Δευτέρα 18 Απριλίου 2022

ΟΜΗΡΟΣ: Ἰλιάς (21.342-21.399)

Ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
πολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ Ἀχιλλεύς·
345πᾶν δ᾽ ἐξηράνθη πεδίον, σχέτο δ᾽ ἀγλαὸν ὕδωρ.
ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης νεοαρδέ᾽ ἀλωὴν
αἶψ᾽ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·
ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ᾽ ἄρα νεκροὺς
κῆεν· ὁ δ᾽ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
350 καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
355 πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
καίετο δ᾽ ἲς ποταμοῖο ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
«Ἥφαιστ᾽, οὔ τις σοί γε θεῶν δύνατ᾽ ἀντιφερίζειν,
οὐδ᾽ ἂν ἐγὼ σοί γ᾽ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
λῆγ᾽ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
360 ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;»
Φῆ πυρὶ καιόμενος, ἀνὰ δ᾽ ἔφλυε καλὰ ῥέεθρα.
ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ,
κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο,
πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
365 ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ᾽ ὕδωρ·
οὐδ᾽ ἔθελε προρέειν, ἀλλ᾽ ἴσχετο· τεῖρε δ᾽ ἀϋτμὴ
Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ᾽ Ἥρην
πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
«Ἥρη, τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
370 ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι,
ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
ἀλλ᾽ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι, εἰ σὺ κελεύεις,
παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δ᾽ ἐπὶ καὶ τόδ᾽ ὀμοῦμαι,
μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
375 μηδ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
καιομένη, καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.»
Αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
αὐτίκ᾽ ἄρ᾽ Ἥφαιστον προσεφώνεεν, ὃν φίλον υἱόν·
«Ἥφαιστε, σχέο, τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
380 ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.»
Ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
ἄψορρον δ᾽ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
Αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἱ μὲν ἔπειτα
παυσάσθην· Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
385 ἐν δ᾽ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
σὺν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ᾽ εὐρεῖα χθών,
ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
390 γηθοσύνῃ, ὅθ᾽ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
ἔνθ᾽ οἵ γ᾽ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
«τίπτ᾽ αὖτ᾽, ὦ κυνάμυια, θεοὺς ἔριδι ξυνελαύνεις
395 θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδε᾽ ἀνῆκας
οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
τῶ σ᾽ αὖ νῦν ὀΐω ἀποτεισέμεν ὅσσα ἔοργας.»

***
Είπε και πυρ θεόφλογον ο Ήφαιστος ανάβει
στο σιάδι πρώτα κι έκαιε τα λείψανα που επλέαν
πολλά, που μες στον ποταμόν εσώριασε ο Πηλείδης.
345Και όλο το σιάδι εξέρανε κι εστάθηκε η πλημμύρα.
Και όπως στεγνώνει μονομιάς νεοποτισμένον κήπον
Βορέας φθινοπωρινός, χαρά του γεωργού του
όμοια το σιάδι εστέγνωσε και οι νεκροί καήκαν,
κι έστρεψε αυτός στον ποταμόν την φλόγα την μεγάλην·
350και οι φτελιάδες καίονταν, οι ιτιές και τα μυρίκια,
εκαίονταν η κύπερη, το βούρλο, το τριφύλλι,
που στου ωραίου ποταμού τες άκρες εβλαστούσαν·
και μες στα βάθη επάθαιναν κι εδώ κι εκεί σκιρτούσαν
χέλια και ψάρι᾽ απ᾽ την πνοήν του πολυβούλου Ηφαίστου·
355και η δύναμις του ποταμού καιόνταν, ώσπου εκείνος
φώναξε κι είπεν: «Ήφαιστε, κανείς θεός σε σένα
δεν δύναται να μετρηθεί· κι εγώ στην φλογερήν σου
φωτιά δεν αντιστέκομαι· και παύσ᾽ εδώ την μάχην,
και ας διώξει ευθύς ο Αχιλλεύς τους Τρώας απ᾽ την πόλιν.
360Τι θέλω εγώ να πολεμώ και υπέρμαχος να γίνω;»
Είπε και ωστόσο εκόχλαζαν τα όμορφα νερά του.
Και όπως στην φλόγα π᾽ άναψαν ξύλα πολλά φρυμένα
βράζει λεβέτι λιώνοντας τρυφερού χοίρου πάχος
και όλο κοχλάζει μέσα του από την φλόγα, ομοίως
365ανάβραζαν καιόμενα τα όμορφά του ρείθρα
και να κυλά δεν ήθελεν· έστεκε αυτού σβημένος
από την άχνα την καυτή του πολυβούλου Ηφαίστου
όσο που αυτός ολόθερμα της Ήρας εδεήθη:
«Ήρα, γιατί το τέκνο σου να πέσει ν᾽ αφανίσει
370ξεχωριστά το ρεύμα μου· και τόσο εγώ δεν πταίω
όσον οι άλλοι αθάνατοι που βοηθούν τους Τρώας.
Θα παύσω εγώ τον πόλεμον, αν τούτο εσύ προστάζεις,
και ας παύσει τούτος εν ταυτώ· και όρκον εγώ θα ομόσω,
τους Τρώας απ᾽ τον όλεθρον ποτέ να μη φυλάξω,
375μήδ᾽ όταν σύρριζα καεί και στάκτη γίν᾽ η Τροία
καμένη από των Αχαιών τα χέρια τ᾽ ανδρειωμένα».
Άμα η θεά τον άκουσεν, η Ήρα η λευκοχέρα,
εφώναξε τον Ήφαιστον, τον ποθητόν υιόν της:
«Ήφαιστε, στάσου, δοξαστό παιδί μου, και δεν πρέπει
380θεός τόσο να κρούεται γι᾽ αγάπη των ανθρώπων».
Τότε τες φλόγες έσβησεν ο Ήφαιστος και οπίσω
στον ποταμόν εκύλησαν τα πρόσχαρα νερά του.
Και άμα εδαμάσθ᾽ η δύναμις του Ξάνθου, εκείνοι επαύσαν
καθώς η Ήρα ηθέλησεν, αν κι ήταν χολωμένη·
385τότ᾽ έχθρα έπεσε βαριά στους άλλους αθανάτους
κακή και μέσα έπνεε διχόγνωμα η ψυχή τους.
Και ως έπεσαν να συγκρουσθούν, βρόντησε η γη και γύρω
σάλπισε ο μέγας ουρανός, τους άκουεν ο Δίας
καθήμενος στον Όλυμπον κι εγέλασε κι εχάρη
390να βλέπει κάτω που οι θεοί με πείσμα επολεμούσαν·
και ώραν πολλήν δεν έμειναν μακράν· και αρχήν ο Άρης
ο ασπιδοσπάστης έκαμε και με βαρύ κοντάρι
εχύθηκε στην Αθηνά, ονείδισέ την κι είπε:
«Σκυλόμυγα, τι στους θεούς ν᾽ ανάψεις μάχην πάλιν
395σ᾽ έφερε η αδιάντροπη και ακράτητη ψυχή σου;
Ή δεν θυμάσαι πόβαλες επάνω τον Τυδείδην
να με λαβώσει κι έπιασες σ᾽ όλους εμπρός την λόγχην;
Κι ίσια σ᾽ εμέ την άμπωσες και το λαμπρό μου σώμα
εχάραξες· και όσά ᾽καμες θα μου πλερώσεις τώρα».

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου