Τετάρτη 16 Μαρτίου 2022

ΟΜΗΡΟΣ: Ἰλιάς (17.491-17.566)

Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
τὼ δ᾽ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
αὔῃσι στερεῇσι· πολὺς δ᾽ ἐπελήλατο χαλκός.
τοῖσι δ᾽ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
495 ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
αὐτώ τε κτενέειν ἐλάαν τ᾽ ἐριαύχενας ἵππους·
νήπιοι, οὐδ᾽ ἄρ᾽ ἔμελλον ἀναιμωτί γε νέεσθαι
αὖτις ἀπ᾽ Αὐτομέδοντος. ὁ δ᾽ εὐξάμενος Διὶ πατρὶ
ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
500 αὐτίκα δ᾽ Ἀλκιμέδοντα προσηύδα, πιστὸν ἑταῖρον·
«Ἀλκίμεδον, μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
ἀλλὰ μάλ᾽ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
πρίν γ᾽ ἐπ᾽ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
505 νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν
Ἀργείων, ἤ κ᾽ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.»
Ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·
«Αἴαντ᾽, Ἀργείων ἡγήτορε, καὶ Μενέλαε,
ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ᾽ οἵ περ ἄριστοι,
510 ἀμφ᾽ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,
νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·
τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
Ἕκτωρ Αἰνείας θ᾽, οἳ Τρώων εἰσὶν ἄριστοι.
ἀλλ᾽ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
515 ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.»
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Ἀρήτοιο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην·
ἡ δ᾽ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
νειαίρῃ δ᾽ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
520 ὡς δ᾽ ὅτ᾽ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνήρ,
κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο,
ἶνα τάμῃ διὰ πᾶσαν, ὁ δὲ προθορὼν ἐρίπῃσιν,
ὣς ἄρ᾽ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος
νηδυίοισι μάλ᾽ ὀξὺ κραδαινόμενον λύε γυῖα.
525 Ἕκτωρ δ᾽ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ᾽ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
πρόσσω γὰρ κατέκυψε, τὸ δ᾽ ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη, ἐπὶ δ᾽ οὐρίαχος πελεμίχθη
ἔγχεος· ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης.
530 καί νύ κε δὴ ξιφέεσσ᾽ αὐτοσχεδὸν ὁρμηθήτην
εἰ μή σφω᾽ Αἴαντε διέκριναν μεμαῶτε,
οἵ ῥ᾽ ἦλθον καθ᾽ ὅμιλον ἑταίρου κικλήσκοντος·
τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
Ἕκτωρ Αἰνείας τ᾽ ἠδὲ Χρομίος θεοειδής,
535 Ἄρητον δὲ κατ᾽ αὖθι λίπον δεδαϊγμένον ἦτορ,
κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
«ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπεφνών.»
540 Ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
θῆκ᾽, ἂν δ᾽ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
Ἂψ δ᾽ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
545 οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς
ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ᾽ αὐτοῦ.
ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
Ζεὺς ἐξ οὐρανόθεν, τέρας ἔμμεναι ἢ πολέμοιο,
ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
550 ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,
ὣς ἡ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
δύσετ᾽ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
πρῶτον δ᾽ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα,
ἴφθιμον Μενέλαον —ὁ γάρ ῥά οἱ ἐγγύθεν ἦεν—
555 εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·
«σοὶ μὲν δή, Μενέλαε, κατηφείη καὶ ὄνειδος
ἔσσεται, εἴ κ᾽ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
ἀλλ᾽ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.»
560 Τὴν δ᾽ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
«Φοῖνιξ, ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη
δοίη κάρτος ἐμοί, βελέων δ᾽ ἀπερύκοι ἐρωήν·
τῶ κεν ἔγωγ᾽ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
565ἀλλ᾽ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ᾽ ἀπολήγει
χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.»

***
Τον λόγον έστερξ᾽ ο υιός του Αγχίση ο παινεμένος.
Και αυτοί με ασπίδες στερεές πλασμένες από δέρμα
ταύρου ξερό χαλκόστρωτο στην μάχην ίσια ορμούσαν.
Ο θείος Άρητος μ᾽ αυτούς κινήθη και ο Χρομίος,
495 και μέγα θάρρος στην ψυχήν ετρέφαν πως θα πάρουν
τ᾽ άλογα τα μακρόλαιμα κι εκείνους να φονεύσουν·
μωροί που αναιμάτωτοι δεν έμελλαν να φύγουν
από τον Αυτομέδοντα· και του Διός ευχήθη
κείνος και ανδρειά πλημμύρισε τα φύλλα της καρδιάς του,
500 κι είπε στον Αλκιμέδοντα, εγκάρδιον σύντροφόν του:
«Ω Αλκιμέδων, μη μακράν τους ίππους μού κρατήσεις,
αλλά τα χνώτα οπίσω μου να αισθάνομαι, ότι βλέπω
που δεν θα παύσει απ᾽ την ορμήν ο Πριαμίδης Έκτωρ
όσο ή τους ίππους ν᾽ ανεβεί του θείου Αχιλλέως,
505 αφού φονεύσει πρώτα εμάς και διώξει των Αργείων
τα πλήθη, ή πέσει αυτός νεκρός στην μέσην των προμάχων».
Κι εφώναξε τους Αίαντας αυτού και τον Ατρείδην:
«Αίαντες και Μενέλαε, των Δαναών προστάτες,
σεις τον νεκρόν αφήσετε στους άλλους πολεμάρχους
510 στο πλάγι του τες φάλαγγες του εχθρού ν᾽ απομακρύνουν
και σώσετε απ᾽ τον όλεθρον εμάς που ζούμε ακόμη.
Ότι μας έπεσαν βαρείς μες στον σκληρόν αγώνα,
Έκτωρ κι Αινείας, ήρωες οι πρώτοι στην Τρωάδα.
Αλλ᾽ όλ᾽ αυτά στην δύναμιν των αθανάτων μένουν·
515 θέλω κι εγώ την λόγχην μου να ρίξω κι έχει ο Δίας».
Είπε και το μακρόσκιον ετίναξε κοντάρι
του Αρήτου, τον ακόντισε στην κυκλωτήν ασπίδα.
Και τον χαλκόν δεν κράτησεν η ασπίδα αλλ᾽ ετρυπήθη,
και τον ζωστήρα επέρασεν ως την γαστέρα η λόγχη·
520 και όπως μ᾽ αξίναν κοφτερήν ανδρειωμένο αγόρι
οπίσω από τα κέρατα ταύρον κτυπά στο νεύρο
να κοπεί όλο και βροντά σκιρτώντας χάμου ο ταύρος·
όμοια σκιρτώντας έπεσε και αυτός, και η πικρή λόγχη
μες στ᾽ άντερά του τινακτή τού ενέκρωσε τα μέλη.
525 Τότε στον Αυτομέδοντα την λόγχην ρίχν᾽ ο Έκτωρ·
εμπρός τηρώντας ξέφυγεν εκείνος το κοντάρι·
και, ως αυτός έσκυψεν εμπρός, οπίσω του εστυλώθη
στο χώμα η λόγχη κι έτρεμεν η ουρά της από πάνω·
και ο βαρύς Άρης έσβησεν εκεί την δύναμίν του.
530 Και με τα στήθη αντίστηθα να κτυπηθούν ορμούσαν,
αν την ορμήν δεν έκοφταν οι Αίαντες που εφθάναν
εις του συντρόφου την φωνήν εκεί που επολεμούσαν.
Και ως είδαν κει τους Αίαντας, οπίσω φοβισμένοι
Έκτωρ κι Αινείας πόδισαν και ο θεϊκός Χρομίος
535 και άφησαν κει τον Άρητον με σπλάχνα σπαραγμένα
να κείται· και με την ορμήν του Άρη ο Αυτομέδων
τ᾽ άρματα επήρε του νεκρού κι επάνω του εκαυχήθη:
«Εγλύκανα τον πόνον μου για τον αποθαμένον
Πάτροκλον, αν κι εφόνευσα πολύ κατώτερόν του».
540 Είπε, στ᾽ αμάξι τ᾽ άρματα τα αιματοβαμμένα
πήρε κι αιματοστάλακτος ολόβολος κι εκείνος
ανέβηκε ωσάν λέοντας πόχει σπαράξει ταύρον.
Και πάλι μάχη λυσσερή στον Πάτροκλον επάνω
άναψε πολυδάκρυτη, ότ᾽ ήλθεν ουρανόθεν
545 να τους κινήσ᾽ η Αθηνά σταλμένη από τον Δία
να βοηθεί τους Δαναούς, ότ᾽ είχε αλλάξει γνώμην.
Ως όταν απ᾽ τον ουρανόν τανύζει ο μέγας Δίας
την λαμπροφόραν ίριδα εις τους θνητούς σημάδι
πολέμου ή κακοχειμωνιάς, που τους ανθρώπους παύει
550 από τα έργα των αγρών και βλάπτει τα κοπάδια·
όμοιαν νεφέλην πορφυρήν ενδύθη και στα πλήθη
εισέβη αυτή των Αχαιών κι εγκάρδιωνε καθέναν.
Τον ένδοξον Μενέλαον, που ήταν σιμά της, πρώτον
επαρακίνησε η θεά, την όψιν αφού επήρε
555 του Φοίνικος, τ᾽ ανάστημα και την καλήν φωνήν του:
«Όνειδος μέγα κι εντροπήν, Μενέλαε, θ᾽ αποκτήσεις
εάν τον πιστόν σύντροφον του θείου Αχιλλέως
σπαράξουν σκύλοι αρπακτικοί στα τείχη εμπρός της Τροίας.
Αλλ᾽ ανδρειέψου και άναγε τα πλήθη στον αγώνα».
560 Και της θεάς ο ανδράγαθος Μενέλαος αποκρίθη:
«Φοίνιξ, ω γέρε παλαιικέ, αν εις εμέ να δώσει
δύναμιν ήθελ᾽ η Αθηνά, και από τ᾽ ακόντια σκέπην,
πρόθυμος για τον Πάτροκλον εκεί θα υπερμαχούσα,
που ο θάνατός του επλήγωσε στα βάθη την ψυχήν μου.
565 Αλλά μανίζει φοβερός ο Έκτωρ· ουδέ κάνει
να κόψ᾽ η λόγχη του, ότι ο Ζευς να τον δοξάσει θέλει».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου