«μὴ δὴ οὕτως, ἀγαθός περ ἐών, θεοείκελ᾽ Ἀχιλλεῦ,
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
ἦ ἐθέλεις, ὄφρ᾽ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ᾽ αὔτως
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ᾽ ἀποδοῦναι;
135 ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί,
ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται·
εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
ἄξω ἑλών· ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
140 ἀλλ᾽ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
νῦν δ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
ἐν δ᾽ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ᾽ ἑκατόμβην
θείομεν, ἂν δ᾽ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
145 ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς
ἠὲ σὺ Πηλεΐδη, πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν,
ὄφρ᾽ ἡμῖν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.»
Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«ὤ μοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,
150 πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾽ ἤλυθον αἰχμητάων
δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
οὐ γὰρ πώ ποτ᾽ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
155 οὐδέ ποτ᾽ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
καρπὸν ἐδηλήσαντ᾽, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
ἀλλὰ σοί, ὦ μέγ᾽ ἀναιδές, ἅμ᾽ ἑσπόμεθ᾽, ὄφρα σὺ χαίρῃς,
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε, κυνῶπα,
160 πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ᾽ ἀλεγίζεις·
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ᾽ Ἀχαιοὶ
Τρώων ἐκπέρσωσ᾽ εὖ ναιόμενον πτολίεθρον·
165 ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
χεῖρες ἐμαὶ διέπουσ᾽· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ᾽ ὀλίγον τε φίλον τε
ἔρχομ᾽ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
νῦν δ᾽ εἶμι Φθίηνδ᾽, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
170 οἴκαδ᾽ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ᾽ ὀΐω
ἐνθάδ᾽ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.»
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
«φεῦγε μάλ᾽, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ᾽ ἔγωγε
λίσσομαι εἵνεκ᾽ ἐμεῖο μένειν· πάρ᾽ ἔμοιγε καὶ ἄλλοι
175 οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ᾽ ἔδωκεν·
οἴκαδ᾽ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
180 Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω,
οὐδ᾽ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
ὡς ἔμ᾽ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
τὴν μὲν ἐγὼ σὺν νηΐ τ᾽ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
πέμψω, ἐγὼ δέ κ᾽ ἄγω Βρισηΐδα καλλιπάρῃον
185 αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας, ὄφρ᾽ ἐῢ εἰδῇς
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.»
***
130 Και προς αυτόν απάντησεν ο μέγας Αγαμέμνων:«Αν και γενναίος, μη ζητείς με απάτην να με πάρεις,
θείε Πηλείδη, κι εύκολα δεν θα με καταπείσεις,
να έχεις συ το δώρο σου και εγώ να το στερούμαι
θέλεις και με παρακινείς την κόρη ν᾽ αποδώσω·
135 αλλ᾽ αν δώρον ισότιμο της αρεσιάς μου λάβω
απ᾽ τους γενναίους Αχαιούς, αρκεί, και αν δεν μου δώσουν,
θα έλθω με το χέρι μου να πάρω ή το δικό σου
το δώρον ή του Αίαντος ή κείνο του Οδυσσέως·
κι εις όποιον έλθω, την χολήν, θαρρώ, θα του κινήσω
140 αλλ᾽ όλ᾽ αυτά μετέπειτα μαζί θα τα σκεφθούμε.
Τώρα στην θείαν θάλασσαν μαύρο ας συρθεί καράβι
με κουπηλάτες διαλεκτούς, και ας θέσομ᾽ εκατόμβην
μέσα και ας ανεβάσομε την κόρην Χρυσηίδα,
και αρχηγός του να είν᾽ εκεί των βουληφόρων ένας
145 ο Αίας, ο Ιδομενεύς ή ο θείος Οδυσσέας,
ή συ Πηλείδη, των ανδρών ω τρομερέ και μόνε,
με τες ευχές σου τον θεόν να μας εξιλεώσεις».
Άγρια τον εκοίταξε και απάντησε ο Πηλείδης:
«Ωιμένα πανουργότατε, μ᾽ αναίδειαν ενδυμένε,
150 και ποιος από τους Αχαιούς θα δράμει, αν τον ζητήσεις,
είτε εις ταξίδι πρόθυμος, είτε εις πολέμου αγώνα;
Εγώ δεν ήλθα εξ αφορμής των λογχοφόρων Τρώων
να πολεμήσ᾽, ότι ποσώς εκείνοι δεν μου πταίουν·
τα βόδια μήτε τ᾽ άλογα δεν βγήκαν να μου πάρουν
155 μήτε στην μεγαλόσβολην, την ανδροθρέπτραν Φθίαν
ποτέ μου εβλάψαν τους καρπούς, ότ᾽ είναι ανάμεσόν μας
όρη κατάσκια πολλά και πέλαγ᾽ αγριωμένα·
αλλά για τον Μενέλαο και, αναίσχυντε, για σένα
ήλθομεν όλοι εκδίκησιν να πάρομε των Τρώων,
160 και συ, ω σκυλοπρόσωπε, λησμονημένα τα ᾽χεις.
Και τώρ᾽ αυτό το δώρο μου να πάρεις φοβερίζεις
που ᾽ναι αμοιβή των κόπων μου κι οι Αχαιοί μου εδώσαν·
κι ίσια με σε δεν έχω εγώ δώρο καλό ποτέ μου,
όταν καλά τειχόκαστρα πατούμε της Τρωάδος
165 αλλά το βάρος του σφοδρού πολέμου πρώτος έχω
εγώ και αν τύχη μοιρασμός, τρανό συ παίρνεις δώρο,
κι εγώ με δώρο μικροστό και αγαπητό γυρίζω
στες πρύμνες από τον σκληρόν αγώνα του πολέμου·
στην Φθίαν τώρ᾽ αναχωρώ· καλύτερα να γύρω
170 στον τόπον μου με τα κυρτά καράβια, και δεν θέλω
εδώ να μείνω ατίμητος τα πλούτη να σου αυξήσω».
Και προς αυτόν απάντησεν ο μέγας Αγαμέμνων:
«Φύγε, αν το θέλεις, φύγ᾽ ευθύς· και χάριν μου να μένεις,
εγώ δεν σε παρακαλώ˙ κοντά μου υπάρχουν και άλλοι
175 να με δοξάσουν, κι έξοχα ο πάνσοφος Κρονίδης·
και απ᾽ τους διοθρέπτους βασιλείς συ είσαι ο μισητός μου·
ότι την έριδα διψάς, τες μάχες, τους πολέμους·
και αν είσαι τόσο δυνατός, είναι θεού το δώρον·
σπίτι σου με τα πλοία σου και τους συντρόφους σου άμε,
180 των Μυρμιδόνων δέσποζε· κι εγώ δε σε λογιάζω
και στην χολήν σου αδιαφορώ· κι ιδού τι σου κηρύττω:
Καθώς εμένα μου αφαιρεί την Χρυσηίδα ο Φοίβος —
κι εκείνην με συντρόφους μου και με δικά μου πλοία
θα στείλω— και το δώρον σου την κόρην του Βρισέως,
185 εις την σκηνήν σου θα ᾽λθω, εγώ να πάρω, για να μάθεις,
πόσο σου είμαι ανώτερος εγώ και να τρομάζει
και άλλος μ᾽ εμέ να συγκριθεί και όμοιος να γίνει εμπρός μου».
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου