οὔτε δύ᾽ Αἴαντες μενέτην, θεράποντες Ἄρηος·
Νέστωρ οἶος ἔμιμνε Γερήνιος, οὖρος Ἀχαιῶν, 80
οὔ τι ἑκών, ἀλλ᾽ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,
ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
ἀλγήσας δ᾽ ἀνέπαλτο, βέλος δ᾽ εἰς ἐγκέφαλον δῦ, 85
σὺν δ᾽ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
ὄφρ᾽ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
φασγάνῳ ἀΐσσων, τόφρ᾽ Ἕκτορος ὠκέες ἵπποι
ἦλθον ἀν᾽ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
Ἕκτορα· καί νύ κεν ἔνθ᾽ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν 90
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
σμερδαλέον δ᾽ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
«διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ. 95
ἀλλὰ μέν᾽, ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
Ὣς ἔφατ᾽, οὐδ᾽ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
Τυδεΐδης δ᾽ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
100 στῆ δὲ πρόσθ᾽ ἵππων Νηληϊάδαο γέροντος,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 105
οἷοι Τρώϊοι ἵπποι, ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
οὕς ποτ᾽ ἀπ᾽ Αἰνείαν ἑλόμην, μήστωρε φόβοιο.
τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
110 Τρωσὶν ἐφ᾽ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.»
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
Νεστορέας μὲν ἔπειθ᾽ ἵππους θεράποντε κομείτην
ἴφθιμοι, Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
115 τὼ δ᾽ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
Νέστωρ δ᾽ ἐν χείρεσσι λάβ᾽ ἡνία σιγαλόεντα,
μάστιξεν δ᾽ ἵππους· τάχα δ᾽ Ἕκτορος ἄγχι γένοντο.
τοῦ δ᾽ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὁ δ᾽ ἡνίοχον θεράποντα,
120 υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα,
ἵππων ἡνί᾽ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
ἤριπε δ᾽ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδες· τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.
Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
125 τὸν μὲν ἔπειτ᾽ εἴασε, καὶ ἀχνύμενός περ ἑταίρου,
κεῖσθαι, ὁ δ᾽ ἡνίοχον μέθεπε θρασύν· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ᾽ ἵππων
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
130 Ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
βροντήσας δ᾽ ἄρα δεινὸν ἀφῆκ᾽ ἀργῆτα κεραυνόν,
κὰδ δὲ πρόσθ᾽ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
135 δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
τὼ δ᾽ ἵππω δείσαντε καταπτήτην ὑπ᾽ ὄχεσφι·
Νέστορα δ᾽ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
δεῖσε δ᾽ ὅ γ᾽ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
«Τυδεΐδη, ἄγε δὴ αὖτε φόβονδ᾽ ἔχε μώνυχας ἵππους.
140 ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ᾽ ἀλκή;
νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κ᾽ ἐθέλῃσι,
δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
οὐδὲ μάλ᾽ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.»
145 Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
«ναὶ δὴ ταῦτά γε πάντα, γέρον, κατὰ μοῖραν ἔειπες·
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ᾽ ἀγορεύων·
“Τυδεΐδης ὑπ᾽ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.”
150 ὥς ποτ᾽ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
«ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
εἴ περ γάρ σ᾽ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
ἀλλ᾽ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
155 καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.»

***
Και τότε μήτ᾽ ο Ιδομενεύς και μήτ᾽ ο Αγαμέμνωνμήτ᾽ οι ανδρειωμένοι Αίαντες κει να σταθούν τολμούσαν·
80 μόνος ο Νέστωρ έμεινε, κι εκείνος εξ ανάγκης·
αδημονούσ᾽ ο ίππος του, που ᾽χε ακοντίσει ο Πάρις
στην κορυφήν της κεφαλής που οι πρώτες τρίχες βγαίνουν
των ίππων εις το καύκαλο, κι είναι ακριβό το μέρος·
και η λόγχη στον εγκέφαλον εμπήχθη και απ΄ τον πόνον
85 οπίσ᾽ ορθός σηκώθηκε και με την λόγχην όλην
χάμω εκυλιόταν κι έβαλε τους ίππους άνω κάτω
να κόψει τα παράζυγα καθώς επροσπαθούσεν
ο γέρος με την μάχαιραν, του Έκτορος εφθάσαν
οι ταχείς ίπποι στον διωγμόν κι εφέρναν κυβερνήτην
90 απότολμον τον Έκτορα· ούδ᾽ είχε σωτηρίαν·
αλλά τον είδε ο δυνατός Τυδείδης και μεγάλην,
τρομερήν έσυρε κραυγήν να ειπεί στον Οδυσσέα:
«Λαερτιάδη, διογενή, πολύτεχνε Οδυσσέα:
πού φεύγεις, πού με τους πολλούς δειλός τα νώτα στρέφεις;
95 Μη, καθώς φεύγεις, τρυπηθείς στην ράχην αλλά μείνε,
εμείς απ᾽ άνδρ᾽ απάνθρωπον να σώσομεν τον γέρον».
Είπεν, αλλ᾽ ο πολύπαθος ο θείος Οδυσσέας
ποσώς δεν τον εισάκουσε κι έτρεχε προς τα πλοία·
τότε ο Τυδείδης πρόμαχος πετάχθη, κι ήταν μόνος
100 κι εστήθη εμπρός στην άμαξαν του γέροντος Νηλείδη,
κι εκείνον επροσφώνησε με λόγια φτερωμένα:
«Ω γέρε, τώρα μαχηταί στενοχωρούν σε νέοι,
σ᾽ ήβρε το γήρας το κακό και η δύναμίς σου εκόπη,
αδύναμον θεράποντα και αργούς τους ίππους έχεις·
105 και ανέβα εδώ στ᾽ αμάξι μου να ιδείς τους ανδρειωμένους
ίππους που ήσαν του Τρωός κι επήρ᾽ απ᾽ τον Αινείαν,
πώς κυνηγούνται ή κυνηγούν, πετούν εις το πεδίον·
ας έχουν οι θεράποντες των ίππων σου φροντίδα
κι εμείς με τούτ᾽ ας τρέξουμε τα φοβερά πουλάρια
110 των Τρώων μες στες φάλαγγες, ο Έκτωρ να γνωρίσει
εάν εις την παλάμην μου τούτη μανίζ᾽ η λόγχη».
Είπε και ο Νέστωρ έστερξε τον λόγον του Τυδείδη·
τότε οι λαμπροί θεράποντες φροντίσαν δια τους ίππους
του Νέστορος, ο Σθένελος κι ο ανδρείος Ευρυμέδων·
115 και ο Νέστωρ εις την άμαξαν με τον Τυδείδη ανέβη·
τους λαμπρούς πήρε χαλινούς κι εράβδισε τους ίππους
κι έφθασαν ως τον Έκτορα που επάνω τους εχύθη.
Πετάχθη ευθύς αλλ᾽ έσφαλε το βέλος του Τυδείδη
κι εύρηκε τον ακόλουθον καλόν Ηνιοπήα,
120 που γόνος ήταν του υψηλού στο φρόνημα Θηβαίου,
στα στήθη, ενώ τους χαλινούς των ίππων εκρατούσε·
κυλίσθη από την άμαξαν κι οι ταχείς ίπποι οπίσω
επήδησαν, και η δύναμις εκόπη και η πνοή του·
εζάλισε τον Έκτορα ο πόνος του συντρόφου·
125 θλιμμένος κει τον άφησε κι εζήτα κυβερνήτην
να έβρει άλλον ατρόμητον· ουδέ πολληώρα εμείναν
οι ίπποι δίχως οδηγόν, ότι τον Ιφιτίδην
ήβρε τον Αρχιπτόλεμον, ατρόμητον κι επήρε
στην άμαξαν και του ᾽δωκε τους χαλινούς των ίππων.
130 Όλεθρος τότε θα ᾽ρχονταν· καταστροφή των Τρώων,
και μες στα τείχη ωσάν αρνιά θα τους μανδρίζαν όλους·
το νόησ᾽ όμως των θεών κι ανθρώπων ο πατέρας·
και με φωνήν τρομακτικήν λευκόν αστροπελέκι
στην γην απέλυσ᾽ έμπροσθεν των ίππων του Τυδείδη,
135 και από το θειάφι όπ᾽ άναβε δεινή σηκώθη φλόγα·
ετρόμαξαν στην άμαξαν ζεμένα τα πουλάρια·
οι χαλινοί του Νέστορος από τα χέρια φύγαν
και φόβος τον κυρίευσε και στον Τυδείδην είπε:
«Τυδείδη, στρέψε δια φυγήν τ᾽ ακούραστα πουλάρια·
140 δεν βλέπεις ότι του Διός δεν σε βοηθεί το χέρι;
εις τούτον τώρα εχάρισε την δόξαν ο Κρονίδης,
σήμερα· κι ύστερα σε μας θα την χαρίσει, αν θέλει.
Θνητός την γνώμην του Διός του μεγαλοδυνάμου,
όσον και αν είναι ανδράγαθος, ποτέ δεν θα κρατήσει».
145Σ᾽ εκείνον τότε απάντησεν ο ανδρείος Διομήδης:
«Αυτά που λέγεις, γέροντα, ορθόν τον λόγον έχουν·
αλλ᾽ είναι τούτο που βαθιά πληγώνει την ψυχήν μου·
μια μέρα θέλει καυχηθεί ο Έκτωρ προς τους Τρώας:
«Τον Διομήδη έκαμα εγώ να φύγει προς τα πλοία».
150 Αυτό θα ειπεί, και η μαύρη γη τότε ας ανοίξει εμπρός μου».
Του απάντησ᾽ ο Γερήνιος ο Νέστορας ιππότης:
«Οϊμένα, υιέ του συνετού Τυδέως του ιπποδάμου,
και αν ο Έκτωρ άνανδρον σε ειπεί, πώς θα το στέρξουν
των Τρώων και Δαρδανιδών τ᾽ ασπιδοφόρα πλήθη,
155 κι εξόχως οι γυναίκες των που τους ανδρειωμένους
συντρόφους είδαν από σε να κυλισθούν στο χώμα; »
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου