«τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
480 ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
ἔρξον ὅπως ἐθέλεις· ἐρέω δέ τοι ὡς ἐπέοικεν.
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
ἡμεῖς δ᾽ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
485 ἔκλησιν θέωμεν· τοὶ δ᾽ ἀλλήλους φιλεόντων
ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.»
Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.
Οἱ δ᾽ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
490 τοῖς ἄρα μύθων ἄρχε πολύτλας δῖος Ὀδυσσεύς·
«ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.»
ὣς ἔφατ᾽· ἐκ δ᾽ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευε,
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας.
αἶψα δ᾽ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
495 «οἵδε δὴ ἐγγὺς ἔασ᾽· ἀλλ᾽ ὁπλιζώμεθα θᾶσσον.»
ὣς ἔφαθ᾽, οἱ δ᾽ ὄρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
τέσσαρες ἀμφ᾽ Ὀδυσῆ᾽, ἓξ δ᾽ υἱεῖς οἱ Δολίοιο·
ἐν δ᾽ ἄρα Λαέρτης Δολίος τ᾽ ἐς τεύχε᾽ ἔδυνον,
καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
500 αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
ὤϊξάν ῥα θύρας, ἐκ δ᾽ ἤϊον, ἄρχε δ᾽ Ὀδυσσεύς.
Τοῖσι δ᾽ ἐπ᾽ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
505 αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
«Τηλέμαχ᾽, ἤδη μὲν τόδε γ᾽ εἴσεαι αὐτὸς ἐπελθών,
ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
ἀλκῇ τ᾽ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ᾽ αἶαν.»
510 Τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«ὄψεαι, αἴ κ᾽ ἐθέλῃσθα, πάτερ φίλε, τῷδ᾽ ἐπὶ θυμῷ
οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.»
Ὣς φάτο, Λαέρτης δ᾽ ἐχάρη καὶ μῦθον ἔειπε·
«τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
515 υἱός θ᾽ υἱωνός τ᾽ ἀρετῆς πέρι δῆριν ἔχουσι.»
Τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
«ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθ᾽ ἑταίρων,
εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
αἶψα μάλ᾽ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.»
520 Ὣς φάτο, καί ῥ᾽ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη.
εὐξάμενος δ᾽ ἄρ᾽ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
αἶψα μάλ᾽ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
ἡ δ᾽ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός·
525 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
ἐν δ᾽ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
530 ἤϋσεν φωνῇ, κατὰ δ᾽ ἔσχεθε λαὸν ἅπαντα·
«ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.»
Ὣς φάτ᾽ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλε·
τῶν δ᾽ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
535πάντα δ᾽ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·
πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο·
σμερδαλέον δ᾽ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
οἴμησεν δὲ ἀλεὶς ὥς τ᾽ αἰετὸς ὑψιπετήεις.
καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
540 κὰδ δ᾽ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
δὴ τότ᾽ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·
«διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
μή πώς τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.»
545Ὣς φάτ᾽ Ἀθηναίη, ὁ δ᾽ ἐπείθετο, χαῖρε δὲ θυμῷ.
ὅρκια δ᾽ αὖ κατόπισθε μετ᾽ ἀμφοτέροισιν ἔθηκε
Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,

***
Ανταποκρίθηκε στον λόγο της ο Δίας, θεός που συμμαζεύει τις νεφέλες:«Καλή μου κόρη, τι ρωτάς και τι λογής απάντηση γυρεύεις;
Εσύ δεν είσαι που αποφάσισες με το μυαλό σου αυτή τη λύση,
480 να πάρει ο Οδυσσέας εκδίκηση, γυρίζοντας πίσω στον τόπο του;
Κάνε λοιπόν καταπώς θες, κι εγώ θα πω το τι ταιριάζει·
αφού ο θείος Οδυσσέας τιμώρησε τους άνομους μνηστήρες,
τώρα να δώσουν όρκους μεταξύ τους, να μείνει αυτός για πάντα βασιλιάς.
Εμείς για τα παιδιά τους και τα σκοτωμένα αδέλφια τους
προτείνουμε τη λήθη· όπως και πριν, έτσι και πάλι
να φιλιώσουν μεταξύ τους, ας γίνει ειρήνη, με περίσσια πλούτη.»
Έτσι ο θεός παρότρυνε την Αθηνά σ᾽ αυτό που εκείνη επιθυμούσε·
χύθηκε τότε κατεβαίνοντας από του Ολύμπου τις κορφές.
Είχαν οι άλλοι πια χορτάσει τον πόθο τους με το γλυκό ψωμί,
490 οπότε πρόσταξε βασανισμένος ο Οδυσσέας και θείος:
«Κάποιος έξω να βγει· να δει αν έρχονται, μήπως και φτάνουν.»
Την προσταγή του ακούγοντας, τρέχοντας βγήκε του Δολίου ο γιος,
στάθηκε στο κατώφλι, τους είδε να σιμώνουν, κι αμέσως γύρισε
στον Οδυσσέα μιλώντας με λόγια που πετούσαν σαν πουλιά:
«Είναι κοντά μας, φτάνουν. Στα γρήγορα κι εμείς ν᾽ αρματωθούμε.»
Ακούγοντας τα λόγια του, πάνω πετάχτηκαν και φόρεσαν καθένας
την αρματωσιά του, τριγύρισαν τον Οδυσσέα τέσσερις, έξι συμπαραστάθηκαν
γιοι του Δολίου. Φόρεσαν όμως όπλα κι άλλοι δυο,
κι ας είχαν πια ψαρά μαλλιά, Δολίος και Λαέρτης,
πολεμιστές κι αυτοί σε ώρα ανάγκης.
500 Ντυμένοι όλοι στον λαμπρό χαλκό, οι πόρτες άνοιξαν, προχώρησαν,
ο Οδυσσέας πρώτος.
Την ίδια ώρα η Αθηνά, του Δία η θυγατέρα, βρέθηκε πλάι τους,
με τη μορφή του Μέντορα, ίδια στην όψη, ίδια στη φωνή.
Την πήρε είδηση βασανισμένος ο Οδυσσέας και θείος,
και γύρισε μιλώντας στον Τηλέμαχο, τον ακριβό του γιο:
«Τηλέμαχε, έφτασε τώρα η ώρα ορμητικά να μπεις κι εσύ στη μάχη
αντρών που πολεμούν, όπου και ξεχωρίζουν οι γενναίοι. Κοίταξε όμως
μην ντροπιάσεις τους προγόνους σου· από καιρό είμαστε φημισμένοι
σ᾽ όλη την οικουμένη για την αντρεία και το θάρρος μας.»
510 Ανταποκρίθηκε ο Τηλέμαχος, φρόνιμο κι έξυπνο μυαλό:
«Πατέρα μου, θα δεις και μόνος σου, φτάνει να το θελήσεις, πως πάνω
στην ορμή μου δεν θα ντροπιάσω τη γενιά σου εγώ,
όπως το λες και το παινεύεσαι.»
Ακούγοντας τα λόγια του, ένιωσε μέσα του χαρά ο Λαέρτης κι ομολόγησε:
«Τι μέρα αυτή, αθάνατοι θεοί, για μένα! Χαρά με πλημμυρίζει·
γιος κι εγγονός για την παλληκαριά τους συνερίζονται.»
Τότε στο πλάι του, τα μάτια λάμποντας, η Αθηνά, στάθηκε λέγοντας:
«Του Αρκεισίου γιε, ο πιο αγαπητός απ᾽ όλους τους συντρόφους μου,
ευχήσου πρώτα στη γλαυκόματη κόρη του Δία, μετά κραδαίνοντας ρίξε
με φόρα το μακρόσκιο δόρυ σου.»
520 Μ᾽ αυτά τα λόγια η Παλλάδα Αθηνά μέσα του φύσηξε
μεγάλη δύναμη, κι αυτός πρώτα στη θυγατέρα του μεγαλοδύναμου θεού
ευχήθηκε, μετά στο χέρι πάλλοντας μακρόσκιο δόρυ το ρίχνει πάνω
στον Ευπείθη· βρήκε το κράνος του, με τα χαλκά του μάγουλα,
στο χτύπημα δεν άντεξε και πέρασε ο χαλκός μέσα για μέσα.
Με πάταγο σωριάστηκε ο Ευπείθης, βρόντηξαν από πάνω του και τ᾽ άρματα.
Την ίδια ώρα ο Οδυσσέας κι ο λαμπρός του γιος ορμούν με τους προμάχους,
χτυπούν σπαθιά, πέφτουν αμφίκυρτα στη μύτη τους κοντάρια.
Όλους θα τους αφάνιζαν, θα γύριζαν τον νόστο ανόστιμο,
αν τη στιγμή εκείνη η Αθηνά, η θυγατέρα του αιγίοχου Δία, δεν έβγαζε
530 φωνή μεγάλη, που άφησε σύξυλους τους δυο στρατούς:
«Τον άγριο πόλεμό σας, Ιθακήσιοι, πάψτε, καιρός με δίχως αίματα,
φίλοι να χωριστείτε.»
Αυτά φωνάζει η Αθηνά, κι εκείνοι, πράσινοι από τρόμο,
μες στον μεγάλο φόβο τους τους φεύγουν τα όπλα από το χέρι,
όλα στο χώμα πέφτουν, ενώ η φωνή της Αθηνάς αντιφωνούσε.
Σκορπίστηκαν τότε μεμιάς, τρέχοντας προς την πόλη γύρευαν να σωθούν.
Ο Οδυσσέας όμως, πολύπαθος και θείος, χύμηξε πίσω τους
με φοβερή κραυγή, σαν αετός από ψηλά πετώντας.
Μα τώρα αφήνει ο γιος του Κρόνου κεραυνό πυρφόρο, κι έπεσε αυτός
540 μπροστά στης Αθηνάς τα πόδια, γλαυκόματης θεάς πανίσχυρου πατέρα.
Τα μάτια λάμποντας, η Αθηνά στον Οδυσσέα γύρισε μιλώντας:
«Γιε του Λαέρτη, του Διός βλαστέ, πανούργε Οδυσσέα,
κράτα τη μάνητά σου πια του φοβερού πολέμου, μήπως
του Κρόνου ο γιος, ο Δίας βροντόφωνος, εξοργιστεί μαζί σου.»
Έτσι του μίλησε η θεά, κι εκείνος άκουσε τον λόγο της κι αλάφρωσε
από χαρά η καρδιά του. Τότε η Παλλάδα Αθηνά, η θυγατέρα
του αιγίοχου Δία, βάζει τους δυο στρατούς να κάνουν
όρκους συμφιλίωσης, και για το μέλλον —
με τη μορφή του Μέντορα κυκλοφορούσε, ίδια στην όψη, ίδια στη φωνή.
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου