον ἔσται ἀμοιβῆς.»
Ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,
320 ὄρνις δ᾽ ὣς ἀνόπαια διέπτατο· τῷ δ᾽ ἐνὶ θυμῷ
θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
μᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
θάμβησεν κατὰ θυμόν· ὀΐσατο γὰρ θεὸν εἶναι.
αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
325 Τοῖσι δ᾽ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
ἥατ᾽ ἀκούοντες· ὁ δ᾽ Ἀχαιῶν νόστον ἄειδε
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
Τοῦ δ᾽ ὑπερωϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
330 κλίμακα δ᾽ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.
ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
335 ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
δακρύσασα δ᾽ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
«Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας
ἔργ᾽ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
340 οἶνον πινόντων· ταύτης δ᾽ ἀποπαύε᾽ ἀοιδῆς
λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεὶ
ἀνδρός, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.»
345 Τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«μῆτερ ἐμή, τί τ᾽ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τ᾽ ἀοιδοὶ
αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
ἀνδράσιν ἀλφηστῇσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ.
350 τούτῳ δ᾽ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾽ ἄνθρωποι,
ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
σοὶ δ᾽ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
355 ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,
ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· μῦθος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ᾽ ἐμοί· τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκῳ.»

***
Πάλι της αποκρίθηκεν ο τόσο γνωστικός Τηλέμαχος:«Ξένε, το ξέρω πως αυτά τα λόγια σου μ᾽ αγάπη τα προφέρεις,
όπως πατέρας στο παιδί του — υπόσχομαι να μην τα λησμονήσω.
Αλλά παρακαλώ σε τώρα, λίγο καθυστέρησε, κι ας είναι βιαστικός
310 ο δρόμος σου· για να λουστείς, κι ύστερα ευφρόσυνος
με δώρο στο καράβι να κατέβεις, που να το χαίρεται η ψυχή σου,
πάγκαλο και πολύτιμο, για να σου μείνει από μένα θυμητάρι σταθερό,
καθώς οι ξένοι που γνωρίζονται με φίλους ανταλλάσσουν.»
Αμέσως η θεά Αθηνά, τα μάτια λάμποντας, του απάντησε:
«Μην προσπαθείς να με κρατήσεις κι άλλο, τώρα που ο δρόμος
με καλεί· το δώρο σου όμως, όποιο η καρδιά σου
επιθυμεί να μου χαρίσεις, μου το προσφέρεις την επόμενη φορά
που θ᾽ ανεβώ στο σπίτι σου — διάλεξε να ᾽ναι το καλύτερο,
έτσι κι εσύ θα πάρεις άξιο αντιχάρισμα.»
Μίλησε, κι όπως τέλειωσε η θεά Αθηνά, τα μάτια λάμποντας, εχάθη:
320 σαν το πουλί πετώντας, ξέφυγε από το άνοιγμα της στέγης·
εκείνου όμως την ψυχή την ενδυνάμωσε με θάρρος, ενίσχυσε και στέριωσε
τη μνήμη του πατέρα του, για να τον έχει συνεχώς στον νου του.
Αυτός καταλαβαίνοντας, έλαμψε ο νους του,
τον συνεπήρε θάμβος, ένιωσε πως θεός ήταν ο ξένος,
κι αυτόματα κινήθηκε προς τους μνηστήρες, ισόθεος άντρας.
Τους τραγουδούσε ο φημισμένος αοιδός, κι εκείνοι
καθισμένοι τον ακούν με τη σιωπή τους· των Αχαιών τον νόστο
τραγουδούσε, πικρόν όπως τον όρισε τον γυρισμό τους απ᾽ την Τροία
η Αθηνά Παλλάδα. Τότε
από το υπερώο ψηλά συνάκουσε το θείο τραγούδι, και την άγγιξε,
του Ικαρίου η κόρη, η Πηνελόπη, σκεφτική και φρόνιμη·
330 από τον θάλαμό της κατεβαίνει την ψηλή του σκάλα·
δεν ήταν μόνη, τη συνόδευαν οι δυο της βάγιες.
Κι όταν κοντά με τους μνηστήρες βρέθηκε, η θεία γυναίκα,
στήθηκε στην κολόνα εκείνη που κρατεί στερεή τη στέγη,
τη λαμπερή μαντίλα της τραβώντας γύρω στα μάγουλά της.
Κι ενώ πιστές οι ακόλουθες, δεξιά κι αριστερά, της παραστέκουν,
εκείνη δακρυσμένη μίλησε στον θεϊκό αοιδό:
«Φήμιε, το ξέρεις πως μπορείς να θέλγεις τους θνητούς
και μ᾽ άλλα κατορθώματα μεγάλα, ανθρώπων και θεών,
των αοιδών τα γνώριμα τραγούδια·
ένα απ᾽ αυτά παρακαθήμενος τραγούδησε, κι αυτοί ας πίνουν το κρασί τους
340 σιωπηλοί· ετούτο μόνο το τραγούδι μην το συνεχίσεις,
θλιβερό κι αβάστακτο· σπαράζει την καρδιά μου
μες στα στήθη, αφότου με κατοίκησε πένθος μεγάλο κι αλησμόνητο.
Τέτοιο το πρόσωπο που εγώ ποθώ, και συνεχώς τη μνήμη μου πληγώνει
η μορφή του αντρός μου, με δόξα απέραντη, απλωμένη στην Ελλάδα
και μέσα στο Άργος.»
Της αντιμίλησε όμως ο γνωστικός Τηλέμαχος:
«Μητέρα μου, πώς θέλεις ν᾽ αρνηθείς στον τιμημένο μας αοιδό
χαρά να δίνει μ᾽ ό,τι βάζει ο νους του; Φταίχτες δεν είναι
οι αοιδοί· ο Δίας ίσως είναι ο αίτιος, που δίνει στους φιλόπονους
ανθρώπους ό,τι θελήσει εκείνος στον καθένα.
Δεν πρέπει η αγανάκτηση σ᾽ αυτόν να πέφτει,
350 που ψάλλει την κακή μοίρα των Δαναών. Ξέρεις,
οι άνθρωποι τιμούν και προτιμούν εκείνο το τραγούδι
που τους φαντάζει, ακούγοντας, το τελευταίο.
Θάρρος λοιπόν χρειάζεσαι και σφίξε την καρδιά σου να τ᾽ ακούσεις·
δεν ήταν μόνος ο Οδυσσέας που χωρίστηκε στην Τροία
από του νόστου του τη μέρα· κι άλλοι πολλοί, γενναίοι άντρες,
χάθηκαν και πάνε.
Αλλά καλύτερα να πας στην κάμαρή σου, με τα δικά σου έργα απασχολήσου,
τον αργαλειό, τη ρόκα· δίνε στις παρακόρες εντολές, για να δουλεύουν
με φροντίδα. Ο λόγος είναι μέλημα του αντρός, του καθενός,
και περισσότερο δικό μου· σ᾽ αυτό το σπίτι είμαι εγώ ο κυβερνήτης.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου