γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
ὅς ποτ᾽ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·
285 ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
Νέστορά τε Χρομίον τε Περικλύμενόν τ᾽ ἀγέρωχον.
τοῖσι δ᾽ ἐπ᾽ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
τὴν πάντες μνώοντο περικτίται· οὐδέ τι Νηλεὺς
τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
290 ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
ἀργαλέας· τὰς δ᾽ οἶος ὑπέσχετο μάντις ἀμύμων
ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
δεσμοί τ᾽ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
295 ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
καὶ τότε δή μιν λῦσε βίη Ἰφικληείη,
θέσφατα πάντ᾽ εἰπόντα· Διὸς δ᾽ ἐτελείετο βουλή.
Καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
ἥ ῥ᾽ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
300 Κάστορά θ᾽ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
ἄλλοτε μὲν ζώουσ᾽ ἑτερήμεροι, ἄλλοτε δ᾽ αὖτε
τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
305 Τὴν δὲ μέτ᾽ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν,
ἔσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
καί ῥ᾽ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δὲ γενέσθην,
Ὦτόν τ᾽ ἀντίθεον τηλεκλειτόν τ᾽ Ἐφιάλτην,
οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
310 καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο.
315 Ὄσσαν ἐπ᾽ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ᾽ Ὄσσῃ
Πήλιον εἰνοσίφυλλον, ἵν᾽ οὐρανὸς ἀμβατὸς εἴη.
καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
ἀλλ᾽ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
ἀμφοτέρω, πρίν σφωϊν ὑπὸ κροτάφοισιν ἰούλους
320 ἀνθῆσαι πυκάσαι τε γένυς εὐανθέϊ λάχνῃ.
Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ᾽ Ἀριάδνην,
κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
ἦγε μέν, οὐδ᾽ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
325 Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσι.
Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τ᾽ Ἐριφύλην,
ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
πάσας δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω
ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
330 πρὶν γάρ κεν καὶ νὺξ φθῖτ᾽ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ᾽ ἐς ἑταίρους
ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.»

***
Είδα μετά πεντάμορφη τη Χλώρη, που κάποτε ο Νηλέαςτην έκανε δική του, δίνοντας δώρα αμέτρητα στη νύφη.
Ήταν η πιο μικρή του κόρη, του Αμφίονα, γιου του Ιάσου,
που άλλοτε βασίλευε στους Μίνυες του Ορχομενού.
Η Χλώρη όμως έγινε βασίλισσα στην Πύλο
και στον Νηλέα χάρισε τρία παλληκάρια,
τον Νέστορα, τον Χρόμιο, αγέρωχο τον Περικλύμενο.
Του γέννησε και την Πηρώ, κοπέλα ασυναγώνιστη,
που ο κόσμος θαύμαζε την τόση ομορφιά της
κι όλοι από γύρω δήλωναν μνηστήρες.
Μόνο που ο Νηλεύς αρνιόταν να τη δώσει σ᾽ άλλον,
παρά σ᾽ εκείνον που θα πήγαινε να αρπάξει,
290 να φέρει απ᾽ τη Φυλάκη τα αδάμαστα γελάδια
του Ιφικλή — με τα στριφτά τους κέρατα, το μέτωπό τους το φαρδύ.
Ένας μονάχα μάντης άψογος του υποσχέθηκε πως θα τα φέρει,
όμως κι αυτόν τον έδεσε μοίρα θεού· δεσμοί ακατάλυτοι
κι άγριοι βουκόλοι στους αγρούς.
Αλλ᾽ όταν πια μήνες και μέρες συμπληρώθηκαν,
ο χρόνος γύρισε και έφερε πάνω τον ξανθόν Απρίλη,
τότε επιτέλους τον λευτέρωσε ο βίαιος Ιφικλής τον μάντη,
που του φανέρωσε της μοίρας τα καθέκαστα —
και συντελέστηκε η βουλή του Δία.
Είδα τη Λήδα, που πλάγιαζε στην κλίνη του Τυνδάρεου
και γέννησε μαζί του δυο παλληκάρια,
300 τον καβαλάρη Κάστορα, τον έξοχο πυγμάχο Πολυδεύκη·
δίδυμους, που τους έχει ζωντανούς η γη με τα πολλά γεννήματα
στα βάθη της, αφού ο Ζευς τούς κάνει την τιμή
να αλλάζουν μοίρα μέρα παρά μέρα, τη μια να ζουν, την άλλη
να πεθαίνουν· και τους δοξάζει ο κόσμος, σαν θεούς.
Είδα την Ιφιμέδεια, του Αλωέα ομόκλινη,
που μου καυχήθηκε πως αγαπήθηκε από τον Ποσειδώνα,
και γέννησε δυο γιους, όμως δεν έζησαν πολύ,
τον Ώτο ισόθεο, τον Εφιάλτη διαβόητο:
πανύψηλους — άλλους ψηλότερους δεν έθρεψε η γη με τα γεννήματά της·
310 πανέμορφους — μόνο ο ωραίος Ωρίων τούς ξεπέρασε.
Στα εννιά τους μόλις χρόνια είχανε φάρδος εννιά πήχες,
έριξαν μπόι εννιά οργιές.
Ήσαν αυτοί που απείλησαν στον Όλυμπο τους αθανάτους,
να ανοίξουν μάχη κι άγριο πόλεμο· ψήλωσε ο νους τους
και πεθύμησαν να βάλουν πάνω στον Όλυμπο την Όσσα,
πάνω στην Όσσα το ανεμοδαρμένο Πήλιο,
θέλοντας να ανεβούν στον ουρανό.
Και θα το είχαν ίσως κατορθώσει, αν έφταναν
ως την ακμή της νιότης τους, αλλά τους πρόλαβε
ο γιος του Δία, γέννημα της καλλίκομης Λητώς,
που τους αφάνισε τους δυο μεμιάς, προτού το χνούδι ανθίσει
320 κάτω από τους κροτάφους, προτού σκεπάσουν με σγουρά τα μάγουλά τους.
Είδα μετά τη Φαίδρα, την Πρόκριδα, την όμορφη Αριάδνη,
κόρη του Μίνωα με τις κακές βουλές, που κάποτε ο Θησέας
την άρπαξε απ᾽ την Κρήτη και θέλησε στον λόφο να τη φέρει
της ιερής Αθήνας· μα δεν το χάρηκε, γιατί τον πρόλαβε
και τη σκοτώνει η Άρτεμη, στη Δία τη θαλασσοφίλητη,
με συνεργό τον Διόνυσο που τη μαρτύρησε.
Τη Μαίρα είδα, την Κλυμένη, τη διαβόητη Εριφύλη,
που πρόδωσε τον άντρα της για το πολύτιμο χρυσάφι.
Όμως θα σταματήσω, έτσι κι αλλιώς δεν θα μπορούσα
όλες τους να τις πω και να τις ονομάσω, όσες και πόσες
είδα γυναίκες ή θυγατέρες διάσημων ηρώων —
330 πιο πριν θα τέλειωνε αυτή η θεσπέσια νύχτα.
Ώρα λοιπόν να κοιμηθούμε· ή κατεβαίνω
στο γρήγορο καράβι πλάι στους συντρόφους, εκτός κι αν
με κοιμίσετε εδώ· όσο για το ταξίδι μου, είναι στο χέρι
των θεών, και στο δικό σας, πώς θα το φροντίσετε.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου