Αἴας δ᾽ οὐκέτ᾽ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·
δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
105 πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ᾽ αἰεὶ
κὰπ φάλαρ᾽ εὐποίηθ᾽· ὁ δ᾽ ἀριστερὸν ὦμον ἔκαμνεν,
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδ᾽ ἐδύναντο
ἀμφ᾽ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
αἰεὶ δ᾽ ἀργαλέῳ ἔχετ᾽ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
110 πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν
ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
Ἔσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι,
ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
115 πλῆξ᾽ ἄορι μεγάλῳ, αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
ἀντικρὺ δ᾽ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας
πῆλ᾽ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ᾽ ἀπ᾽ αὐτοῦ
αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
γνῶ δ᾽ Αἴας κατὰ θυμὸν ἀμύμονα, ῥίγησέν τε,
120 ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·
χάζετο δ᾽ ἐκ βελέων. τοὶ δ᾽ ἔμβαλον ἀκάματον πῦρ
νηῒ θοῇ· τῆς δ᾽ αἶψα κατ᾽ ἀσβέστη κέχυτο φλόξ.
ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς
125 μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·
«ὄρσεο, διογενὲς Πατρόκλεες, ἱπποκέλευθε·
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·
μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·
δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.»
130 Ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
135 ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
εἵλετο δ᾽ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
140 ἔγχος δ᾽ οὐχ ἕλετ᾽ οἶον ἀμύμονος Αἰακίδαο,
βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ᾽ ἄλλος Ἀχαιῶν
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
145 ἵππους δ᾽ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
τὸν μετ᾽ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους,
Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
150 τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη,
βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
τόν ῥά ποτ᾽ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ᾽ Ἀχιλλεύς,
ὃς καὶ θνητὸς ἐὼν ἕπεθ᾽ ἵπποις ἀθανάτοισι.
155 Μυρμιδόνας δ᾽ ἄρ᾽ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἱ δὲ λύκοι ὣς
ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
οἵ τ᾽ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·
160 καί τ᾽ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
ἄκρον, ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς
στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·
τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
165 ἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
ῥώοντ᾽· ἐν δ᾽ ἄρα τοῖσιν ἀρήϊος ἵστατ᾽ Ἀχιλλεύς,
ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.

***
Τους λόγους τούτους έλεγαν εκείνοι μεταξύ τους,και ο Αίας πλια δεν έμενε, πνιμένος απ᾽ τα βέλη·
του Δία τον νικούσε ο νους, τα τόξα ομού των Τρώων·
τρομακτικά στους μήλιγγες τα φάλαρα τα ωραία
105 του κράνους απ᾽ το κτύπημα των ακοντιών κροτούσαν,
και αγανακτούσε η αριστερή του πλάτη ως εκρατούσε
πάντοτε αυτός ασάλευτην εμπρός του την ασπίδα
μ᾽ όσα σ᾽ αυτήν και αν στύλωναν ακόντια να την σπρώξουν.
Αγκομαχούσε φοβερά και απ᾽ όλα του τα μέλη
110 ίδρωτας έρεε πολύς και ανασασμόν δεν είχε·
κακόν επάνω στο κακό τον έσφιγγε τριγύρω.
Μούσες από τον Όλυμπον, διδάξετέ με τώρα,
πώς επρωτόπεσε η φωτιά στων Αχαιών τα πλοία.
Ο Έκτωρ επλησίασε και με το μέγα ξίφος
115 εχώρισε του Αίαντος το φράξινο κοντάρι
κάτω απ᾽ την λόγχην· κι έσειε το κολοβό κοντάρι
ο Αίας ανωφέλητα· κι η χάλκινή του λόγχη
με βρόντον έπεσε μακράν· ερίγωσεν ο Αίας
και με την άψεγην ψυχήν εγνώρισε τα θεία
120 έργα, ότι κάθε μηχανήν αφάνιζε της μάχης
και εις τους Τρώας έδιδε την νίκην ο Κρονίδης.
Και από τα βέλη εσύρθηκε· κι ευθύς εκείνοι εβάλαν
φωτιά στα πλοία και άσβεστη μέσα του απλώθ᾽ η φλόγα.
Και το καράβι έζωνε το πυρ· τότε ο Πηλείδης
125 τα δυο μεριά του εκτύπησε και είπε του Πατρόκλου:
«Πάτροκλε διογέννητε, κινήσου ανδρειωμένε,
κίνημα βλέπω του πυρός κει πέρα στα καράβια·
μη τα πατήσουν και φυγής δεν μείνει ελπίδα πλέον·
τ᾽ άρματα ζώσου, ωστόσο εγώ τα πλήθη συναθροίζω».
130 Είπε, κι εφόρει ο Πάτροκλος τ᾽ άρματα που αστράφταν.
Πρώτα τες κνήμες έζωσε με τες λαμπρές κνημίδες
που ήσαν με αργυροκάρφωτες περόνες αρμοσμένες·
κατόπιν θώρακα λαμπρόν αστερωτόν στα στήθη
έβαλε, οπού ο φτερόποδος Αιακίδης εφορούσε.
135 Ξίφος αργυροκάρφωτον εκρέμασε απ᾽ τους ώμους
χάλκινο, κι έπειτα τρανήν και στερεήν ασπίδα.
Εις την γενναίαν κεφαλήν καλόν έθεσε κράνος
μ᾽ αλόγου χαίτην και φρικτός σειόνταν επάν᾽ ο λόφος.
Κι επήρε καλοφούκτωτα δυο δυνατά κοντάρια
140 και όχι το μέγα, το βαρύ κοντάρι του Αχιλλέως
οπού κανείς των Αχαιών να σείσει δεν ημπόρει
και το ᾽σειε μόνος ο Αχιλλεύς· από το Πήλειον όρος
κομμένο φράξο πόδωκεν ο Χείρων του πατρός του
φόνον να φέρει αφεύγατον εις τους ανδρειωμένους.
145 Κι είπε στον Αυτομέδοντα να ζέψει ευθύς τους ίππους,
φίλον του εξόχως σεβαστόν κατόπιν του Αχιλλέως,
στην μάχην ετοιμότατον εις κάθε προσταγήν του.
Και ο Αυτομέδων έζεψε τον Ξάνθον και Βαλίον,
πουλάρι᾽ ανεμόποδα, τα γέννησε η Ποδάργη
150 η Άρπυι᾽ από τον Ζέφυρον ως έβοσκε στην χλόην
στα τείχη του Ωκεανού. Τους έδεσε στο πλάγι
τον Πήδασον ασύγκριτον, που ᾽χε ο Πηλείδης φέρει
από του Ηετίωνος την πορθημένην πόλιν,
κι ίππος συμβάδιζε θνητός με αθάνατα πουλάρια.
155 Τους Μυρμιδόνας σύνταζε και αρμάτωνε ο Πηλείδης
όλους απ᾽ όλες τες σκηνές· και ως ωμοφάγοι λύκοι,
με δύναμιν αδάμαστην, αφού στα όρη ελάφι
κερατοφόρο εσπάραξαν μεγάλο και το φάγαν
και είναι τα σιαγόνια τους κατάμαυρ᾽ από αίμα·
160 κοπαδιαστά στη βρύση ορμούν την δίψαν τους να σβήσουν,
κι ενώ με γλώσσες αχαμνές το μαύρο ρεύμα γλείφουν
του φόνου ρεύγοντ᾽ αίματα, καθώς μέσα η κοιλιά τους
ογκώνεται, αλλ᾽ η ψυχή στα στήθη τους δεν τρέμει·
όμοια κινούντ᾽ οι αρχηγοί των Μυρμιδόνων γύρω
165 εις τον λαμπρόν ακόλουθον του θείου Αχιλλέως.
Και θάρρος έδινε ο Αχιλλεύς στην μέσην τους ο ανδρείος
των ιππομάχων μαχητών και των ασπιδοφόρων.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου