«αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
700 Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέϊ χαλκῷ
οἴκαδε νισόμενον· ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν.»
Ὣς φάτο, τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
δὴν δέ μιν ἀφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
705 δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
«Κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ᾽ ἁλὸς ἵπποι
ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφ᾽ ὑγρήν.
710 ἦ ἵνα μηδ᾽ ὄνομ᾽ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;»
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
«οὐ οἶδ᾽ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.»
715 Ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ᾽ Ὀδυσῆος.
τὴν δ᾽ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
ἀλλ᾽ ἄρ᾽ ἐπ᾽ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
οἴκτρ᾽ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
720 πᾶσαι, ὅσαι κατὰ δώματ᾽ ἔσαν νέαι ἠδὲ παλαιαί.
τῇς δ᾽ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
«Κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγε᾽ ἔδωκεν
ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ᾽ ἐγένοντο,
ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
725 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.
νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀνηρέψαντο θύελλαι
ἀκλέα ἐκ μεγάρων, οὐδ᾽ ὁρμηθέντος ἄκουσα.
σχέτλιαι, οὐδ᾽ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
730 ἐκ λεχέων μ᾽ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
ὁππότε κεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
τῶ κε μάλ᾽ ἤ κεν μεῖνε, καὶ ἐσσύμενός περ ὁδοῖο,
ἤ κέ με τεθνηυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
735 ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
δμῶ᾽ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
740 ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.»
Τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
«νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέϊ χαλκῷ,
ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω·
745 ᾔδε᾽ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ᾽ ἐκέλευε,
σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκον
μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
ἤ σ᾽ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
750 ἀλλ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
εὔχε᾽ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀΐω
755 πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
ἐχθέσθ᾽, ἀλλ᾽ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
δώματά θ᾽ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.»
Ὣς φάτο, τῆς δ᾽ εὔνησε γόον, σχέθε δ᾽ ὄσσε γόοιο.
ἡ δ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
760 εἰς ὑπερῷ᾽ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
ἐν δ᾽ ἔθετ᾽ οὐλοχύτας κανέῳ, ἠρᾶτο δ᾽ Ἀθήνῃ·
«Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρία κῆε,
765 τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
μνηστῆρας δ᾽ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.»

***
Της αποκρίθηκε με τη βαθιά του γνώση ο Μέδων:«Βασίλισσα, να ᾽ταν αυτό το μεγαλύτερο κακό!
Αλλά οι μνηστήρες έβαλαν στον νου τους το χειρότερο,
κάτι φριχτό, που να μη δώσει ο Δίας να γίνει.
700 Βράζουν από θυμό και θέλουν να σκοτώσουν τον Τηλέμαχο
με κοφτερό χαλκό, καραδοκώντας την επιστροφή του —
έφυγε εκείνος, πήγε στην αγιασμένη Πύλο,
να μάθει νέα του πατέρα του, μετά στη θεία Λακεδαίμονα.»
Της μίλησε, και της παρέλυσαν καρδιά και γόνατα·
απόμεινε άλαλη ώρα πολλή, πλημμύρισαν τα μάτια της
στο δάκρυ, πάγωσε κι η θερμή φωνή της.
Τέλος, αργά, μόλις βρήκε ξανά τα λόγια της, τον ρώτησε:
«Κήρυκα, πες, ποιος λόγος έκανε τον γιο μου να μισέψει;
Καμιά δεν είχε ανάγκη ν᾽ ανεβεί σε γοργοτάξιδα καράβια —
εκείνα τ᾽ άλογα της θάλασσας, όπως τα λεν οι άντρες,
όταν περνούν τα υγρά της κύματα.
Εκτός κι αν θέλησε να λείψει στους ανθρώπους
710 και το όνομά του ακόμη.»
Ο Μέδων τότε της απάντησε με τη στοχαστική του γνώση:
«Δεν ξέρω ποιος θεός τον παρακίνησε ή κι αν τον έσπρωξε
το θάρρος το δικό του να πάει στην Πύλο, ανίσως
μάθει του πατέρα του τον νόστο, μπορεί και τον χαμό του.»
Μ᾽ αυτά τα λόγια ξέφυγε, περνώντας το παλάτι του Οδυσσέα.
Αλλά την Πηνελόπη πόνος βαρύς τη συνεπήρε, που την ψυχή
μαραίνει· δεν κοίταξε να βρει σκαμνί, απ᾽ τα πολλά μέσα στο σπίτι,
ν᾽ ακουμπήσει· κάθησε στο κατώφλι της καλοχτισμένης κάμαρης,
σπαραχτικά θρηνώντας· κι όλες οι δούλες γύρω της
σιγόκλαιγαν, όσες βρεθήκανε στον θάλαμο,
720 γερόντισσες και νέες.
Σ᾽ αυτές με κλάμα γοερό μίλησε κι είπε η Πηνελόπη:
«Ακούστε, φίλες, πόσες πίκρες έδωσε σ᾽ εμένα ο θεός του Ολύμπου,
πώς με ξεχώρισε σ᾽ όσες μαζί μου γεννήθηκαν και μεγάλωσαν!
Έχασα πρώτα περίλαμπρο άντρα, λιονταριού καρδιά,
μ᾽ όλες τις αρετές του κόσμου στολισμένο, στους Δαναούς
περίφημο, με τη μεγάλη δόξα του απλωμένη
και μέσα στο Άργος και πέρα στην Ελλάδα.
Και τώρα πάλι τον μονάκριβό μου γιο τον άρπαξαν Ανεμικές
άφαντο μέσα απ᾽ το παλάτι, κι εγώ δεν άκουσα τον μισεμό του.
Αλλά κι εσείς, ανέσπλαχνες, πώς δεν επέρασε από καμιάς τον νου
730 να με σηκώσει απ᾽ το κρεβάτι, κι ας το γνωρίζατε καλά
το πώς και πότε εκείνος έφυγε σε βαθουλό καράβι μελανό.
Γιατί αν εγώ τον μάθαινα τον δρόμο που αποφάσισε,
το δίχως άλλο δεν θα ξεκινούσε, όση σπουδή κι αν είχε
να μισέψει· αλλιώς θα μ᾽ άφηνε νεκρή κι εμένα στο παλάτι.
Μα τώρα κάποια πρόθυμα τον γέροντα Δολίο να καλέσει,
δικό μου δούλο — μου τον χάρισε ο πατέρας μου τότε που ξεκινούσα
νά ᾽ρθω εδώ, κι αυτός φροντίζει το πολύδεντρό μου περιβόλι.
Όσο μπορεί πιο γρήγορα να τρέξει στον Λαέρτη,
και καθισμένος πλάι του ας του εξηγήσει τα καθέκαστα.
Μήπως ο νους του σοφιστεί κάποια σωστή βουλή,
740 και βγει οδυρόμενος να πει στον κόσμο πως εκείνοι
θέλουν τον εγγονό του ν᾽ αφανίσουν, τον γόνο
του ισόθεου Οδυσσέα.»
Τότε η Ευρύκλεια της μίλησε, πιστή τροφός:
«Σφάξε με, θυγατέρα, αν θες, μ᾽ άσπλαχνο χάλκινο μαχαίρι,
ή άσε με να ζω στο σπίτι — πάντως τον λόγο μου δεν θα σου κρύψω.
Τα πάντα γνώριζα, εγώ του ετοίμασα όσα μου γύρεψε,
ψωμί, γλυκό κρασί· πρόλαβε όμως να με δέσει
μ᾽ όρκο βαρύ, λέξη να μη σου πω προτού
φτάσει η δωδεκάτη μέρα, εκτός κι αν μόνη σου θα τον ζητούσες
μαθαίνοντας πως μίσεψε· γιατί δεν ήθελε θρηνώντας
το ωραίο σου δέρμα να φυραίνεις.
750 Μα ρίξε τώρα νερό στο πρόσωπό σου, άλλαξε ρούχα καθαρά,
στο ανώγι ανέβα και δεήσου με τις άλλες παρακόρες
στην Αθηνά, τη θυγατέρα του αιγίοχου Δία —
μπορεί εκείνη να τον σώσει ακόμη κι απ᾽ τον θάνατο.
Αλλά τον γέροντα, βασανισμένο, μην τον βασανίζεις·
γιατί δεν το φαντάζομαι τόσο να μίσησαν οι μάκαρες θεοί
τους απογόνους του Αρκεισίου· κάποιος ακόμη θ᾽ απομείνει
να ᾽χει δικό του το ψηλόροφο παλάτι και πέρα
τα παχιά χωράφια.»
Μ᾽ αυτά τα λόγια της της κοίμισε τον θρήνο· σταμάτησαν
τα μάτια της να τρέχουν, έριξε πάνω της νερό, άλλαξε
760 ρούχα καθαρά, ανέβηκε στο ανώγι με τις άλλες παρακόρες,
έβαλε το κριθάρι στο πανέρι για την προσφορά,
κι ευχήθηκε στην Αθηνά:
«Επάκουσέ με, Ατρυτώνη, κόρη του αιγίοχου Δία·
αν κάποτε σε τούτο το παλάτι ο πολυμήχανός μου Οδυσσεύς
για χάρη σου έκαψε παχιά μεριά, βοδίσια ή κι αρνίσια,
τώρα θυμήσου τα, και γλίτωσέ μου τον μονάκριβό μου γιο,
κράτα μακριά του τους παράνομους, τους αλαζονικούς μνηστήρες.»
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου